Σημειώσεις στην Ιστορική Βιβλιοθήκη τού Διόδωρου

[←1]
Βλέπε πιο πάνω, Κεφάλαιο 2, «Ο Ξενοφών και η Κύρου Ανάβαση από την Αρχαιότητα μέχρι τις μέρες μας: 9ος μ.Χ. αιώνας: Φώτιος Α’ και Ξενοφών». Βλέπε επίσης επόμενη ενότητα αυτού τού βιβλίου.

[←2]
Διόδωρος, Ιστορική βιβλιοθήκη, βιβλίο 14.19-31 και 14.37.

[←3]
Ο Έλληνας ιστορικός Έφορος (περ. 400-330 π.Χ.) έγραψε σε 29 τόμους ιστορία επτά αιώνων, από την εποχή των Ηρακλειδών μέχρι την κατάληψη τής Περίνθου το 340 π.Χ. από τον Φίλιππο Β’ τον Μακεδόνα. Το έργο διασώζεται κυρίως μέσα από τις αναφορές σε αυτό από τον Διόδωρο Σικελιώτη και άλλους.

[←4]
Βλέπε πιο κάτω Διόδωρο, 14.19.4.

[←5]
Βλέπε πιο κάτω Διόδωρο, 14.21.2.

[←6]
[14.19.1] τοῦ δ᾽ ἔτους τούτου διεληλυθότος Ἀθήνησι μὲν ἦν ἄρχων Ἐξαίνετος, ἐν Ῥώμῃ δὲ τὴν ὑπατιὴν ἀρχὴν παρέλαβον χιλίαρχοι ἕξ, Πόπλιος Κορνήλιος, Καίσων Φάβιος, Σπόριος Ναύτιος, Γάιος Ουαλέριος, Μάνιος Σέργιος, Ιούνιος Λούκουλλος.

[←7]
[14.19.2] περὶ δὲ τούτους τοὺς χρόνους Κῦρος ὁ τῶν ἐπὶ θαλάττης σατραπειῶν ἡγούμενος διενοεῖτο μὲν πάλαι στρατεύειν ἐπὶ τὸν ἀδελφὸν Ἀρταξέρξην: ἦν γὰρ ὁ νεανίσκος φρονήματος πλήρης καὶ προθυμίαν ἔχων οὐκ ἄπρακτον εἰς τοὺς κατὰ πόλεμον ἀγῶνας.

[←8]
[14.19.3] ἐπεὶ δ᾽ αὐτῷ μισθοφόρων πλῆθος ἱκανὸν συνῆκτο καὶ τὰ πρὸς τὴν στρατείαν εὐτρέπιστο, τοῖς μὲν πλήθεσιν οὐκ ἐδήλου τἀληθές, ἔφασκε δ᾽ εἰς Κιλικίαν ἀνάγειν τὴν δύναμιν ἐπὶ τοὺς αφεστηκότας τοῦ βασιλέως τυράννους.

[←9]
[14.19.4] ἀπέστειλε δὲ καὶ πρὸς Λακεδαιμονίους πρεσβευτὰς τοὺς ἀνανεωσομένους τὰς κατὰ τὸν πρὸς Ἀθηναίους πόλεμον εὐεργεσίας καὶ παρακαλέσοντας ἑαυτῷ συμμαχεῖν. οἱ δὲ Λακεδαιμόνιοι, νομίσαντες αὑτοῖς συνοίσειν τὸν πόλεμον, ἔγνωσαν τῷ Κύρῳ βοηθεῖν, καὶ παραχρῆμα ἐξέπεμψαν πρεσβευτὰς πρὸς τὸν ἑαυτῶν ναύαρχον Σάμον ὀνομαζόμενον, ὅπως ὅ,τι ἂν κελεύῃ ὁ Κῦρος πράττῃ.

[←10]
[14.19.5] ὁ δὲ Σάμος εἶχε μὲν τριήρεις εἴκοσι καὶ πέντε, μεθ᾽ ὧν πλεύσας εἰς Ἔφεσον πρὸς τὸν Κύρου ναύαρχον ἕτοιμος ἦν αὐτῷ πάντα συμπράττειν. ἐξέπεμψαν δὲ καὶ πεζοὺς στρατιώτας ὀκτακοσίους, ἡγεμόνα Χειρίσοφον καταστήσαντες. ἀφηγεῖτο δὲ τοῦ βαρβαρικοῦ στόλου Ταμώς, ἔχων τριήρεις πεντήκοντα πολυτελῶς ἐξηρτυμένας: καὶ καταπλευσάντων τῶν Λακεδαιμονίων ἀνήχθησαν οἱ στόλοι τὸν πλοῦν ὡς ἐπὶ Κιλικίας ποιούμενοι.

