[←1]
Ο Ξενοφών και η Κύρου Ανάβαση από την αρχαιότητα μέχρι τις ημέρες μας. 9ος αιώνας: Φώτιος Α’ και Ξενοφών.
[←2]
Photii, Bibliotheca, επιμ. E. Bekker (Βερολίνο 1824), 72, σελ. 35-45.
[←3]
Ο Κτησίας καταγόταν από την Κνίδο, στην ακτή τής Καρίας στη Μικρά Ασία. Υπήρξε για δεκαεπτά χρόνια (401-384 π.Χ.) γιατρός στην αυλή των Περσών αυτοκρατόρων. Θεράπευσε τον βασιλιά Αρταξέρξη Β’ Μνήμονα από τραύμα τού Κύρου στη Μάχη στα Κούναξα. Κατηγορεί τον Ηρόδοτο ότι είναι ψεύτης, αλλά συχνά είναι κι αυτός εκτεθειμένος στην ίδια κατηγορία. Πρέπει να σημειωθεί ότι γράφοντας τα Περσικά ο Κτησίας είχε την ευκαιρία να συμβουλευτεί τα περσικά αρχεία και ντόπιους, ενώ όταν έγραφε τα Ινδικά δεν είχε τέτοια πλεονεκτήματα. Υπήρξε επίσης ο συγγραφέας μιας περιγραφής των περσικών αυτοκρατορικών εσόδων, καθώς και ορισμένων ταξιδιωτικών και γεωγραφικών έργων.
[←4]
[1] Ἀνεγνώσθη βιβλίον Κτησίου τοῦ Κνιδίου τὰ Περσικὰ ἐν βιβλίοις κγʹ. Ἀλλ’ ἐν μὲν τοῖς πρώτοις ἕξ, τά τε Ἀσσύρια διαλαμβάνει καὶ ὅσα πρὸ τῶν Περσικῶν. Ἀπὸ μέντοι τοῦ ζʹ, τὰ Περσικὰ διεξέρχεται· καὶ ἐν μὲν τῷ ζʹ καὶ ηʹ καὶ ιʹ καὶ ιαʹ καὶ ιβʹ καὶ ιγʹ, διέξεσι τὰ περὶ Κύρου καὶ Καμβύσου καὶ τοῦ μάγου, ∆αρείου τε καὶ τοῦ Ξέρξου, σχεδὸν ἐν ἅπασιν ἀντικείμενα Ἡροδότῳ ἱστορῶν, ἀλλὰ καὶ ψεύστην αὐτὸν ἀπελέγχων ἐν πολλοῖς καὶ λογοποιὸν ἀποκαλῶν· καὶ γὰρ νεώτερος μέν ἐστιν αὐτοῦ. Φησὶ δὲ αὑτὸν τῶν πλειόνων ἃ ἱστορεῖ αὐτόπτην γενόμενον, ἢ παρ’ αὐτῶν Περσῶν, ἔνθα τὸ ὁρᾶν μὴ ἐνεχώρει, αὐτήκοον καταστάντα· οὕτω τὴν ἱστορίαν συγγράψαι. Οὐχ Ἡροδότῳ δὲ μόνῳ τἀναντία ἱστορεῖ, ἀλλὰ καὶ πρὸς Ξενοφῶντα τὸν Γρύλλου ἐπ’ ἐνίων διαφωνεῖ. Ἤκμασε δὲ ἐν τοῖς χρόνοις Κύρου, τοῦ ἐκ ∆αρείου καὶ Παρυσάτιδος, ὃς ἀδελφὸς Ἀρτοξέρξου, εἰς ὃν ἡ περσικὴ βασιλεία κατῆλθεν, ἐτύγχανεν.
[←5]
Για τα ιστορικά γεγονότα βλέπε το Κεφάλαιο 3: Το ιστορικό περιβάλλον τής «Κύρου Ανάβασης».
[←6]
Στο πρωτότυπο δεξιά κριοκράνοις. Ο Andrew Nichols, The Complete Fragments of Ctesias of Cnidus: Translation and Commentary with an Introduction, PhD Thesis, University of Florida, 2008, σελ. 163 μεταφράζει «τα κεφάλια κριαριών των αιθουσών τού παλατιού» και συνεχίζει: «Πολλή αβεβαιότητα περιβάλλει αυτή τη φράση. Ο Henry (1947 σελ. 12) μεταφράζει απλώς τον ελληνικό όρο κριοκράνοις ως το «πάνω μέρος» τού παλατιού, αλλά δεν παρέχει καμία εξήγηση στα σχόλιά του. Ο König (1972 σελ. 50) προβάλλει τον απίθανο ισχυρισμό ότι ο όρος αναφέρεται σε μαντρί και συγκρίνει αυτό το επεισόδιο με τη διαφυγή τού Οδυσσέα από το σπήλαιο τού Πολύφημου. Ο Lenfant (2004, σελ. 257, σημ. 413) ισχυρίζεται ότι μπορεί να αναφέρεται στα κιονόκρανα τού παλατιού, αλλά καθώς δεν υπάρχει άλλη μαρτυρία, επιλέγει με σύνεση τη μετάφραση τής φράσης κυριολεκτικά».
[←7]
[2] Φησὶν οὖν αὐτίκα περὶ τοῦ Ἀστυάγους, ὡς οὐδὲν αὐτοῦ Κῦρος πρὸς γένος ἐχρημάτιζεν· οὗτος δὲ αὐτὸν καὶ Ἀστυΐγαν καλεῖ· φυγεῖν δὲ ἀπὸ προσώπου Κύρου Ἀστυΐγαν ἐν Ἐκβατάνοις, καὶ κρυφθῆναι ἐν τοῖς κριοκράνοις τῶν βασιλείων οἰκημάτων, κρυψάντων αὐτὸν τῆς τε θυγατρὸς Ἀμύτιος καὶ τοῦ ἀνδρὸς αὐτῆς Σπιτάμα· ἐπιστάντα δὲ Κῦρον Οἰβάρᾳ ἐπιτάξαι ἀνακρίνειν διὰ στρεβλώσεων Σπιτάμαν τε καὶ Ἀμύτιν, ἀλλὰ καὶ τοὺς παῖδας αὐτῶν Σπιτάκην τε καὶ Μεγαβέρνην περὶ Ἀστυΐγα, τὸν δὲ ἑαυτὸν προσαγγεῖλαι ἵνα μὴ δι’ αὐτὸν στρεβλωθείησαν οἷ παῖδες· ληφθέντα δὲ πέδαις παχείαις ὑπὸ Οἰβάρα δεθῆναι, λυθῆναι δὲ ὑπ’ αὐτοῦ Κύρου μετ’ οὐ πολὺ καὶ ὡς πατέρα τιμηθῆναι, καὶ τὴν θυγατέρα Ἀμύτιν πρότερον μὲν μητρικῆς ἀπολαῦσαι τιμῆς, ἔπειτα δὲ καὶ εἰς γυναῖκα ἀχθῆναι τῷ Κύρῳ, Σπιτάμα τοῦ ἀνδρὸς αὐτῆς νῃρημένου ὅτι ἐψεύσατο ἀγνοεῖν εἰπὼν ἐρευνώμενον Ἀστυΐγαν. Ταῦτα λέγει Κτησίας περὶ Κύρου, καὶ οὐχ οἷα Ἡρόδοτος. Καὶ ὅτι πρὸς Βακτρίους ἐπολέμησε καὶ ἀγχώμαλος ἡ μάχη ἐγένετο· ἐπεὶ δὲ Βάκτριοι Ἀστυΐγαν μὲν πατέρα Κύρου γεγενημένον, Ἀμύτιν δὲ μητέρα καὶ γυναῖκα ἔμαθον, ἑαυτοὺς ἑκόντες Ἀμύτι καὶ Κύρῳ παρέδοσαν.
[←8]
Οι Σκύθες αναφέρονται ως Σάκαι δεξιά στο πρωτότυπο, όπως δηλαδή αναφέρονται και από άλλους αρχαίους συγγραφείς. Βλέπε εδώ κεφάλαια 4 (Πρώτη προσέγγιση τής διαδρομής), 5 (Υπόδειγμα χρονολόγησης για την Κύρου Ανάβαση) και 9 (Από τον ποταμό Άρπασο στο όρος Θήχης και την Τραπεζούντα).
[←9]
[3] Καὶ ὅτι πρὸς Σάκας ἐπολέμησε Κῦρος καὶ συνέλαβεν Ἀμόργην τῶν Σακῶν μὲν βασιλέα, ἄνδρα δὲ Σπαρέθρης ἥτις καὶ μετὰ τὴν ἅλωσιν τοῦ ἀνδρὸς στρατὸν συλλέξασα, ἐπολέμησε Κύρῳ ἀνδρῶν μὲν στράτευμα λʹ μυριάδας ἐπαγομένη, γυναικῶν δὲ εἴκοσι· καὶ νικᾷ Κῦρον, καὶ συλλαμβάνει ζωγρίαν μετὰ καὶ ἄλλων πλείστων, Παρμίσην τε τὸν Ἀμύτιος ἀδελφὸν καὶ τρεῖς αὐτοῦ παῖδας δι’ οὓς ὕστερον καὶ Ἀμόργης ἠφέθη, ἐπεὶ κἀκεῖνοι ἠφέθησαν.
[←10]
[4] Καὶ ὅτι στρατεύει Κῦρος ἐπὶ Κροῖσον καὶ πόλιν Σάρδεις, σύνεργον ἔχων Ἀμόργην. Ὅπως τε βουλῇ Οἰβάρα, Περσῶν εἴδωλα ξύλινα ἀνὰ τὸ τεῖχος φανέντα, εἰς δέος μὲν κατέστησε τοὺς ἐνοικοῦντας, ἥλω δὲ διὰ ταῦτα καὶ αὐτὴ ἡ πόλις. Ὅπως τε πρὸ τῆς ἁλώσεως δίδοται ὁ παῖς Κροίσου ἐν ὁμήρου λόγῳ, δαιμονίου φαντάσματος ἀπατήσαντος Κροῖσον. Ὅπως τε, δολορραφοῦντος Κροίσου, ὁ παῖς κατ’ ὀφθαλμοὺς ἀναιρεῖται· καὶ ὅπως ἡ μήτηρ, τὸ πάθος ἰδοῦσα, ἑαυτὴν τοῦ τείχους ἀποκρημνίζει καὶ θνῄσκει. Ὅπως τε, ἁλούσης τῆς πόλεως, πρὸς τὸ ἐν τῇ πόλει ἱερὸν τοῦ Ἀπόλλωνος καταφεύγει ὁ Κροῖσος, καὶ ὡς τρὶς ἐν τῷ ἱερῷ πεδηθεὶς ὑπὸ Κύρου, λύεται τρίτον ἀοράτως, καίτοι σφραγίδων τῷ ἱερῷ ἐπικειμένων, καὶ τούτων τὴν φυλακὴν Οἰβάρα ἐμπεπιστευμένου. Ὅπως τε οἱ συνδούμενοι Κροίσῳ τὰς κεφαλὰς ἀπετέμνοντο ὡς καταπροδιδόντες λύεσθαι Κροῖσον. Καὶ ὅτι ἀναληφθεὶς ἐν τοῖς βασιλείοις καὶ δεθεὶς ἀσφαλέστερον, βροντῶν καὶ σκηπτῶν ἐπενεχθέντων, λύεται πάλιν καὶ τότε μόλις ὑπὸ Κύρου ἀφίεται. Ἐξ οὗ καὶ περιείπετο καὶ ἔδωκε Κῦρος Κροίσῳ πόλιν μεγάλην Βαρήνην, ἐγγὺς Ἐκβατάνων, ἐν ᾗ ἦσαν ἱππεῖς μὲν πεντακισχίλιοι, πελτασταὶ δὲ καὶ ἀκοντισταὶ καὶ τοξόται μύριοι.
[←11]
[5] Ἔτι διαλαμβάνει ὡς ἀποστέλλει Κῦρος ἐν Περσίδι Πετησάκαν τὸν εὐνοῦχον, μέγα παρ’ αὐτῷ δυνάμενον, ἐνέγκαι ἀπὸ Βαρκανίων Ἀστυΐγαν· ἐπόθει γὰρ αὐτός τε καὶ ἡ θυγάτηρ Ἀμύτις τὸν πατέρα ἰδεῖν. Καὶ ὡς Οἰβάρας βουλεύει Πετησάκᾳ ἐν ἐρήμῳ τόπῳ καταλιπόντα Ἀστυΐγαν λιμῷ καὶ δίψει ἀπολέσαι· ὃ καὶ γέγονε. ∆ι’ ἐνυπνίων δὲ τοῦ μιάσματος μηνυθέντος, Πετησάκας, πολλάκις αἰτησαμένης Ἀμύτιος, εἰς τιμωρίαν παρὰ Κύρου ἐκδίδοται· ἡ δέ, τοὺς ὀφθαλμοὺς ἐξορύξασα καὶ τὸ δέρμα περιδείρασα, ἀνεσταύρισεν. Οἰβάρας δέ, δεδιὼς μὴ τὰ ὅμοια πείσεται, καίτοι Κύρου μηδὲν τοιοῦτον ἰσχυριζομένου παραχωρῆσαι, αὐτὸς μὲν ἀποκαρτερήσας δι’ ἡμερῶν δέκα, ἑαυτὸν ἐξήγαγεν. Ἀστυΐγας δὲ μεγαλοπρεπῶς ἐτάφη, καὶ ἐν τῇ ἐρήμῳ δὲ ἄβρωτος αὐτοῦ διέμεινεν ὁ νεκρός· λέοντες γὰρ αὐτοῦ, φησίν, μέχρι Πετησάκαν πάλιν ἐλθεῖν καὶ ἀναλαβεῖν ἐφύλαττον τὸν νεκρόν.
[←12]
[6] Κῦρος δὲ στρατεύει ἐπὶ ∆έρβικας, Ἀμοραίου βασιλεύοντος αὐτῶν. Καὶ ἐξ ἐνέδρας οἱ ∆έρβικες ἱστῶσιν ἐλέφαντας, καὶ τοὺς ἱππεῖς Κύρου τρέπουσι, καὶ πίπτει καὶ αὐτὸς Κῦρος ἐκ τοῦ ἵππου, καὶ ἰνδὸς ἀνὴρ (συνεμάχουν γὰρ Ἰνδοὶ τοῖς ∆ερβίκεσιν, ἐξ ὧν καὶ τοὺς ἐλέφαντας ἔφερον) οὗτος ὁ Ἰνδὸς πεπτωκότα Κῦρον βάλλει ἀκοντίῳ ὑπὸ τὸ ἰσχίον εἰς τὸν μηρόν, ἐξ οὗ καὶ τελευτᾷ. Τότε δὲ ζῶντα ἀνελόμενοι αὐτὸν οἱ οἰκεῖοι, ἐπὶ τὸ στρατόπεδον ᾔεσαν. Ἀπέθανον δὲ ἐν τῇ μάχῃ καὶ Περσῶν πολλοί, καὶ ∆ερβίκων ἴσοι· μύριοι γὰρ αὐτοί.
[←13]
[7] Ἀμόργης δέ, περὶ Κύρου ἀκούσας, σπουδῇ παραγίνεται ἔχων Σακῶν δισμυρίους ἱππέας, καὶ πολέμου συρραγέντος Περσῶν καὶ ∆ερβίκων, νικᾷ κατὰ κράτος ὁ Περσῶν καὶ Σακῶν στρατός. Ἀναιρεῖται δὲ καὶ ὁ τῶν ∆ερβίκων βασιλεὺς Ἀμοραῖος καὶ αὐτὸς καὶ οἱ δύο παῖδες αὐτοῦ· ἀπέθανον δὲ ∆ερβίκων μὲν τρισμύριοι, Περσῶν δὲ ἐνακισχίλιοι, καὶ προσεχώρησεν ἡ χώρα Κύρῳ.
[←14]
[8] Κῦρος δέ, μέλλων τελευτᾶν, Καμβύσην μὲν τὸν πρῶτον υἱὸν βασιλέα καθίστη, Τανυοξάρκην δὲ τὸν νεώτερον ἐπέστησε δεσπότην Βακτρίων καὶ τῆς χώρας καὶ Χοραμνίων καὶ Παρθίων καὶ Καρμανίων, ἀτελεῖς ἔχειν τὰς χώρας διορισάμενος· τῶν δὲ Σπιτάμα παίδων, Σπιτάκην μὲν ∆ερβίκων ἀπέδειξε σατράπην, Μεγαβέρνην δὲ Βαρκανίων· τῇ μητρὶ δὲ πάντα πείθεσθαι προσέταττε, καὶ Ἀμόργην φίλον τούτοις τῶν δεξιῶν ἐμβαλλομένων ἐποιεῖτο καὶ ἀλλήλοις· καὶ τοῖς μὲν ἐμμένουσι ταῖς πρὸς ἀλλήλους εὐνοίαις, ἀγαθὰ ηὔχετο· ἐπηρᾶτο δὲ τοῖς χειρῶν ἄρξουσιν ἀδίκων. Ταῦτα εἰπάς, ἐτελεύτησε τρίτῃ ὕστερον ἀπὸ τοῦ τραύματος ἡμέρᾳ, βασιλεύσας ἔτη λʹ. Ἐν οἷς ὁ ἑνδέκατος Κτησίου λόγος τοῦ Κνιδίου.
[←15]
[9] Ἄρχεται δὲ ὁ δωδέκατος ἀπὸ τῆς Καμβύσου βασιλείας. Οὗτος βασιλεύσας ἀπέστειλε τὸν τοῦ πατρὸς νεκρὸν διὰ Βαγαπάτου τοῦ εὐνούχου εἰς Πέρσας ταφῆναι, καὶ τἄλλα ὡς ὁ πατὴρ ὥρισε διῳκήσατο. Μέγιστον δὲ παρ’ αὐτῷ ἠδύνατο Ἀρτασύρας Ὑρκάνιος, τῶν δὲ εὐνούχων, Ἰζαβάτης τε καὶ Ἀσπαδάτης καὶ Βαγαπάτης, ὃς καὶ παρὰ τῷ πατρὶ μέγιστος ἦν μετὰ τὸν Πετησάκα θάνατον. Οὗτος στρατεύει ἐπ’ Αἴγυπτον καὶ τῶν Αἰγυπτίων τὸν βασιλέα Ἀμυρταῖον καὶ νικᾷ Ἀμυρταῖον, Κομβάφεως τοῦ εὐνούχου, ὃς ἦν μέγα δυνάμενος παρὰ τῷ Αἰγυπτίων βασιλεῖ, καταπροδόντος τάς τε γεφύρας καὶ τἄλλα τῶν Αἰγυπτίων πράγματα, ἐφ’ ᾧ γενέσθαι ὕπαρχος Αἰγύπτου. Καὶ γέγονε· ταῦτα γὰρ αὐτῷ Καμβύσης διὰ Ἰζαβάτου τοῦ Κομβάφεως ἀνεψιοῦ συνέθετο, καὶ αὐτὸς δὲ οἰκειοφώνως ὕστερον· ζωγρίαν δὲ λαβὼν τὸν Ἀμυρταῖον, οὐδὲν ἄλλο κακὸν εἰργάσατο ἢ ὅτι εἰς Σοῦσα ἀνάσπαστον σὺν ἑξακισχιλίοις Αἰγυπτίοις, οὓς αὐτὸς ᾑρετίσατο, ἐποιήσατο· καὶ τὴν Αἴγυπτον δὲ πᾶσαν ὑπέταξεν. Ἀπέθανον δὲ ἐν τῇ μάχῃ Αἰγυπτίων μὲν μυριάδες πέντε, Περσῶν δὲ ἑπτακισχίλιοι.
[←16]
Αναφερόμενος αλλού ως Σμέρδης, Μέργης, Μέρδις.
[←17]
[10] Μάγος δέ τις, Σφενδαδάτης ὄνομα, ἁμαρτήσας καὶ μαστιγωθεὶς ὑπὸ Τανυοξάρκου, ἀφικνεῖται πρὸς Καμβύσην ἐνδιαβάλλων τὸν ἀδελφὸν Τανυοξάρκην ὡς ἐπιβουλεύοντα αὐτῷ· καὶ σημεῖον ἐδίδου τῆς ἀποστάσεως ὡς εἰ κληθείη ἐλθεῖν, οὐκ ἂν ἔλθοι. ∆ηλοῖ τοίνυν ὁ Καμβύσης ἐλθεῖν τὸν ἀδελφόν· ὁ δέ, χρείας ἄλλης ἀπαιτούσης, μένειν ἀνελάβετο. Παρρησιάζεται ταῖς διαβολαῖς πλέον ὁ μάγος. Ἀμύτις δὲ ἡ μήτηρ, τὰ τοῦ μάγου ὡς ἦν ὑπονοοῦσα, ἐνουθέτει Καμβύσην τὸν υἱὸν μὴ πείθεσθαι· ὁ δὲ ὑπεκρίνετο μὴ πείθεσθαι, ἐπείθετο δὲ μάλιστα. ∆ιαπεμψαμένου δὲ τρίτον Καμβύσου πρὸς τὸν ἀδελφόν, παραγίνεται καὶ ἀσπάζεται μὲν αὐτὸν ὁ ἀδελφός, οὐδὲν δὲ ἧττον ἀνελεῖν ἐμελέτα, κρύφα δὲ Ἀμύτιος εἰς πρᾶξιν ἀγαγεῖν τὴν μελέτην ἔσπευδε. Καὶ λαμβάνει πέρας ἡ πρᾶξις· ὁ γάρ τοι μάγος, βουλῆς τῷ βασιλεῖ κοινωνῶν, βουλεύει τοιοῦτον· ὅμοιος ἦν αὐτὸς ὁ μάγος κάρτα τῷ Τανυοξάρκῃ· βουλεύει τοιγαροῦν αὐτὸν μὲν ἐν τῷ φανερῷ, ὡς δῆθεν ἀδελφοῦ βασιλέως κατειπόντα, τὴν κεφαλὴν προστάξαι ἀποτμηθῆναι, ἐν δὲ τῷ κρυπτῷ ἀναιρεθῆναι Τανυοξάρκην, καὶ τὴν ἐκείνου στολὴν ἀμφιασθῆναι τὸν μάγον ὥστε καὶ τῷ ἀμφιάσματι νομίζεσθαι Τανυοξάρκην. Καὶ γίνεται ταῦτα· αἵματι γὰρ ταύρου ὃ ἐξέπιεν, ἀναιρεῖται Τανυοξάρκης, ἀμφιάζεται δὲ ὁ μάγος καὶ νομίζεται Τανυοξάρκης καὶ λανθάνει πάντας ἐπὶ πολὺν χρόνον πλὴν Ἀρτασύρα καὶ Βαγαπάτου καὶ Ἰζαβάτου· τούτοις γὰρ μόνοις Καμβύσης ἐθάρρησε τὴν πρᾶξιν.
[←18]
[11] Λάβυξον δὲ τῶν εὐνούχων τὸν πρῶτον οἳ ἦσαν Τανυοξάρκεω προσκαλεσάμενος ὁ Καμβύσης καὶ τοὺς ἄλλους, καὶ ὑποδείξας τὸν μάγον ᾧ ἐσχημάτιστο καθεζόμενον· Τοῦτον, ἔφη, νομίζετε Τανυοξάρκην; Ὁ δὲ Λάβυξος θαυμάσας· Καὶ τίνα ἄλλον, ἔφη, νομιοῦμεν; τοσοῦτον ἐλάνθανε τῇ ὁμοιότητι ὁ μάγος. Ἐκπέμπεται οὖν εἰς Βακτρίους καὶ πράττει πάντα ὡς Τανυοξάρκης. Πέντε δὲ ἐνιαυτῶν διελθόντων, μηνύεται ἡ Ἀμύτις τὸ δρᾶμα διὰ Τιβέθεως τοῦ εὐνούχου ὃν ὁ μάγος τυπτήσας ἐτύγχανε. Καὶ αἰτεῖ τὸν Σφενδαδάτην παρὰ Καμβύσου· ὁ δὲ οὐ δίδωσιν, ἡ δὲ ἐπαρᾶται καὶ πιοῦσα φάρμακον τελευτᾷ.
[←19]
[12] Θύει ὁ Καμβύσης, καὶ τῶν ἱερείων σφαζομένων, αἷμα οὐκ ἀπορρεῖ, καὶ ἀθυμεῖ. Καὶ τίκτει αὐτῷ ἡ Ῥωξάνη παιδίον ἀκέφαλον, καὶ πλέον ἀθυμεῖ. Καὶ οἱ μάγοι λέγουσιν αὐτῷ τὴν τῶν τεράτων δήλωσιν, ὅτι οὐ καταλείψει τῆς ἀρχῆς διάδοχον. Καὶ ἐφίσταται αὐτῷ ἡ μήτηρ ἐν νυκτὶ ἀπειλοῦσα τῆς μιαιφονίας, καὶ πλέον ἀθυμεῖ. Ἀφικόμενος δὲ εἰς Βαβυλῶνα, καὶ ξέων ξυλάριον μαχαίρᾳ διατριβῆς χάριν, παίει τὸν μηρὸν εἰς τὸν μῦν, καὶ ἑνδεκαταῖος τελευτᾷ, βασιλεύσας δυοῖν δέοντα εἴκοσι.
[←20]
[13] Βαγαπάτης δὲ καὶ Ἀρτασύρας, πρὶν ἢ Καμβύσης τελευτήσει, ἐβουλεύσαντο βασιλεῦσαι τὸν μάγον· καὶ ἐβασίλευσεν ἐκείνου τελευτήσαντος. Λαβὼν δὲ τὸ Καμβύσου σῶμα, Ἰζαβάτης ἦγεν εἰς Πέρσας. Τοῦ μάγου δὲ βασιλεύσαντος ἐπ’ ὀνόματι τοῦ Τανυοξάρκου, ἧκεν Ἰζαβάτης ἐκ Περσίδος, καὶ κατειπὼν τῇ στρατιᾷ πάντα, καὶ θριαμβεύσας τὸν μάγον, κατέφυγεν εἰς τὸ ἱερόν, ἐκεῖθέν τε συλληφθεὶς ἀπετμήθη.