[←11]
[14.19.6] Κῦρος δὲ τούς τε ἀπὸ τῆς Ἀσίας στρατολογηθέντας καὶ μισθοφόρους μυρίους τρισχιλίους ἀθροίσας εἰς Σάρδεις, Λυδίας μὲν καὶ Φρυγίας κατέστησεν ἐπιμελητὰς Πέρσας ἑαυτοῦ συγγενεῖς, Ἰωνίας δὲ καὶ τῆς Αἰολίδος, ἔτι δὲ τῶν σύνεγγυς τόπων Ταμώ, φίλον μὲν ὄντα πιστόν, τὸ δὲ γένος ὑπάρχοντα Μεμφίτην: αὐτὸς δὲ μετὰ τῆς δυνάμεως προῆγεν ὡς ἐπὶ τῆς Κιλικίας καὶ Πισιδίας, διαδιδοὺς λόγον ὅτι τινὲς τῶν ἐκεῖ κατοικούντων ἀφεστήκασιν.

[←12]
[14.19.7] εἶχε δὲ τοὺς ἅπαντας ἀπὸ μὲν τῆς Ἀσίας ἑπτακισμυρίους, ὧν ἦσαν ἱππεῖς τρισχίλιοι, ἀπὸ δὲ Πελοποννήσου καὶ τῆς ἄλλης Ἑλλάδος μισθοφόρους μυρίους τρισχιλίους.

[←13]
[14.19.8] ἡγεῖτο δὲ τῶν μὲν ἀπὸ Πελοποννήσου χωρὶς Ἀχαιῶν Κλέαρχος ὁ Λακεδαιμόνιος, τῶν δ᾽ ἀπὸ Βοιωτίας Πρόξενος Θηβαῖος, τῶν δ᾽ Ἀχαιῶν Σωκράτης Ἀχαιός, τῶν δ᾽ ἀπὸ Θεσσαλίας Μένων ὁ Λαρισσαῖος.

[←14]
[14.19.9] τῶν δὲ βαρβάρων τὰς μὲν κατὰ λεπτὸν ἡγεμονίας εἶχον Πέρσαι, τῶν δὲ συμπάντων αὐτὸς ἡγεῖτο Κῦρος, ὃς τοῖς μὲν ἡγεμόσιν ἐδεδηλώκει τὴν ἐπὶ τὸν ἀδελφὸν ἀνάβασιν, τὸ δὲ πλῆθος ἔκρυπτεν, εὐλαβούμενος μήποτε διὰ τὸ μέγεθος τῆς στρατείας ἐγκαταλίπῃ τὴν ἑαυτοῦ προαίρεσιν. διὸ καὶ κατὰ τὴν ὁδοιπορίαν προορώμενος τὸ μέλλον ἐξεθεράπευσε τοὺς στρατιώτας, κοινὸν ἑαυτὸν παρεχόμενος καὶ δαψιλεῖς ἀγορὰς ἑτοιμάζων.

[←15]
[14.20.1] ἐπεὶ δὲ διῆλθε Λυδίαν καὶ Φρυγίαν, ἔτι δὲ Καππαδοκίας τὰ συνορίζοντα, παρεγενήθη πρὸς τοὺς ὅρους τῆς Κιλικίας καὶ τὴν πρὸς ταῖς Κιλικίαις πύλαις εἰσβολήν: αὕτη δ᾽ ἐστὶ στενὴ καὶ παράκρημνος ἐπὶ σταδίους μὲν εἴκοσι παρατείνουσα, πλησίον δ᾽ αὐτῆς ἐστιν ἐξ ἀμφοτέρων καθ᾽ ὑπερβολὴν ὄρη μεγάλα καὶ δυσπρόσιτα: ἀπὸ δὲ τῶν ὀρῶν ἐξ ἑκατέρου μέρους τείχη κατατείνει μέχρι τῆς ὁδοῦ, καθ᾽ ἣν ἐνῳκοδόμηνται πύλαι.

[←16]
[14.20.2] διεξαγαγὼν δὲ διὰ τούτων τὴν δύναμιν εἰσέβαλεν εἴς τι πεδίον τῶν κατὰ τὴν Ἀσίαν οὐδενὸς τῷ κάλλει λειπόμενον: δι᾽ οὗ πορευθεὶς εἰς Ταρσόν, μεγίστην τῶν ἐν Κιλικίᾳ πόλεων, ταχέως αὐτῆς ἐγκρατὴς ἐγένετο. Συέννεσις δ᾽ ὁ τῆς Κιλικίας δυναστεύων ὡς ἤκουσε τὸ μέγεθος τῆς τῶν πολεμίων δυνάμεως, εἰς ἀπορίαν πολλὴν ἐνέπιπτεν, οὐκ ὢν ἀξιόμαχος.