[←21]
Ο Ηρόδοτος 3.70 παρέχει τα ονόματα ως Ινταφέρνης, Οτάνης, Γοβρύας, Υδάρνης, Μεγάβυζος, Ασπαθίνης, Δαρείος: Τότε ο Οτάνης πήρε παράμερα δύο Πέρσες ανώτατου βαθμού, τους οποίους θεωρούσε ότι άξιζαν εμπιστοσύνης, τον Ασπαθίνη και τον Γοβρύα, και τους είπε όλη την ιστορία. Αυτοί, όπως φαίνεται, είχαν υποψιαστεί ότι ήταν έτσι. Τώρα λοιπόν πίστευαν πρόθυμα αυτό που τους αποκάλυπτε ο Οτάνης. Αποφάσισαν ότι ο καθένας έπρεπε να προσεταιριστεί τον Πέρση που εμπιστευόταν περισσότερο. Ο Οτάνης έφερε τον Ινταφέρνη, ο Γοβρύας τον Μεγάβυζο και ο Ασπαθίνης τον Υδάρνη. Όταν έγιναν έξι, έφτασε στα Σούσα ο Δαρείος, του οποίου ο πατέρας, ο Υστάσπης, ήταν κατώτερος κυβερνήτης των Περσών. Όταν ήρθε λοιπόν, οι έξι Πέρσες αποφάσισαν να προσεταιριστούν και τον Δαρείο. (ὁ δὲ Ὀτάνης παραλαβὼν Ἀσπαθίνην καὶ Γοβρύην, Περσέων τε πρώτους ἐόντας καὶ ἑωυτῷ ἐπιτηδεοτάτους ἐς πίστιν, ἀπηγήσατο πᾶν τὸ πρῆγμα· οἱ δὲ καὶ αὐτοὶ ἄρα ὑπώπτευον οὕτω τοῦτο ἔχειν, ἀνενείκαντος δὲ τοῦ Ὀτάνεω τοὺς λόγους ἐδέξαντο, καὶ ἔδοξέ σφι ἕκαστον ἄνδρα Περσέων προσεταιρίσασθαι τοῦτον ὅτεῳ πιστεύει μάλιστα. Ὀτάνης μέν νυν ἐσάγεται Ἰνταφρένεα, Γοβρύης δὲ Μεγάβυζον, Ἀσπαθίνης δὲ Ὑδάρνεα. γεγονότων δὲ τούτων ἓξ παραγίνεται ἐς τὰ Σοῦσα Δαρεῖος ὁ Ὑστάσπεος ἐκ Περσέων ἥκων· τούτων γὰρ δὴ ἦν οἱ ὁ πατὴρ ὕπαρχος. ἐπεὶ ὦν οὗτος ἀπίκετο, τοῖσι ἓξ τῶν Περσέων ἔδοξε καὶ Δαρεῖον προσεταιρίσασθαι.)
[←22]
[14] Ἐντεῦθεν, ἑπτὰ τῶν Περσῶν ἐπίσημοι συνέθεντο ἀλλήλοις κατὰ τοῦ μάγου· Ὀνόφας, Ἰδέρνης, Νορονδαβάτης, Μαρδόνιος, Βαρίσσης, Ἀταφέρνης, καὶ ∆αρεῖος Ὑστάσπεω. Τούτων ἀλλήλοις πίστεις δόντων, προσλαμβάνεται καὶ ὁ Ἀρτασύρας, εἶτα καὶ ὁ Βαγαπάτης, ὃς τὰς κλεῖς πάσας τῶν βασιλείων εἶχεν· καὶ εἰσελθόντες διὰ Βαγαπάτου οἱ ἑπτὰ εἰς τὰ βασίλεια, εὑρίσκουσι τὸν μάγον παλλακῇ βαβυλωνίᾳ συγκαθεύδοντα. Ὡς δὲ εἶδεν, ἀνεπήδησε καὶ μηδὲν εὑρὼν τῶν πολεμικῶν ὀργάνων (πάντα γὰρ ὁ Βαγαπάτης λάθρᾳ ὑπεξήγαγε) δίφρον χρύσεον συντρίψας καὶ λαβὼν τὸν πόδα, ἐμάχετο· καὶ τέλος κατακεντηθεὶς ὑπὸ τῶν ἑπτά, ἀπέθανε βασιλεύσας μῆνας ἑπτά.
[←23]
Ο Ηρόδοτος 3.85-86 γράφει: Ο Δαρείος είχε έναν έξυπνο ιπποκόμο που ονομαζόταν Οιβάρης. Όταν τελείωσε η σύσκεψη, ο Δαρείος τού είπε: «Οιβάρη, αποφασίσαμε να κάνουμε το εξής για τη θέση τού βασιλιά: θα γίνει βασιλιάς εκείνος τού οποίου το άλογο θα χλιμιντρίσει πρώτο με την ανατολή τού ήλιου, ενώ θα βρισκόμαστε όλοι πάνω στα άλογά μας. Αν έχεις κάποια εξυπνάδα, προσπάθησε να βρεις τον τρόπο με τον οποίο θα πάρουμε αυτό το βραβείο εμείς και όχι κάποιος άλλος». Κι απάντησε ο Οιβάρης: «Κύριε, αν πρόκειται αυτό να καθορίσει αν θα γίνεις βασιλιάς ή όχι, να είσαι βέβαιος και να μην ανησυχείς, γιατί κανένας άλλος δεν θα γίνει βασιλιάς πριν από σένα. Τέτοια κόλπα έχω». Τότε είπε ο Δαρείος: «Αν έχεις κάποιο τέχνασμα όπως λες, χρησιμοποίησέ το και μην το αφήσεις, γιατί αύριο είναι η μέρα τής απόφασης». Όταν το άκουσε ο Οιβάρης, έκανε το εξής. Τη νύχτα έφερε μία από τις φοράδες, την οποία προτιμούσε ιδιαίτερα το άλογο τού Δαρείου και την έδεσε στο προάστειο τής πόλης. Ύστερα, φέρνοντας το άλογο τού Δαρείου, το οδήγησε επανειλημμένα κοντά στη φοράδα και στο τέλος το έβαλε να την καβαλήσει. Όταν ξημέρωνε, ήλθαν οι έξι έφιπποι, όπως είχαν συμφωνήσει. Καθώς ίππευαν στο προάστειο, όταν έφτασαν στο σημείο όπου είχε δεθεί η φοράδα την προηγούμενη νύχτα, το άλογο τού Δαρείου έτρεξε μπροστά και χλιμίντρισε. (Δαρείῳ δὲ ἦν ἱπποκόμος ἀνὴρ σοφός, τῷ οὔνομα ἦν Οἰβάρης. πρὸς τοῦτον τὸν ἄνδρα, ἐπείτε διελύθησαν, ἔλεξε Δαρεῖος τάδε. ‘Οἴβαρες, ἡμῖν δέδοκται περὶ τῆς βασιληίης ποιέειν κατὰ τάδε: ὅτευ ἂν ὁ ἵππος πρῶτος φθέγξηται ἅμα τῷ ἡλίῳ ἀνιόντι αὐτῶν ἐπαναβεβηκότων, τοῦτον ἔχειν τὴν βασιληίην. νῦν ὦν εἴ τινα ἔχεις σοφίην, μηχανῶ ὡς ἂν ἡμεῖς σχῶμεν τοῦτο τὸ γέρας καὶ μὴ ἄλλος τις.’ ἀμείβεται Οἰβάρης τοῖσιδε. ‘εἰ μὲν δὴ ὦ δέσποτα ἐν τούτῳ τοι ἐστὶ ἢ βασιλέα εἶναι ἢ μή, θάρσεε τούτου εἵνεκεν καὶ θυμὸν ἔχε ἀγαθόν, ὡς βασιλεὺς οὐδεὶς ἄλλος πρὸ σεῦ ἔσται: τοιαῦτα ἔχω φάρμακα.’ Λέγει Δαρεῖος ‘εἰ τοίνυν τι τοιοῦτον ἔχεις σόφισμα, ὥρη μηχανᾶσθαι καὶ μὴ ἀναβάλλεσθαι, ὡς τῆς ἐπιούσης ἡμέρης ὁ ἀγὼν ἡμῖν ἐστί.’ ἀκούσας ταῦτα ὁ Οἰβάρης ποιέει τοιόνδε: ὡς ἐγίνετο ἡ νύξ, τῶν θηλέων ἵππων μίαν, τὴν ὁ Δαρείου ἵππος ἔστεργε μάλιστα, ταύτην ἀγαγὼν ἐς τὸ προάστειον κατέδησε καὶ ἐπήγαγε τὸν Δαρείου ἵππον, καὶ τὰ μὲν πολλὰ περιῆγε ἀγχοῦ τῇ ἵππῳ ἐγχρίμπτων τῇ θηλέῃ, τέλος δὲ ἐπῆκε ὀχεῦσαι τὸν ἵππον. ἅμ᾽ ἡμέρῃ δὲ διαφωσκούσῃ οἱ ἓξ κατὰ συνεθήκαντο παρῆσαν ἐπὶ τῶν ἵππων: διεξελαυνόντων δὲ κατὰ τὸ προάστειον, ὡς κατὰ τοῦτο τὸ χωρίον ἐγίνοντο ἵνα τῆς παροιχομένης νυκτὸς κατεδέδετο ἡ θήλεα ἵππος, ἐνθαῦτα ὁ Δαρείου ἵππος προσδραμὼν ἐχρεμέτισε.)
[←24]
[15] Βασιλεύει δὲ τῶν ἑπτὰ ὁ ∆αρεῖος, τοῦ ἵππου, καθὰ συνέκειτο ἀλλήλοις, πρώτου μηχανῇ τινι καὶ τέχνῃ, ἐπειδὰν ὁ ἥλιος πρὸς ἀνατολὰς ἐγένετο, χρεμετίσαντος. Ἄγεται τοῖς Πέρσαις ἑορτὴ τῆς μαγοφονίας, καθ’ ἣν Σφενδαδάτης ὁ μάγος ἀνῄρηται. ∆αρεῖος προστάσσει τάφον ἑαυτῷ κατασκευασθῆναι ἐν τῷ δισσῷ ὄρει, καὶ κατασκευάζεται. Ἐπιθυμήσας δὲ ἰδεῖν αὐτόν, ὑπό τε τῶν Χαλδαίων καὶ τῶν γονέων κωλύεται. Οἱ δὲ γονεῖς, ἀνελθεῖν βουληθέντες, ἐπεὶ οἱ ἱερεῖς εἶδον οἱ ἀνέλκοντες αὐτούς, καὶ ἐφοβήθησαν καὶ φοβηθέντες ἀφῆκαν τὰ σχοινία, ἔπεσον καὶ ἐτελεύτησαν. Καὶ ἐλυπήθη ∆αρεῖος λίαν, καὶ ἀπετμήθησαν αἱ κεφαλαὶ μʹ ὄντων τῶν ἀνελκόντων.
[←25]
Πεντηκόντορος: Πλοίο με πενήντα κουπιά.
[←26]
[16] Ὅτι ἐπιτάσσει ∆αρεῖος Ἀριαράμνῃ τῷ σατράπῃ Καππαδοκίας ἐπὶ Σκύθας διαβῆναι καὶ ἄνδρας καὶ γυναῖκας αἰχμαλωτίσαι· ὁ δὲ διαβὰς πεντηκοντόροις λʹ ᾐχμαλώτισε. Συνέλαβε δὲ καὶ τὸν ἀδελφὸν τοῦ βασιλέως τῶν Σκυθῶν Μαρσαγέτην, ἐπὶ κακώσει εὑρὼν παρὰ τοῦ οἰκείου ἀδελφοῦ δεδεμένον.
[←27]
Ίστρος: Ο Δούναβης.
[←28]
Διαβατήριος Ζεύς: Ο Δίας ως θεός τού περάσματος. Ο «βωμός» ήταν μάλλον μια στήλη που στήθηκε για να μνημονεύει το πέρασμα τού Δαρείου.
[←29]
[17] Σκυθάρβης δέ, ὁ Σκυθῶν βασιλεύς, ὀργισθεὶς ἔγραψεν ὑβρίζων ∆αρεῖον, καὶ ἀντεγράφη αὐτῷ ὁμοίως. Στράτευμα δὲ ἀγείρας ∆αρεῖος πʹ μυριάδας, καὶ ζεύξας τὸν Βόσπορον καὶ τὸν Ἴστρον, διέβη ἐπὶ Σκύθας, ὁδὸν ἐλάσας ἡμερῶν ιεʹ. Καὶ ἀντέπεμπον ἀλλήλοις τόξα· ἐπικρατέστερα δ’ ἦν τῶν Σκυθῶν. ∆ιὸ καὶ φεύγων ∆αρεῖος διέβη τὰς γεφυρώσεις καὶ ἔλυσε σπεύδων πρὶν ἢ τὸ ὅλον διαβῆναι στράτευμα· καὶ ἀπέθανον ὑπὸ Σκυθάρβεω οἱ καταλειφθέντες ἐν τῇ Εὐρώπῃ μυριάδες ηʹ. ∆αρεῖος δὲ τὴν γέφυραν διαβάς, Χαλκηδονίων οἰκίας καὶ ἱερὰ ἐνέπρησεν ἐπεὶ τὰς πρὸς αὐτοῖς γεφύρας ἐμελέτησαν λῦσαι, καὶ ὅτι τὸν βωμόν, ὃν περῶν ∆αρεῖος κατέθετο ἐπ’ ὀνόματι διαβατηρίου ∆ιὸς ἠφάνισαν.
[←30]
[18] ∆άτις δὲ ἐπανιὼν ἐκ πόντου καὶ τοῦ μηδικοῦ στόλου ἡγούμενος, ἐπόρθει νήσους καὶ τὴν Ἑλλάδα· ἐν Μαραθῶνι δὲ Μιλτιάδης ὑπαντιάζει καὶ νικᾷ τοὺς βαρβάρους, καὶ πίπτει καὶ αὐτὸς ∆άτις καὶ οὐδὲ τὸ σῶμα Πέρσαις αἰτησαμένοις ἐδόθη.
[←31]
[19] ∆αρεῖος δὲ ἐπανελθὼν εἰς Πέρσας καὶ θύσας καὶ ἡμέρας νοσήσας λʹ τελευτᾷ, ζήσας μὲν ἔτη οβʹ, βασιλεύσας δὲ ἔτη λαʹ. Ἀπέθανε δὲ καὶ Ἀρτασύρας. Καὶ ὁ Βαγαπάτης δὲ τὸ σῆμα ∆αρείου παρακαθίσας ἔτη ζʹ ἐτελεύτησε.
[←32]
[20] Βασιλεύει Ξέρξης ὁ υἱός, καὶ Ἀρτάπανος, ὁ Ἀρτασύρα παῖς, γίνεται δυνατὸς παρ’ αὐτῷ ὡς ὁ πατὴρ παρὰ τῷ πατρί, καὶ Μαρδόνιος ὁ παλαιός, εὐνούχων δὲ μέγιστον ἠδύνατο Νατάκας. Γαμεῖ δὲ Ξέρξης Ὀνόφα θυγατέρα Ἀμῆστριν, καὶ γίνεται αὐτῷ παῖς ∆αρειαῖος, καὶ ἕτερος μετὰ δύο ἔτη Ὑστάπης, καὶ ἔτι Ἀρτοξέρξης, καὶ θυγατέρες δύο, ὧν ἡ μὲν Ἀμύτις κατὰ τὴν ὀνομασίαν τῆς μάμμης, ἡ δὲ Ῥοδογούνη.
[←33]
Βλέπε Κλαύδιο Αιλιανό, Διάφορες Ιστορίες 13.3: Ο Ξέρξης, ο γιος τού Δαρείου, παραβιάζοντας τον τάφο τού αρχαίου Βήλου βρήκε γυάλινο δοχείο, στο οποίο το σώμα τού νεκρού βρισκόταν μέσα σε λάδι. Αλλά το δοχείο δεν ήταν γεμάτο. Έλειπε στο πάνω μέρος λάδι ύψους ενός χεριού. Δίπλα στο δοχείο υπήρχε μικρός πυλώνας, πάνω στον οποίο ήταν γραμμένο: «Εκείνος που παραβίασε τον τάφο αλλά δεν γέμισε το δοχείο, θα έχει κακή τύχη». Διαβάζοντάς το ο Ξέρξης τρόμαξε και πρόσταξε να ρίξουν γρήγορα λάδι μέσα σε αυτό. Παρ’ όλα αυτά δεν γέμισε. Τότε πρόσταξε να ρίξουν μἐσα του λάδι για δεύτερη φορά, αλλά ούτε τώρα αυξήθηκε καθόλου η στάθμη τού λαδιού. Εγκατέλειψε λοιπόν αποτυγχάνοντας και κλείνοντας τον τάφο αναχώρησε πολύ λυπημένος. Αποδείχθηκε σωστό εκείνο που ήταν γραμμένο, γιατί έχοντας εναντίον τής Ελλάδας στρατό πενήντα μυριάδων, υπέστη μεγάλη ήττα, ενώ, επιστρέφοντας στην πατρίδα, πέθανε άθλια, δολοφονημένος από τον ίδιο του τον γιο νύχτα στο κρεβάτι του. (Ξέρξης ὁ Δαρείου παῖς τοῦ Βήλου τοῦ ἀρχαίου διασκάψας τὸ μνῆμα πύελον ὑελίνην εὗρεν, ἔνθα ἦν κείμενος ὁ νεκρὸς ἐν ἐλαίῳ. οὐ μὴν πεπλήρωτο ἡ πύελος, ἐνέδει δὲ ἀπὸ τοῦ χείλους ἐς παλαιστὴν ἴσως. παρέκειτο δὲ τῇ πυέλῳ καὶ στήλη βραχεῖα, ἔνθα ἐγέγραπτο ῾τῷ ἀνοίξαντι τὸ μνῆμα καὶ μὴ ἀναπληρώσαντι τὴν πύελον οὐκ ἔστιν ἄμεινον.᾿ ἀναγνοὺς δὲ ὁ Ξέρξης ἔδεισε, καὶ προσέταξεν ἐπιχέαι ἔλαιον τὴν ταχίστην: οὐ μὴν πεπλήρωτο. ὃ δὲ πάλιν προσέταξεν ἐπιχέαι. αὔξησιν δὲ οὐκ ἐλάμβανεν, ἕως ἀπεῖπε μάτην ἀναλίσκων τὸ ἐπιχεόμενον. κατακλείσας δὲ τὸν τάφον, ἀπηλλάγη ἀδημονῶν. οὐ διεψεύσατο δὲ ἡ στήλη ὅσα προεῖπεν: ἀθροίσας γὰρ ἑβδομήκοντα μυριάδας ἐπὶ τοὺς Ἕλληνας, κακῶς ἀπήλλαξεν, εἶτα ἐπανελθὼν αἴσχιστα ἀνθρώπων ἀπέθανεν, ἀποσφαγεὶς νύκτωρ ἐν τῇ εὐνῇ ὑπὸ τοῦ υἱοῦ.)
[←34]
[21] Ὁ δὲ δὴ Ξέρξης στρατεύει ἐπὶ τοὺς Ἕλληνας ὅτι τε Χαλκηδόνιοι λῦσαι τὴν γέφυραν, ὡς ἤδη εἴρηται, ἐπειράθησαν, καὶ ὅτι τὸν βωμόν, ὃν ἔστησε ∆αρεῖος καθεῖλον, καὶ ὅτι ∆άτιν Ἀθηναῖοι ἀνεῖλον καὶ οὐδὲ τὸν νεκρὸν ἔδοσαν. Πρότερον δὲ εἰς Βαβυλῶνα ἀφίκετο, καὶ ἰδεῖν ἐπεθύμησε τὸν Βελιτανᾶ τάφον· καὶ εἶδε διὰ Μαρδονίου, καὶ τὴν πύελον ἐλαίου οὐκ ἴσχυσεν, ὥσπερ καὶ ἐγέγραπτο, πληρῶσαι.
[←35]
[22] Ἐξελαύνει Ξέρξης εἰς Ἐκβάτανα, καὶ ἀγγέλλεται αὐτῷ ἀπόστασις Βαβυλωνίων καὶ Ζωπύρου τοῦ στρατηγοῦ αὐτῶν ὑπὸ σφῶν ἀναίρεσις. Οὕτω καὶ περὶ τούτων φησὶ Κτησίας, καὶ οὐχ ὡς Ἡρόδοτος. Ἃ δὲ περὶ Ζωπύρου ἐκεῖνος λέγει, πλὴν ὅτι ἡμίονος αὐτῷ ἔτεκεν, ἐπεὶ τά γε ἄλλα Μεγάβυζον οὗτος λέγει διαπράξασθαι, ὃς ἦν γαμβρὸς ἐπὶ τῇ θυγατρὶ Ἀμύτι τοῦ Ξέρξου. Οὕτω μὲν ἥλω διὰ Μεγαβύζου Βαβυλών. ∆ίδωσιν αὐτῷ Ξέρξης ἄλλα τε πολλὰ καὶ μύλην χρυσῆν ἓξ ἕλκουσαν τάλαντα, ὃ τιμιώτατον τῶν βασιλικῶν δώρων παρὰ Πέρσαις ἐστί.
[←36]
[23] Ξέρξης δὲ συναγείρας στρατιὰν περσικὴν ἄνευ τῶν ἁρμάτων ὀγδοήκοντα μυριάδας καὶ τριήρεις χιλίας, ἤλαυνεν ἐπὶ τὴν Ἑλλάδα, ζευγνὺς τὴν Ἄβυδον. ∆ημάρατος δὲ ὁ Λακεδαιμόνιος παρεγένετο ἤδη πρῶτον, καὶ συνῆν αὐτῷ ἐν τῇ διαβάσει, καὶ ἀπεῖργε τῆς εἰς Λακεδαίμονα ἐφόδου. Ξέρξης δὲ προσβάλλει ἐν Θερμοπύλαις Λεωνίδᾳ τῷ στρατηγῷ τῶν Λακεδαιμονίων δι’ Ἀρταπάνου ἔχοντος μυρίους· καὶ κατεκόπη τὸ περσικὸν πλῆθος, τῶν Λακεδαιμονίων δύο ἢ τριῶν ἀναιρεθέντων. Εἶτα προσβαλεῖν κελεύει μετὰ δισμυρίων, καὶ ἧττα γίνεται κἀκείνων. Εἶτα μαστιγοῦνται ἐπὶ τῷ πολεμεῖν, καὶ μαστιγούμενοι ἔτι ἡττῶντο. Τῇ δὲ ὑστεραίᾳ κελεύει μάχεσθαι μετὰ πεντακισμυρίων· καὶ ἐπεὶ οὐδὲν ἤνυεν, ἔλυσε τότε τὸν πόλεμον.
[←37]
[24] Θώραξ δὲ ὁ Θεσσαλὸς καὶ Τραχινίων οἱ δυνατοί, Καλλιάδης καὶ Τιμαφέρνης, παρῆσαν στρατιὰν ἔχοντες· καλέσας δὲ Ξέρξης τούτους τε καὶ τὸν ∆ημάρατον καὶ τὸν Ἡγίαν τὸν Ἐφέσιον, ἔμαθεν ὡς οὐκ ἂν ἡττηθεῖεν Λακεδαιμόνιοι εἰ μὴ κυκλωθείησαν. Ἡγουμένων δὲ τῶν δύο Τραχινίων διὰ δυσβάτου, στρατὸς περσικὸς διελήλυθε, μυριάδες τέσσαρες, καὶ κατὰ νώτου γίνονται τῶν Λακεδαιμονίων· καὶ κυκλωθέντες ἀπέθανον μαχόμενοι ἀνδρείως ἅπαντες.
[←38]
Οι 9.000 πολίτες τής Σπάρτης με πλήρη δικαιώματα, που αποτελούσαν ένα είδος αριστοκρατίας.
[←39]
Οι ελεύθεροι κάτοικοι των πόλεων (εκτός από τη Σπάρτη) που απολάμβαναν αστική, αλλά όχι πολιτική, ελευθερία.
[←40]
[25] Ξέρξης δὲ πάλιν στράτευμα πέμπει κατὰ Πλαταιέων, μυριάδας ιβʹ ἡγούμενον αὐτοῖς Μαρδόνιον ἐπιστήσας. Θηβαῖοι δ’ ἦσαν οἱ κατὰ Πλαταιέων τὸν Ξέρξην κινοῦντες. Ἀντιστρατεύει δὲ Παυσανίας ὁ Λακεδαιμόνιος, τριακοσίους μὲν ἔχων Σπαρτιήτας, χιλίους δὲ τῶν περιοίκων, ἐκ δὲ τῶν ἄλλων πόλεων χιλιάδας ἓξ καὶ νικᾶται κατὰ κράτος ἡ περσικὴ στρατιά· καὶ φεύγει τραυματισθεὶς καὶ Μαρδόνιος. Οὗτος ὁ Μαρδόνιος πέμπεται συλῆσαι τὸ τοῦ Ἀπόλλωνος ἱερὸν παρὰ Ξέρξου, κἀκεῖ, φησί, θνῄσκει, χαλάζης ἐπιπεσούσης παχείας· ἐφ’ ᾧ λίαν Ξέρξης ἐλυπήθη.
[←41]
Προφανώς για να παρεμποδίσουν την κατασκευή τού αναχώματος.
[←42]
[26] Ξέρξης δ’ ἐπ’ αὐτὰς Ἀθήνας ἐλαύνει· καὶ Ἀθηναῖοι, πληρώσαντες ἑκατὸν δέκα τριήρεις, φεύγουσιν εἰς Σαλαμῖνα. Καὶ Ξέρξης τὴν πόλιν κενὴν αἱρεῖ καὶ ἐμπίπρησι πλὴν τῆς ἀκροπόλεως· ἐν αὐτῇ γὰρ ἔτι τινὲς ὑπολειφθέντες ἐμάχοντο. Τέλος, κἀκείνων νυκτὶ φυγόντων, κἀκείνην συνέφλεξαν. Ὁ δὲ Ξέρξης, αὐτόθεν ἐλθὼν ἐπὶ στεινότατον τῆς Ἀττικῆς (Ἡράκλειον καλεῖται) ἐχώννυε χῶμα ἐπὶ Σαλαμῖνα, πεζῇ ἐπ’ αὐτὴν διαβῆναι διανοούμενος. Βουλῇ δὲ Θεμιστοκλέους Ἀθηναίου καὶ Ἀριστείδου, τοξόται μὲν ἀπὸ Κρήτης προσκαλοῦνται καὶ παραγίνονται. Εἶτα ναυμαχία Περσῶν καὶ Ἑλλήνων γίνεται, Περσῶν μὲν ναῦς ἐχόντων ὑπὲρ τὰς χιλίας, στρατηγοῦντος αὐτοῖς Ὀνόφα, Ἑλλήνων δὲ ἑπτακοσίας. Καὶ νικῶσιν Ἕλληνες καὶ διαφθείρονται περσικαὶ φʹ νῆες, καὶ φεύγει Ξέρξης, βουλῇ πάλιν καὶ τέχνῃ Ἀριστείδου καὶ Θεμιστοκλέους. Ἐν δὲ ταῖς λοιπαῖς ἁπάσαις μάχαις, ἀπέθανον Περσῶν δώδεκα μυριάδες.
[←43]
[27] Ξέρξης δέ, περάσας εἰς τὴν Ἀσίαν, καὶ ἀπελαύνων εἰς Σάρδεις, ἔπεμπε Μεγάβυζον τὸ ἐν ∆ελφοῖς ἱερὸν συλῆσαι. Ἐπεὶ δὲ ἐκεῖνος παρῃτεῖτο, ἀποστέλλεται Ματάκας ὁ εὐνοῦχος ὕβρεις τε φέρων τῷ Ἀπόλλωνι καὶ πάντα συλήσων. Καὶ δὴ οὕτω ποιήσας, πρὸς Ξέρξην ὑπέστρεψε.
[←44]
[28] Ξέρξης ἀπὸ Βαβυλῶνος εἰς Πέρσας παραγίνεται· καὶ Μεγάβυζος κατὰ τῆς γυναικὸς τῆς ἰδίας Ἀμύτιος, ἣ θυγάτηρ, ὡς προείρηται, Ξέρξου ἐτύγχανεν, ὡς μεμοιχευμένης λόγους ἐκίνει. Καὶ ἐπιτιμᾶται Ἀμύτις λόγοις ὑπὸ τοῦ πατρὸς καὶ ὑπισχνεῖται σωφρονεῖν.
[←45]
[29] Ἀρτάπανος δέ, μέγα παρὰ Ξέρξῃ δυνάμενος, μετ’ Ἀσπαμίτρου τοῦ εὐνούχου, καὶ αὐτοῦ μέγα δυναμένου, βουλεύονται ἀναιρεῖν Ξέρξην. Καὶ ἀναιροῦσι, καὶ πείθουσιν Ἀρτοξέρξην τὸν υἱὸν ὡς ∆αρειαῖος αὐτὸν ὁ ἕτερος παῖς ἀνεῖλε. Καὶ παραγίνεται ∆αρειαῖος ἀγόμενος ὑπὸ Ἀρταπάνου εἰς τὴν οἰκίαν Ἀρτοξέρξου, πολλὰ βοῶν καὶ ἀπαρνούμενος ὡς οὐκ εἴη φονεὺς τοῦ πατρός, καὶ ἀποθνῄσκει.
[←46]
Το βασανιστήριο με τις σκάφες περιγραφεί στην επόμενη ενότητα ο Πλούταρχος, Αρταξέρξης, 16.
[←47]
[30] Καὶ βασιλεύει Ἀρτοξέρξης σπουδῇ Ἀρταπάνου, καὶ ἐπιβουλεύεται πάλιν ὑπ’ αὐτοῦ. Καὶ λαμβάνει κοινωνὸν τῆς βουλῆς Ἀρτάπανος Μεγάβυζον ἤδη λελυπημένον ἐπὶ τῇ ἰδίᾳ γυναικὶ Ἀμύτι διὰ τὴν τῆς μοιχείας ὑπόληψιν. Καὶ ὅρκοις ἀλλήλους ἀσφαλίζονται, ἀλλὰ μηνύει πάντα Μεγάβυζος, καὶ ἀναιρεῖται Ἀρτάπανος ᾧ τρόπῳ ἔμελλεν ἀναιρεῖν Ἀρτοξέρξην. Καὶ γίνεται πάντα δῆλα τὰ εἰργασμένα ἐπὶ Ξέρξῃ καὶ ∆αρειαίῳ, καὶ ἀπόλλυται πικρῷ καὶ κακίστῳ θανάτῳ Ἀσπαμίτρης, ὃς ἦν κοινωνὸς ἐπὶ τοῖς φόνοις Ξέρξου καὶ ∆αρειαίου· σκαφεύεται γὰρ καὶ οὕτως ἀναιρεῖται. Μάχη δὲ γίνεται μετὰ τὸν θάνατον Ἀρταπάνου τῶν τε συνωμοτῶν αὐτοῦ καὶ τῶν ἄλλων Περσῶν, καὶ πίπτουσιν ἐν τῇ μάχῃ οἱ τρεῖς τοῦ Ἀρταπάνου υἱοί· τραυματίζεται δὲ καὶ Μεγάβυζος ἰσχυρῶς, καὶ θρηνεῖ Ἀρτοξέρξης καὶ ἡ Ἀμύτις καὶ ἡ Ῥοδογούνη καὶ ἡ μήτηρ αὐτῶν, Ἀμῆστρις, καὶ μόλις πολλῇ ἐπιμελείᾳ περισῴζεται Ἀπολλωνίδου ἰατροῦ τοῦ Κῴου.
[←48]
[31] Ἀφίσταται Ἀρτοξέρξου Βάκτρα καὶ ὁ σατράπης, ἄλλος Ἀρτάπανος· καὶ γίνεται μάχη ἰσοπαλής. Καὶ γίνεται πάλιν ἐκ δευτέρου, καὶ ἀνέμου κατὰ πρόσωπον Βακτρίων πνεύσαντος, νικᾷ Ἀρτοξέρξης καὶ προσχωρεῖ αὐτῷ πᾶσα Βακτρία.
[←49]
[32] Ἀφίσταται Αἴγυπτος, Ἰνάρου Λυδίου ἀνδρὸς καὶ ἑτέρου Αἰγυπτίου τὴν ἀπόστασιν μελετήσαντος, καὶ εὐτρεπίζεται τὰ πρὸς πόλεμον. Πέμπουσι καὶ Ἀθηναῖοι, αἰτησαμένου αὐτοῦ, τεσσαράκοντα νῆας· καὶ μελετᾷ αὐτὸς Ἀρτοξέρξης ἐκστρατεῦσαι, καὶ τῶν φίλων οὐ συμβουλευόντων, πέμπει Ἀχαιμενίδην τὸν ἀδελφὸν τεσσαράκοντα μὲν μυριάδας ἐπαγόμενον στράτευμα πεζικόν, νῆας δὲ πʹ. Συμβάλλει πόλεμον Ἴναρος πρὸς Ἀχαιμενίδην, καὶ νικῶσιν Αἰγύπτιοι, καὶ βάλλεται Ἀχαιμενίδης ὑπὸ Ἰνάρου, καὶ θνῄσκει, καὶ ἀποπέμπεται ὁ νεκρὸς αὐτοῦ εἰς Ἀρτοξέρξην. Ἐνίκησεν Ἴναρος καὶ κατὰ θάλατταν, Χαριτιμίδου εὐδοκιμήσαντος, ὃς τῶν ἐξ Ἀθηνῶν μʹ νεῶν ἐχρημάτιζε ναύαρχος, καὶ πεντήκοντα Περσῶν νῆες, αἱ μὲν κʹ αὐτοῖς ἀνδράσιν ἐλήφθησαν, αἱ δὲ τριάκοντα διεφθάρησαν.
[←50]
[33] Εἶτα πέμπεται κατὰ Ἰνάρου Μεγάβυζος, ἐπαγόμενος ἄλλο στράτευμα πρὸς τῷ ὑπολειφθέντι μυριάδας εἴκοσι καὶ νῆας τʹ, καὶ ἐπιστάτην αὐτοῖς Ὁρίσκον, ὡς εἶναι χωρὶς τῶν νεῶν τὸ ἄλλο πλῆθος νʹ μυριάδας. Ἀχαιμενίδης γάρ, ὅτε ἔπεσε, δέκα μυριάδες αὐτῷ, ἐξ ὧν ἦγε μʹ συνδιεφθάρησαν. Γίνεται οὖν μάχη κρατερὰ καὶ πίπτουσιν ἀμφοτέρωθεν πολλοί, πλείους δὲ Αἰγύπτιοι. Καὶ βάλλει Μεγάβυζος εἰς τὸν μηρὸν Ἴναρον, καὶ τρέπεται, καὶ νικῶσι Πέρσαι κατὰ κράτος. Φεύγει δὲ πρὸς τὴν Βύβλον Ἴναρος (πόλις ἰσχυρὰ ἐν Αἰγύπτῳ αὕτη), καὶ οἱ Ἕλληνες δὲ μετ’ αὐτοῦ, ὅσοι μὴ ἐν τῇ μάχῃ καὶ μετὰ Χαριτιμίδου ἀπέθανον,
[←51]
[34] προσχωρεῖ δὲ Αἴγυπτος πλὴν Βύβλου πρὸς Μεγάβυζον. Ἐπεὶ δὲ ἐκείνη ἀνάλωτος ἐδόκει, σπένδεται πρὸς Ἴναρον καὶ τοὺς Ἕλληνας, ἑξακισχιλίους ὄντας καὶ ἔτι πρός, ὁ Μεγάβυζος, ἐφ’ ᾧ μηδὲν κακὸν παρὰ βασιλέως λαβεῖν, καὶ τοὺς Ἕλληνας, ὅτε βούλοιντο, πρὸς τὰ οἰκεῖα ἐπανελθεῖν.
[←52]
[35] Καθίστησι δὲ τῆς Αἰγύπτου σατράπην Σαρσάμαν καὶ λαβὼν Ἴναρον καὶ τοὺς Ἕλληνας, παραγίνεται πρὸς Ἀρτοξέρξην, καὶ εὑρίσκει λίαν κατὰ Ἰνάρου τεθυμωμένον, ὅτι τὸν ἀδελφὸν Ἀχαιμενίδην ἀπεκτονὼς εἴη. ∆ιηγεῖται τὰ γεγονότα Μεγάβυζος, καὶ ὡς πίστεις δοὺς Ἰνάρῳ καὶ τοῖς Ἕλλησι Βύβλον εἴληφε, καὶ ἐξαιτεῖται λιπαρῶς βασιλέα περὶ τῆς αὐτῶν σωτηρίας, καὶ λαμβάνει· καὶ ἐξάγεται τέλος τῇ στρατιᾷ ὡς Ἴναρος καὶ οἱ Ἕλληνες οὐδὲν κακὸν πείσονται.
[←53]
[36] Ἀμύτις δὲ ὑπὲρ τοῦ παιδὸς Ἀχαιμενίδου δεινὰ ἐποιεῖτο εἰ μὴ τιμωρήσαιτο Ἴναρον καὶ τοὺς Ἕλληνας· καὶ αἰτεῖται ταῦτα βασιλεῖ, ὁ δὲ οὐκ ἐνδίδωσιν· εἶτα Μεγαβύζῳ, ὁ δὲ ἀποπέμπεται· εἶτα, ἐπεὶ διώχλει τὸν υἱόν, κατειργάσατο, καὶ πέντε παρελθόντων ἐτῶν, λαμβάνει τὸν Ἴναρον παρὰ βασιλέως καὶ τοὺς Ἕλληνας καὶ ἀνεσταύρισε μὲν ἐπὶ τρισὶ σταυροῖς· πεντήκοντα δὲ Ἑλλήνων, ὅσους λαβεῖν ἴσχυσε, τούτων ἔτεμε τὰς κεφαλάς.
[←54]
[37] Καὶ ἐλυπήθη λύπην σφοδρὰν Μεγάβυζος, καὶ ἐπένθησε καὶ ᾐτήσατο ἐπὶ Συρίαν τὴν ἑαυτοῦ χώραν ἀπιέναι· ἐνταῦθα λάθρᾳ καὶ τοὺς ἄλλους τῶν Ἑλλήνων προέπεμπε, καὶ ἀπῄει, καὶ ἀπέστη βασιλέως καὶ ἀθροίζει μεγάλην δύναμιν ἄχρι πεντεκαίδεκα μυριάδων, χωρὶς τῶν ἱππέων καὶ τῶν πεζῶν. Καὶ πέμπεται Οὔσιρις κατ’ αὐτοῦ σὺν κʹ μυριάσι καὶ συνάπτεται πόλεμος, καὶ βάλλουσιν ἀλλήλους Μεγάβυζος καὶ Οὔσιρις, ὁ μὲν ἀκοντίῳ, καὶ τυγχάνει Μεγαβύζου εἰς τὸν μηρὸν καὶ τιτρώσκει ἄχρι δακτύλων δύο· ὁ δὲ ὡσαύτως ἀκοντίῳ τὸν τοῦ Οὐσίριος μηρόν, εἶτα βάλλει εἰς τὸν ὦμον· κἀκεῖνος πίπτει ἐκ τοῦ ἵππου, καὶ περισχὼν Μεγάβυζος προστάσσει ἀναλαβεῖν καὶ περισῶσαι. Ἔπιπτον δὲ πολλοὶ τῶν Περσῶν καὶ ἐμάχοντο ἀνδρείως οἱ τοῦ Μεγαβύζου παῖδες Ζώπυρος καὶ Ἀρτύφιος· καὶ νίκη γίνεται Μεγαβύζῳ κραταία. Περιποιεῖται Οὔσιριν ἐπιμελῶς καὶ ἀποπέμπει τοῦτον αἰτησάμενον πρὸς Ἀρτοξέρξην.
[←55]
[38] Πέμπεται δὲ κατ’ αὐτοῦ ἑτέρα στρατεία καὶ Μενοστάτης ὁ τοῦ Ἀρταρίου παῖς· ὁ δὲ Ἀρτάριος σατράπης μὲν ἦν Βαβυλῶνος, Ἀρτοξέρξου δὲ ἀδελφός. Καὶ συμβάλλουσιν ἀλλήλοις καὶ φεύγει ἡ περσικὴ στρατιά· καὶ Μενοστάτης βάλλεται εἰς τὸν ὦμον ὑπὸ Μεγαβύζου, εἶτα εἰς τὴν κεφαλὴν τοξεύεται, οὐ καιρίαν· φεύγει δὲ ὅμως καὶ οἱ μετ’ αὐτοῦ, καὶ νίκη λαμπρὰ γίνεται Μεγαβύζῳ. Ἀρτάριος δὲ πέμπει πρὸς Μεγάβυζον καὶ παραινεῖ σπείσασθαι βασιλεῖ.
[←56]
[39] Ὁ δὲ δηλοῖ σπείσασθαι μὲν βούλεσθαι καὶ αὐτὸν οὐ μέντοι παραγενέσθαι πρὸς βασιλέα, ἀλλ’ ἐφ’ ᾧ μένειν ἐν τῇ ἑαυτοῦ. Ἀπαγγέλλεται ταῦτα βασιλεῖ, καὶ συμβουλεύουσιν Ἀρτοξάρης τε ὁ Παφλαγὼν εὐνοῦχος ἀλλὰ καὶ ἡ Ἀμῆστρις σπουδῇ σπείσασθαι. Πέμπεται οὖν Ἀρτάριός τε αὐτὸς καὶ Ἀμύτις ἡ γυνὴ καὶ Ἀρτοξάρης ἐτῶν ἤδη ὢν κʹ, καὶ Πετήσας ὁ Οὐσίριος καὶ Σπιτάμα πατήρ. Πολλοῖς οὖν ὅρκοις καὶ λόγοις πληροφορήσαντες Μεγάβυζον, μόλις ὅμως πείθουσι πρὸς βασιλέα παραγενέσθαι, καὶ βασιλεὺς τέλος ἔπεμπε παραγενομένῳ συγγνώμην ἔχειν τῶν ἡμαρτημένων.
[←57]
Ἐρυθρὰ [θάλασσα] στο κείμενο.
[←58]
[40] Ἐξέρχεται βασιλεὺς ἐπὶ θήραν, καὶ λέων ἐπέρχεται αὐτῷ· μετεώρου δὲ φερομένου τοῦ θηρίου, βάλλει ἀκοντίῳ Μεγάβυζος καὶ ἀναιρεῖ· καὶ ὀργίζεται Ἀρτοξέρξης ὅτι πρὶν ἢ αὐτὸς τύχῃ Μεγάβυζος ἔβαλε· καὶ προστάσσει τὴν κεφαλὴν τὸν Μεγάβυζον ἀποτμηθῆναι. Ἀμήστριος δὲ καὶ Ἀμύτιος καὶ τῶν ἄλλων τῇ παραιτήσει, τοῦ μὲν θανάτου ῥύεται, ἀνάσπαστος δὲ γίνεται εἰς τὴν ἐρυθρὰν ἔν τινι πόλει ὀνόματι Κύρτᾳ. Ἐξορίζεται δὲ καὶ Ἀρτοξάρης ὁ εὐνοῦχος εἰς Ἀρμενίαν, ὅτι πολλάκις ὑπὲρ Μεγαβύζου βασιλεῖ ἐπαρρησιάσατο.
[←59]
[41] Ὁ δὲ Μεγάβυζος, πέντε διατρίψας τῇ ἐξορίᾳ ἔτη, ἀποδιδράσκει ὑποκριθεὶς τὸν πισάγαν· πισάγας δὲ λέγεται παρὰ Πέρσαις ὁ λεπρὸς καὶ ἔστι πᾶσιν ἀπρόσιτος. Ἀποδρὰς οὖν παραγίνεται πρὸς Ἀμύτιν καὶ τὸν οἶκον, καὶ μόλις ἐπιγινώσκεται, καὶ δι’ Ἀμήστριος καὶ Ἀμύτιος καταλλάσσεται ὁ βασιλεὺς καὶ ποιεῖ αὐτόν, ὡς τὸ πρόσθεν, ὁμοτράπεζον. Ζήσας δὲ ἓξ καὶ ἑβδομήκοντα ἔτη ἀπέθανε καὶ κάρτα ἠχθέσθη βασιλεύς.
[←60]
[42] Τελευτήσαντος δὲ Μεγαβύζου, κάρτα ἦν Ἀμύτις ἀνδράσιν ὁμιλοῦσα, καὶ πρό γε ταύτης καὶ ἡ μήτηρ Ἀμῆστρις ὁμοίως. Ὁ δὲ Ἀπολλωνίδης ὁ ἰατρὸς ὁ Κῷος, ἐπεὶ ἀσθενῶς εἶχεν Ἀμύτις, εἰ καὶ βληχρῶς καὶ οὐκ ἰσχυρῶς, ἐκεῖνος δὲ ἠράσθη αὐτῆς, ἔφη εἰς τὴν ὑγείαν αὐτὴν ἐπανελθεῖν ἐὰν ἀνδράσιν ὁμιλήσῃ· τῆς γὰρ ὑστέρης εἶναι τὸ νόσημα. Ἐπεὶ δὲ αὐτῷ ἐξεγένετο τὸ ἐπιτήδευμα καὶ ὡμίλει αὐτῇ, ἡ δὲ ἄνθρωπος ἐμαραίνετο, ἀπέστη τῆς συνουσίας. Τελευτῶσα δὴ οὖν ἐπήγγειλε τῇ μητρὶ ἀμύνασθαι Ἀπολλωνίδην, ἡ δὲ ἀπήγγειλε πάντα Ἀρτοξέρξῃ τῷ βασιλεῖ, ὅπως τε ὡμίλει καὶ ὅπως ἀπέστη ὑβρίσας, καὶ ὅπως ἡ θυγάτηρ ἐπήγγειλεν Ἀπολλωνίδην ἀμύνασθαι. Ἐκεῖνος δὲ τῇ μητρὶ τὸ παριστάμενον αὐτῇ πράττειν ἐπιτρέπει. Ἡ δὲ λαβοῦσα ἔδησε τὸν Ἀπολλωνίδην δυσὶ μησὶ κολάζουσα, ἔπειτα ζῶντα κατώρυξεν ὅτε καὶ Ἀμύτις ἀπέθανε.
[←61]
Αναφέρεται στις προσπάθειες τού Μεγαβύζου και τής Αμύτιος για λογαριασμό των Ελλήνων αιχμαλώτων.
[←62]
[43] Ζώπυρος δὲ ὁ Μεγαβύζου καὶ Ἀμύτιος παῖς, ἐπεὶ αὐτῷ ὅ τε πατὴρ καὶ ἡ μήτηρ ἐτελεύτησεν, ἀπέστη βασιλέως καὶ εἰς Ἀθήνας ἀφίκετο κατὰ τὴν τῆς μητρὸς εἰς αὐτοὺς εὐεργεσίαν. Εἰς Καῦνον δὲ ἅμα τῶν ἑπομένων εἰσέπλευσε, καὶ ἐκέλευσε παραδιδόναι τὴν πόλιν. Καύνιοι δὲ αὐτῷ μὲν παραδιδόναι τὴν πόλιν ἔφασκον, Ἀθηναίοις δὲ τοῖς συνεπομένοις οὐκέτι. Εἰσίοντι δὲ Ζωπύρῳ εἰς τὸ τεῖχος, λίθον Ἀλκίδης Καύνιος ἐμβάλλει εἰς τὴν κεφαλὴν καὶ οὕτω Ζώπυρος ἀποθνῄσκει. Ἀμῆστρις δὲ ἡ μάμμη τὸν Καύνιον ἀνεσταύρισεν. Ἀποθνῄσκει δὲ καὶ ἡ Ἀμῆστρις κάρτα γραῦς γενομένη, καὶ Ἀρτοξέρξης ἀποθνῄσκει μʹ καὶ βʹ ἔτεα βασιλεύσας. Τέλος ἱστορίας ιζʹ, ἄρχεται ιηʹ.
[←63]
Στο εξής θα αναφέρεται ως Σογδιανός, σύμφωνα με το όνομα που επικρατεί.
[←64]
[44] Ἀρτοξέρξου τελευτήσαντος, Ξέρξης ὁ υἱὸς βασιλεύει, ὃς μόνος ἦν γνήσιος ἐκ ∆αμασπίας, ἣ ἐν αὐτῇ τῇ ἡμέρᾳ, ἐν ᾗ καὶ Ἀρτοξέρξης ἐτελεύτησεν ἀπεβίω. Βαγόραζος δὲ τὸν νεκρὸν τοῦ πατρὸς καὶ τῆς μητρὸς ἀπήγαγεν εἰς Πέρσας. Ἑπτακαίδεκα δὲ νόθους υἱοὺς ἔσχεν ὁ Ἀρτοξέρξης, ἐξ ὧν ἔστι καὶ Σεκυνδιανὸς ὁ ἐξ Ἀλογούνης τῆς Βαβυλωνίας, καὶ Ὦχος καὶ Ἀρίστης ὁ ἐκ Κοσμαρτιδηνῆς καὶ αὐτῆς Βαβυλωνίας· ὁ δὲ Ὦχος ὕστερον καὶ βασιλεύει. Ἔτι δὲ παῖδες αὐτοῦ πρὸς τοῖς εἰρημένοις καὶ Βαγαπαῖος καὶ Παρύσατις ἐξ Ἀνδίας καὶ αὐτῆς Βαβυλωνίας. Αὕτη ἡ Παρύσατις Ἀρτοξέρξου καὶ Κύρου μήτηρ ἐγένετο· τὸν δὲ Ὦχον ζῶν ὁ πατὴρ Ὑρκανίων σατράπην ἐποίησε δοὺς αὐτῷ καὶ γυναῖκα Παρύσατιν ὄνομα, ἥτις ἦν Ξέρξου μὲν θυγάτηρ, ἀδελφὴ δὲ οἰκεία.
[←65]
Κατέλαβε στο κείμενο. Άλλοι μεταφράζουν «όταν τον πήρε (ο θάνατος)», δηλαδή όταν πέθανε και ο γιός.
[←66]
[45] Ὁ δὲ Σεκυνδιανὸς προσποιησάμενος Φαρνακύαν τὸν εὐνοῦχον, ὃς ἦν μετὰ Βαγόραζον καὶ Μενοστάνη, καὶ ἑτέρους τινάς, μεθύοντος ἐν ἑορτῇ τινι τοῦ Ξέρξου καὶ καθεύδοντος ἐν τοῖς βασιλείοις, εἰσελθόντες ἀποκτέννουσιν αὐτὸν τεσσαρακοστῆς καὶ πέμπτης ἡμέρας διαγομένης ἀπὸ τῆς τοῦ πατρὸς τελευτῆς. Συνέβη οὖν ἀμφοτέρους ἅμα εἰς Πέρσας ἀποκομισθῆναι· αἱ γὰρ ἄγουσαι τὴν ἁρμάμαξαν ἡμίονοι, ὥσπερ ἀναμένουσαι καὶ τὸν τοῦ παιδὸς νεκρόν, οὐκ ἤθελον πορεύεσθαι· ὅτε δὲ κατέλαβε, σὺν προθυμίᾳ ἀπῄεσαν.
[←67]
Αζαβαρίτης: Περσικός τίτλος, ίσως ταυτόσημος με τον Αζαραπάτη, είδος συνοδού τής αυλής.
[←68]
[46] Βασιλεύει δὲ Σεκυνδιανὸς καὶ γίνεται ἀζαβαρίτης αὐτῷ Μενοστάνης. Ἀπιὼν δὲ Βαγόραζος καὶ ὑποστρέψας πρὸς Σεκυνδιανόν, ἐπεὶ παλαιὰ αὐτοῖς ἔχθρα ὑπετύφετο, ὡς δῆθεν ἄνευ τῆς ἑαυτοῦ γνώμης τοῦ πατρὸς λιπὼν τὸν νεκρὸν αὐτοῦ, προστάξει βασιλέως λιθόλευστος ἐγεγόνει· ἐφ’ ᾧ ἡ στρατιὰ εἰς λύπην κατηνέχθη· ὁ δὲ δῶρα αὐτῇ ἐδίδου· αὐτοὶ δὲ ἐμίσουν αὐτὸν ὅτι τε τὸν ἀδελφὸν Ξέρξην ἀπεκτόνει καὶ ὅτι Βαγόραζον.
[←69]
Κίταρις στο κείμενο.
[←70]
[47] ∆ιαπέμπεται Σεκυδιανὸς προσκαλούμενος Ὦχον· ὁ δὲ ὑπισχνεῖται μέν, οὐ παραγίνεται δέ. Καὶ γίνεται τοῦτο πολλάκις. Τέλος περιβάλλει Ὦχος πολλὴν στρατιὰν καὶ ἐπίδοξος ἦν βασιλεύειν. Ἀφίσταται Ἀρβάριος ὁ τῶν ἱππέων Σεκυδιανοῦ ἄρχων πρὸς Ὦχον, εἶτα Ἀρξάνης ὁ Αἰγύπτου σατράπης· καὶ Ἀρτοξάρης δὲ ὁ εὐνοῦχος ἐξ Ἀρμενίας ἧκε πρὸς Ὦχον, καὶ ἐπέθεντο αὐτῷ τὴν κίταριν οὔτι ἑκόντος.
[←71]
Ο Βαλέριος Μάξιμος (Valerii Maximi, Factorum ac dictorum memorabilium, ix. 2. ext. 6) περιγράφει έτσι αυτή την τιμωρία: Αυτός (ο Ώχος) γέμισε με στάχτη έναν περίβολο που τον περιτριγύριζαν ψηλοί τοίχοι. Ένα δοκάρι προεξείχε από πάνω του, στο οποίο έβαζε τα θύματά του, αφού πρώτα τούς έδινε να φάνε και να πιούν πολύ. Τότε, κατανικημένοι από τον ύπνο, έπεφταν κάτω από το δοκάρι, μέσα στον σωρό που παραμόνευε. (saeptum enim altis parietibus locum cinere conplevit superpositoque tigno prominente benigne cibo et potione exceptos in eo conlocabat, e quo somno sopiti in illam insidiosam congeriem decidebant.)
[←72]
[48] Βασιλεύει Ὦχος καὶ μετονομάζεται ∆ αρειαῖος, καὶ μετέρχεται ἀπάτῃ καὶ ὅρκοις, ὑποθήκῃ Παρυσάτιδος, τὸν Σεκυδιανόν, πολλὰ Μενοστάνους παραινοῦντος Σεκυδιανὸν μὴ πιστεύειν τοῖς ὅρκοις μηδὲ σπένδεσθαι τοῖς ἐξαπατῶσι. Πείθεται δ ’ οὖν ὅμως καὶ ἁλίσκεται καὶ εἰς τὴν σποδὸν ἐμβάλλεται καὶ ἀπόλλυται βασιλεύσας μῆνας ἕξ, ἡμέρας δεκάπεντε.
[←73]
Στα σύγχρονα περσικά ο ήλιος είναι «Χουρ» (Khur), ενώ στη ζωροαστρική ορολογία (Zend) είναι «Χβάρε» (Hware).
[←74]
[49] Βασιλεύει οὖν μόνος Ὦχος, ὁ καὶ ∆αρειαῖος. Εὐνοῦχοι δὲ τρεῖς ἠδύναντο παρ’ αὐτῷ, μέγιστον μὲν Ἀρτοξάρης, δεύτερος δὲ Ἀρτιβαρζάνης, καὶ τρίτος Ἀθῷος. Ἐχρῆτο δὲ συμβούλῳ μάλιστα τῇ γυναικὶ ἐξ ἧς πρὸ τῆς βασιλείας δύο ἔσχε τέκνα· Ἀμῆστριν θυγατέρα, καὶ Ἀρσάκαν υἱόν, ὃς ὕστερον μετωνομάσθη Ἀρτοξέρξης. Τίκτει δὲ αὐτῷ ἕτερον υἱὸν βασιλεύουσα, καὶ τίθεται τὸ ὄνομα αὐτῷ ἀπὸ τοῦ ἡλίου Κῦρον· εἶτα τίκτει Ἀρτόστην, καὶ ἐφεξῆς μέχρι παίδων δεκατριῶν· καί φησιν ὁ συγγραφεὺς αὐτὸς παρ’ αὐτῆς ἐκείνης τῆς Παρυσάτιδος ταῦτα ἀκοῦσαι. Ἀλλὰ τὰ μὲν ἄλλα τῶν τέκνων ταχὺ ἀπεβίω· οἱ δὲ περιγεγονότες οἵ τε προρρηθέντες τυγχάνουσι, καὶ ἔτι τέταρτος υἱὸς Ὀξένδρας ὠνομασμένος.
[←75]
[50] Ἀφίστανται βασιλέως Ἀρσίτης ὁ οἰκεῖος ἀδελφὸς ὁμοπάτριος καὶ ὁμομήτριος, καὶ Ἀρτύφιος ὁ Μεγαβύζου. Πέμπεται Ἀρτασύρας κατ’ αὐτῶν, καὶ πολεμεῖ Ἀρτύφιον, καὶ δυσὶ μάχαις Ἀρτασύρας ἡττᾶται. Εἶτα πάλιν συμβαλών, νικᾷ Ἀρτύφιον καὶ ὑπάγεται τοὺς σὺν αὐτῷ Ἕλληνας δώροις, καὶ καταλιμπάνονται αὐτῷ Μιλήσιοι μόνοι τρεῖς. Τέλος ὅρκους καὶ πίστεις λαβὼν παρὰ Ἀρτασύρα, ἐπεὶ ὁ Ἀρσίτης οὐκ ἐφαίνετο, προσεχώρησε βασιλεῖ.
[←76]
[51] Παρύσατις δὲ βουλεύεται βασιλεῖ ὁρμῶντι πρὸς τὸν Ἀρτυφίου θάνατον, μὴ ἀνελεῖν τέως· ἔσεσθαι γὰρ τοῦτο ἀπάτην καὶ εἰς τὴν προσχώρησιν τοῦ Ἀρσίτου· ἐπειδὰν δὲ κἀκεῖνος ἀπατηθεὶς ἁλῶ, δεῖ τότε ἄμφω διαχρήσασθαι. Καὶ γέγονεν οὕτως, εὐοδωθείσης τῆς συμβουλῆς, καὶ ἐμβάλλεται εἰς τὴν σποδὸν Ἀρτύφιος καὶ Ἀρσίτης, καίτοι Ἀρσίτην ὁ βασιλεὺς οὐκ ἐβούλετο ἀπολέσαι, ἀλλ’ ἡ Παρύσατις, τὰ μὲν πείθουσα, τὰ δὲ βιαζομένη, ἀπώλεσεν. Κατελεύσθη δὲ καὶ Φαρνακΰας ὁ συνανελὼν Σεκυνδιανῷ Ξέρξην. Ἀνῃρέθη δὲ καὶ Μενοστάνης ὑφ’ ἑαυτοῦ ἤδη πρὸς θάνατον συλλαμβανόμενος.
[←77]
[52] Ἀφίσταται Πισούθνης, καὶ ἀποστέλλεται κατ’ αὐτοῦ Τισσαφέρνης καὶ Σπιθραδάτης καὶ Παρμίσης· ἀντεπεξῄει δὲ Πισούθνης ἔχων καὶ Λύκωνα τὸν Ἀθηναῖον ἅμα Ἑλλήνων ὧν ἐκεῖνος ἦρχε. Λαμβάνουσι δὲ οἱ τοῦ βασιλέως στρατηγοὶ χρήμασι Λύκωνα καὶ τοὺς Ἕλληνας, καὶ ἀφιστῶσι Πισούθνου. Εἶτα, δόντες αὐτῷ πίστεις καὶ λαβόντες, ἄγουσι παρὰ βασιλέα, ὁ δὲ εἰς τὴν σποδὸν ἐνέβαλε, Τισσαφέρνει δοὺς τὴν Πισούθνου σατραπείαν. Ἔλαβε δὲ Λύκων καὶ πόλεις καὶ χώρας ὑπὲρ τῆς προδοσίας.
[←78]
[53] Ἀρτοξάρης ὁ εὐνοῦχος, ὃς μέγα ἠδύνατο παρὰ βασιλεῖ, ἐπιβουλεύει βασιλέα θέλων αὐτὸς βασιλεῦσαι. Πώγωνα γὰρ καὶ ὑπόρρινα προσέταξεν αὑτῷ γυναικὶ κατασκευάσαι, ἵνα ὡς ἀνὴρ φαίνοιτο, δι’ ἧς καὶ καταμηνύεται· καὶ συλλαμβάνεται καὶ παραδίδοται Παρυσάτιδι, καὶ ἀναιρεῖται.
[←79]
[54] Ἀρσάκης, ὁ τοῦ βασιλέως παῖς, ὁ καὶ ὕστερον μετονομασθεὶς Ἀρτοξέρξης, γαμεῖ τὴν Ἰδέρνεω θυγατέρα Στάτειραν, τὴν δὲ τοῦ βασιλέως θυγατέρα, ὁ τοῦ Ἰδέρνεω υἱός· Ἀμῆστρις ἦν ἡ θυγάτηρ· τῷ δὲ ταύτης νυμφίῳ ὄνομα Τεριτούχμης, ὃς καὶ τοῦ πατρὸς τελευτήσαντος, ἀντ’ αὐτοῦ σατράπης κατέστη. Ἦν δὲ ὁμοπατρία αὐτῷ ἀδελφὴ Ῥωξάνη, καλὴ τῷ εἴδει, καὶ τοξεύειν καὶ ἀκοντίζειν ἐμπειροτάτη. Ἐρῶν δὲ ταύτης ὁ Τεριτούχμης καὶ συγγινόμενος, ἐμίσει Ἀμῆστριν· καὶ τέλος ἐμβαλεῖν αὐτὴν εἰς σάκκον καὶ κατακεντηθῆναι ὑπὸ τριακοσίων ἀνδρῶν, μεθ’ ὧν καὶ τὴν ἀπόστασιν ἐμελέτησεν, ἐβουλεύσατο. Ἀλλά τις Οὐδιάστης ὄνομα, ἰσχὺν ἔχων παρὰ Τεριτούχμῃ καὶ γράμματα παρὰ βασιλέως πολλὰς ὑποσχέσεις ἔχοντα εἰ περισωθείη αὐτῷ ἡ θυγάτηρ δεξάμενος, ἐπιτίθεται καὶ ἀναιρεῖ Τεριτούχμην γενναίως ἐν τῇ ἐπαναστάσει ἀνδρισάμενον καὶ πολλοὺς ἀποκτείναντα· μέχρι γὰρ λʹ καὶ ζʹ φασὶν αὐτὸν ἀποκτεῖναι.
[←80]
Ιωνική μορφή τού ονόματος Μιθραδάτης.
[←81]
[55] Ὁ δὲ υἱὸς τοῦ Οὐδιάστου Μιτραδάτης, ὑπασπιστὴς ὢν Τεριτούχμου, καὶ μὴ παρών, ἐπεὶ ἔμαθε, πολλὰ τῷ πατρὶ κατηράσατο, καὶ πόλιν Ζάριν καταλαβών, ἐφύλασσε ταύτην τῷ παιδὶ τοῦ Τεριτούχμεω. Ἡ δὲ Παρύσατις τήν τε μητέρα τοῦ Τεριτούχμεω καὶ τοὺς ἀδελφοὺς Μιτρώστην καὶ Ἥλικον, καὶ τὰς ἀδελφάς, δύο οὔσας χωρὶς τῆς Στατείρας, ζώσας ἐκέλευσε καταχῶσαι, τὴν δὲ Ῥωξάνην ζῶσαν κατατεμεῖν· καὶ ἐγένετο.
[←82]
[56] Ὁ δὲ βασιλεὺς εἶπε τῇ γυναικὶ Παρυσάτιδι ποιῆσαι ὁμοίως καὶ Στάτειραν τὴν Ἀρσάκου γυναῖκα τοῦ παιδός. Ἀλλ’ ὅ γε Ἀρσάκης, πολλὰ τὴν μητέρα καὶ τὸν πατέρα δάκρυσι καὶ κοπετοῖς ἐξιλεωσάμενος, ἐπεὶ ἡ Παρύσατις ἐπεκάμφθη, συνεχώρησε καὶ Ὦχος ὁ ∆αρειαῖος, εἰπὼν Παρυσάτιδι πολλὰ μεταμελήσειν αὐτῇ. Τέλος τῆς ιηʹ ἱστορίας.
[←83]
Η υπερβολική συντομία τής περίληψης τού Φωτίου δεν επιτρέπει να διευκρινιστεί τι ακριβώς εννοείται εδώ και γιατί ο Ελλάνικος και ο Ηρόδοτος ελέγχονται ως ψευδόμενοι. Ίσως πρόκειται για αναφορά στη δήλωση τού Ηροδότου ότι ο Κροίσος κάηκε στη νεκρική πυρά.
[←84]
[57] Ἐν δὲ τῇ ιθʹ ἱστορίᾳ, διαλαμβάνει ὡς Ὦχος ὁ ∆αρειαῖος ἀπέθανεν ἀσθενήσας ἐν Βαβυλῶνι, ἔτη βασιλεύσας τριάκοντα πέντε. Βασιλεύει δὲ Ἀρσάκης ὁ μετονομασθεὶς Ἀρτοξέρξης, καὶ ἐκτέμνεται Οὐδιάστης τὴν γλῶτταν καὶ ἐξελκύεται ταύτην ἐξόπισθεν, καὶ θνῄσκει. Ὁ δὲ παῖς αὐτοῦ Μιτραδάτης ἀντὶ τοῦ πατρὸς καθίσταται σατράπης. Ἐπράχθη δὲ ταῦτα σπουδῇ Στατείρας, καὶ ἠνιᾶτο Παρύσατις. ∆ιαβάλλεται Κῦρος ὑπὸ Τισσαφέρνους πρὸς Ἀρτοξέρξην τὸν ἀδελφόν, καὶ καταφεύγει Παρυσάτιδι τῇ μητρί, καὶ ἀπολύεται τῆς διαβολῆς. Ἀπελαύνει Κῦρος ἠτιμωμένος παρὰ τοῦ ἀδελφοῦ πρὸς τὴν οἰκείαν σατραπείαν, καὶ μελετᾷ ἐπανάστασιν. ∆ιαβάλλει Σατιβαρζάνης Ὀρόνδην ὡς Παρυσάτιδι μίγνυται, καίτοι λίαν αὐτῆς σωφρονούσης· καὶ ἀναιρεῖται Ὀρόνδης, καὶ ὀργίζεται ἡ μήτηρ τῷ βασιλεῖ. Ὅτι Παρύσατις φαρμάκῳ διαφθείρει τὸν Τεριτούχμεω υἱόν. Καὶ περὶ τοῦ θάψαντος τὸν πατέρα διὰ τοῦ πυρὸς παρὰ τὸν νόμον· ἐξ οὗ καὶ ἔλεγχος Ἑλλανίκου καὶ Ἡροδότου, ὡς ψεύδονται.
[←85]
Στην εκστρατεία που αποτελεί το αντικείμενο τής Κύρου Ανάβασης τού Ξενοφώντος.
[←86]
[58] Ἀπόστασις Κύρου ἀπὸ τοῦ ἀδελφοῦ καὶ συναγωγὴ ἑλληνικοῦ στρατεύματος καὶ βαρβαρικοῦ, καὶ στρατηγῶν Κλέαρχος Ἑλλήνων. Ὅπως τε Συέννεσις, ὁ Κιλίκων βασιλεύς, ἄμφω συνεμάχει Κύρῳ τε καὶ Ἀρτοξέρξῃ. Ὅπως τε Κῦρος τῇ ἰδίᾳ στρατιᾷ καὶ Ἀρτοξέρξης πάλιν τῇ οἰκείᾳ παρῄνεσαν. Κλέαρχος δὲ ὁ Λακεδαιμόνιος, ὃς ἦρχε τῶν Ἑλλήνων, καὶ Μένων ὁ Θετταλός, οἳ μετὰ Κύρου ἦσαν, ἀεὶ διάφοροι ἀλλήλοις ἐτύγχανον διότι τῷ μὲν Κλεάρχῳ ἅπαντα ὁ Κῦρος συνεβούλευε, τοῦ δὲ Μένωνος λόγος οὐδεὶς ἦν. Ηὐτομόλουν δὲ ἀπὸ μὲν Ἀρτοξέρξου πρὸς Κῦρον πολλοί, πρὸς δὲ Ἀρτοξέρξην ἀπὸ Κύρου οὐδείς· διὸ καὶ Ἀρβάριος, προσχωρῆσαι Κύρῳ μελετήσας καὶ διαβληθείς, εἰς τὴν σποδὸν ἐνεβλήθη. Προσβολὴ Κύρου πρὸς τὴν βασιλέως στρατιὰν καὶ νίκη Κύρου, ἀλλὰ καὶ θάνατος Κύρου ἀπειθοῦντος Κλεάρχῳ, καὶ αἰκισμὸς τοῦ σώματος Κύρου ὑπὸ τοῦ ἀδελφοῦ Ἀρτοξέρξου· τήν τε γὰρ κεφαλὴν καὶ τὴν χεῖρα, μεθ’ ἧς τὸν Ἀρτοξέρξην ἔβαλεν, αὐτὸς ἀπέτεμε καὶ ἐθριάμβευσεν. Ἀναχώρησις Κλεάρχου τοῦ Λακεδαιμονίου ἅμα τῶν σὺν αὐτῷ Ἑλλήνων τῆς νυκτός, καὶ τῶν τῆς Παρυσάτιδος πόλεως μιᾶς κατάληψις. Εἶτα σπονδαὶ βασιλέως πρὸς τοὺς Ἕλληνας.
[←87]
Εδώ, τὸν Κύρου πῖλον. Πιο κάτω, ο Πλούταρχος στον Αρταξέρξη 11 αναφέρεται στο κάλυμμα τής κεφαλής τού αλόγου τού Κύρου (ἐφίππειον πῖλον), το οποίο είχε γλιστρήσει, το έπιασε ο συνοδός τού άνδρα που είχε χτυπήσει τον Κύρο και ήταν ποτισμένο με αίμα (αἵματος περίπλεω).
[←88]
[59] Ὡς Παρύσατις εἰς Βαβυλῶνα ἀφίκετο πενθοῦσα Κῦρον, καὶ μόλις ἐκομίσατο τὴν κεφαλὴν αὐτοῦ καὶ τὴν χεῖρα, καὶ ἔθαψε καὶ ἀπέστειλεν εἰς Σοῦσα. Τὰ περὶ Βαγαπάτου, τοῦ ἀποτεμόντος προστάξει βασιλέως τὴν κεφαλὴν ἀπὸ τοῦ σώματος Κύρου· ὅπως ἡ μήτηρ, μετὰ βασιλέως κύβοις ἐπὶ συνθήκαις παίξασα καὶ νικήσασα, ἔλαβε Βαγαπάτην· καὶ ὃν τρόπον τὸ δέρμα περιαιρεθεὶς ἀνεσταυρίσθη ὑπὸ Παρυσάτιδος, ὅτε καὶ τὸ πολὺ ἐπὶ Κύρῳ πένθος αὐτῇ ἐπαύσατο διὰ τὴν πολλὴν τοῦ Ἀρτοξέρξου δέησιν. Ὡς Ἀρτοξέρξης δῶρα ἔδωκε τῷ ἐνέγκαντι τὸν Κύρου πῖλον, καὶ ὡς τὸν Κάρα τὸν δοκέοντα Κῦρον βαλεῖν, Ἀρτοξέρξης ἐτίμησε, καὶ ὡς Παρύσατις τὸν τιμηθέντα Κάρα αἰκισαμένη ἀπέκτεινεν. Ὡς Ἀρτοξέρξης παρέδωκεν αἰτησαμένῃ Μιτραδάτην Παρυσάτιδι ἐπὶ τραπέζης μεγαλαυχήσαντα ἀποκτεῖναι Κῦρον· κἀκείνη λαβοῦσα, πικρῶς ἀνεῖλεν. Ταῦτα ἡ ιθʹ καὶ ἡ κʹ ἱστορία.
[←89]
[60] Ἐν δὲ τῇ καʹ καὶ βʹ καὶ γʹ, ἥτις καὶ τῆς ὅλης πέρας ἱστορίας, τάδε περιείληπται· ὡς Τισσαφέρνης ἐπιβουλεύει τοῖς Ἕλλησι, καὶ προσεταιρισάμενος Μένωνα τὸν Θεσσαλόν, δι’ αὐτοῦ Κλέαρχον καὶ τοὺς ἄλλους στρατηγοὺς ἀπάτῃ καὶ ὅρκοις ἐχειρώσατο, τοῦ Κλεάρχου καὶ προειδομένου καὶ ἀποκρουομένου τὴν ἐπιβουλήν. Ἀλλὰ τό τε πλῆθος διὰ Μένωνος ἀπατηθὲν κατηνάγκασε καὶ ἄκοντα Κλέαρχον πρὸς Τισσαφέρνην παραγενέσθαι, καὶ Πρόξενος ὁ Βοιώτιος, αὐτὸς ἤδη προαλοὺς ἀπάτῃ συμπαρῄνει. Ὡς εἰς Βαβυλῶνα πρὸς Ἀρτοξέρξην Κλέαρχον καὶ τοὺς ἄλλους ἀπέστειλεν ἐν πέδαις, καὶ ὡς ἐπὶ θέαν Κλεάρχου ἅπαντες συνερρύησαν· ὡς Κτησίας αὐτός, ἰατρὸς ὢν Παρυσάτιδος, πολλὰ Κλεάρχῳ ἐν τῷ δεσμωτηρίῳ ὄντι πρὸς ἡδονὴν καὶ θεραπείαν δι’ αὐτῆς ἔπραξε. Καὶ τῶν δεσμῶν ἂν Παρύσατις ἔλυσε καὶ ἀφῆκεν εἰ μὴ Στάτειρα τὸν ἄνδρα Ἀρτοξέρξην ἀνέπεισε τοῦτον ἀναιρεθῆναι. Καὶ ἀνῃρέθη Κλέαρχος, καὶ τέρας ἐπὶ τῷ σώματι συνέστη· αὐτομάτως γὰρ ἐπ’ αὐτῷ τάφος, μεγίστου πνεύσαντος ἀνέμου, ἐπὶ μέγα ᾐρμένος ἐπισυνέστη. Ἀνῃρέθησαν δὲ καὶ οἱ σὺν αὐτῷ ἀναπεμφθέντες Ἕλληνες πλὴν Μένωνος.
[←90]
[61] Λοιδορία Παρυσάτιδος πρὸς Στάτειραν, καὶ ἀναίρεσις διὰ φαρμάκου τοῦτον διασκευασθέντος τὸν τρόπον (ἐφυλάττετο γὰρ Στάτειρα λίαν μὴ παθεῖν ὃ πέπονθε)· μαχαιρίου τὸ ἓν μέρος ἐπαλείφεται τῷ φαρμάκῳ, τὸ δὲ λοιπὸν οὐ μετεῖχε. Τούτῳ τέμνεται ὀρνίθιον μικρόν, μέγεθος ἴσον ὠοῦ (ῥυνδάκκην Πέρσαι τὸ ὀρνίθιον καλοῦσι)· τέμνεται δὲ δίχα, καὶ τὸ μὲν καθαρεῦον τοῦ ἰοῦ ἥμισυ αὐτὴ λαβοῦσα Παρύσατις ἐσθίει, τὸ δὲ προσομιλῆσαν τῷ φαρμάκῳ ὀρέγει Στατείρᾳ· ἡ δέ, ἐπειδὴ ἐσθίουσαν τὴν ἐπιδοῦσαν ἑώρα τὸ ἥμισυ, μηδὲν συνιδεῖν δυνηθεῖσα, καὶ αὐτὴ συνεσθίει τοῦ θανάτου τὸ φάρμακον. Ὀργὴ διὰ ταῦτα τοῦ βασιλέως πρὸς τὴν μητέρα, καὶ σύλληψις τῶν εὐνούχων αὐτῆς καὶ αἰκισμὸς καὶ ἀναίρεσις· καὶ ἔτι σύλληψις Γίγγης ἣ ᾠκείωτο Παρυσάτιδι, καὶ κρίσις ἐπ’ αὐτῇ, καὶ ἀθώωσις μὲν παρὰ τῶν κριτῶν, καταδίκη δὲ παρὰ βασιλέως καὶ αἰκισμὸς Γίγγης καὶ ἀναίρεσις. Καὶ ὀργὴ διὰ τοῦτο Παρυσάτιδος πρὸς τὸν υἱόν, κἀκείνου πρὸς τὴν μητέρα.
[←91]
[62] Καὶ τὸ χῶμα δὲ τοῦ Κλεάρχου, δι’ ἐτῶν ὀκτώ, μεστὸν ἐφάνη φοινίκων οὓς ἦν κρύφα Παρύσατις, καθ’ ὃν καιρὸν ἐκεῖνος ἐτελεύτησε, δι’ εὐνούχων καταχώσασα.
[←92]
Ο ρήτορας Ισοκράτης συνέθεσε πανηγυρικό για αυτόν τον Ευαγόρα.
[←93]
[63] Αἰτίαι δι’ ἃς Εὐαγόρᾳ βασιλεῖ Σαλαμῖνος βασιλεὺς Ἀρτοξέρξης διηνέχθη· καὶ ἄγγελοι Εὐαγόρα πρὸς Κτησίαν ὑπὲρ τοῦ λαβεῖν παρὰ Ἀβουλήτου τὰς ἐπιστολάς, καὶ Κτησίου πρὸς αὐτὸν ἐπιστολὴ περὶ τοῦ διαλλαγῆναι αὐτὸν Ἀναξαγόρᾳ τῷ Κυπρίων βασιλεῖ. Τῶν παρὰ Εὐαγόρα ἀγγέλων εἰς Κύπρον ἄφιξις, καὶ τῶν παρὰ Κτησίου γραμμάτων ἀπόδοσις Εὐαγόρᾳ, καὶ Κόνωνος πρὸς Εὐαγόραν λόγος ὑπὲρ τοῦ πρὸς βασιλέα ἀναβῆναι· καὶ Εὐαγόρα ἐπιστολὴ περὶ ὧν ἠξιώθη ὑπ’ αὐτοῦ· καὶ Κόνωνος πρὸς Κτησίαν ἐπιστολὴ καὶ βασιλεῖ παρὰ Εὐαγόρα φόρος, καὶ τῶν ἐπιστολῶν Κτησίᾳ ἀπόδοσις. Κτησίου λόγος πρὸς βασιλέα περὶ Κόνωνος, καὶ ἐπιστολὴ πρὸς αὐτόν. Τῶν παρὰ Εὐαγόρου δώρων ἐπίδοσις Σατιβαρζάνῃ, καὶ τῶν ἀγγέλων τῶν εἰς Κύπρον ἄφιξις. Καὶ Κόνωνος ἐπιστολὴ πρὸς βασιλέα καὶ Κτησίαν. Ὡς ἐτηρήθησαν οἱ παρὰ Λακεδαιμονίων ἄγγελοι πεμφθέντες πρὸς βασιλέα. Βασιλέως ἐπιστολὴ πρὸς Κόνωνα καὶ πρὸς Λακεδαιμονίους ἃς Κτησίας αὐτὸς ἐκόμισεν. Ὡς ὑπὸ Φαρναβάζου ναύαρχος Κόνων ἐγένετο.
[←94]
[64] Κτησίου εἰς Κνίδον τὴν πατρίδα ἄφιξις καὶ εἰς Λακεδαίμονα, καὶ κρίσις πρὸς τοὺς Λακεδαιμονίων ἀγγέλους ἐν Ῥόδῳ καὶ ἄφεσις. Ἀπὸ Ἐφέσου μέχρι Βάκτρων καὶ Ἰνδικῆς ἀριθμὸς σταθμῶν, ἡμερῶν, παρασάγγων. Κατάλογος βασιλέων ἀπὸ Νίνου καὶ Σεμιράμεως μέχρι Ἀρτοξέρξου. Ἐν οἷς καὶ τὸ τέλος. Ἔστι δὲ οὗτος ὁ συγγραφεὺς σαφής τε καὶ ἀφελὴς λίαν· διὸ καὶ ἡδονῇ αὐτῷ σύγκρατός ἐστιν ὁ λόγος. Κέχρηται δὲ τῇ ἰωνικῇ διαλέκτῳ, εἰ καὶ μὴ διόλου, κα θάπερ Ἡρόδοτος, ἀλλὰ κατ’ ἐνίας τινὰς λέξεις. Οὐδὲ πρὸς ἐκτροπὰς δέ τινας ἀκαίρους, ὥσπερ ἐκεῖνος, ἀπάγει τὸν λόγον. Τῶν μέντοι γε μύθων, ἐν οἷς ἐκείνῳ λοιδορεῖται, οὐδ’ οὗτος ἀφίσταται, καὶ μάλιστα ἐν τοῖς ἐπιγραφομένοις αὐτῷ Ἰνδικά. Ἡ δὲ ἡδονὴ τῆς ἱστορίας αὐτοῦ τὸ πλεῖστον ἐν τῇ τῶν διηγημάτων αὐτοῦ γίνεται διασκευῇ τὸ παθητικὸν καὶ ἀπροσδόκητον ἐχούσῃ πολύ, καὶ τὸ ἐγγὺς τοῦ μυθώδους αὐτὴν διαποικίλλειν. Καὶ διαλελυμένος δέ ἐστι πλέον τι τοῦ δέοντος αὐτῷ ὁ λόγος, ὡς καὶ εἰς ἰδιωτισμὸν ἐκπίπτειν. Ὁ δὲ τοῦ Ἡροδότου λόγος, ταύτῃ τε καὶ τῇ ἄλλῃ τοῦ ἔπους δυνάμει καὶ τέχνῃ, κανών ἐστιν ἰωνικῆς διαλέκτου.