[←17]
[14.20.3] μεταπεμπομένου δ᾽ αὐτὸν Κύρου καὶ τὰ πιστὰ δόντος ἐπορεύθη πρὸς αὐτόν, καὶ τὴν ἀλήθειαν τοῦ πολέμου πυθόμενος ὡμολόγησε συμμαχήσειν ἐπὶ τὸν Ἀρταξέρξην, καὶ τὸν ἕνα τῶν υἱῶν τῷ Κύρῳ συνεξαπέστειλεν, αὐτῷ δοὺς τῶν Κιλίκων τοὺς ἱκανοὺς συστρατευσομένους: πανοῦργος γὰρ ὢν τὴν φύσιν καὶ πρὸς τὸ τῆς τύχης ἄδηλον ἀρτισάμενος, τὸν ἕτερον τῶν υἱῶν ἐξέπεμψε λάθρᾳ πρὸς τὸν βασιλέα, δηλώσοντα καὶ τὰς δυνάμεις ἐπ᾽ ἐκεῖνον ἠθροισμένας καὶ διότι τῆς μὲν συμμαχίας δι᾽ ἀνάγκην τῷ Κύρῳ μετέχει, τῇ δ᾽ εὐνοίᾳ προσμένων, ἂν καιρὸς γένηται, καταλιπὼν ἐκεῖνον τῷ βασιλεῖ συστρατεύσεσθαι.

[←18]
[14.20.4] Κῦρος δ᾽ εἴκοσι μὲν ἡμέρας ἐν Ταρσῷ τὴν δύναμιν ἀνέλαβε: μετὰ δὲ ταῦτα ἀναζευγνύντος αὐτοῦ τὸ πλῆθος ὑπώπτευσε τὴν στρατείαν ἐπὶ τὸν Ἀρταξέρξην γίνεσθαι. ἀναλογιζόμενος δὲ ἕκαστος τὰ μήκη τῶν ὁδῶν καὶ τὰ πλήθη τῶν πολεμίων ἐθνῶν, δι᾽ ὧν ἀναγκαῖον ἦν τὴν πορείαν ποιεῖσθαι, τελέως ἠγωνία: διαβεβόητο γὰρ ἡ μὲν ἕως Βάκτρων ὁδὸς οὖσα στρατοπέδῳ τετραμήνου, δύναμις δ᾽ ἠθροισμένη τῷ βασιλεῖ πλείω τῶν τετταράκοντα μυριάδων.

[←19]
[14.20.5] διὸ δὴ περιδεεῖς ὄντες ἐκεῖνοι ἠγανάκτουν, καὶ τοὺς ἡγεμόνας δι᾽ ὀργῆς ἔχοντες ἐνεχείρησαν ἀναιρεῖν ὡς προδότας ἑαυτῶν ὄντας. τοῦ δὲ Κύρου δεομένου πάντων, καὶ διαβεβαιουμένου τὴν στρατιὰν ἀνάγειν οὐκ ἐπ᾽ Ἀρταξέρξην, ἀλλ᾽ ἐπί τινα σατράπην τῆς Συρίας, ἐπείσθησαν οἱ στρατιῶται, καὶ λαβόντες πλείω μισθὸν ἀποκατέστησαν εἰς τὴν ἐξ ἀρχῆς εὔνοιαν.

[←20]
[14.21.1] ὁ δὲ Κῦρος ἐπειδὴ διῆλθε τὴν Κιλικίαν, παρεγενήθη πρὸς πόλιν Ἰσσόν, ἐπὶ θαλάττης μὲν κειμένην, ἐσχάτην δ᾽ οὖσαν τῆς Κιλικίας. κατέπλευσε δ᾽ εἰς αὐτὴν περὶ τὸν αὐτὸν καιρὸν καὶ ὁ στόλος ὁ τῶν Λακεδαιμονίων, καὶ οἱ στρατηγοῦντες ἐξέβησαν καὶ συντυχόντες τῷ Κύρῳ τὴν τῶν Σπαρτιατῶν εἰς αὐτὸν εὔνοιαν ἀπήγγειλαν, καὶ τοὺς μετὰ Χειρισόφου πεζοὺς ὀκτακοσίους ἐκβιβάσαντες παρέδωκαν.

[←21]
[14.21.2] τούτους δὲ προσεποιοῦντο μὲν οἱ φίλοι τοῦ Κύρου πέμψαι μισθοφόρους, τῇ δ᾽ ἀληθείᾳ μετὰ τῆς τῶν ἐφόρων γνώμης ἅπαντ᾽ ἐπράττετο: οἱ δὲ Λακεδαιμόνιοι φανερὸν οὔπω τὸν πόλεμον ἐπανῃροῦντο, κατέκρυπτον δὲ τὴν προαίρεσιν, ἐπιτηροῦντες τὴν ῥοπὴν τοῦ πολέμου. ὁ δὲ Κῦρος μετὰ τῆς δυνάμεως ἀνέζευξεν ἐπὶ Συρίας τὴν πορείαν ποιούμενος, καὶ τοὺς ναυάρχους ἐκέλευσε συμπαραπλεῖν ἁπάσαις ταῖς ναυσίν.

[←22]
Πύλες Κιλικίας-Συρίας.

[←23]
[14.21.3] ὡς δ᾽ ἦλθεν ἐπὶ τὰς Πύλας καλουμένας καὶ τὸν τόπον εὗρεν ἔρημον τῶν φυλαττόντων, περιχαρὴς ἦν: ἠγωνία γὰρ σφόδρα, μή τινες αὐτὰς εἶεν προκατειλημμένοι. ἔστι δὲ ἡ φύσις τοῦ τόπου στενὴ καὶ παράκρημνος, ὥστε δι᾽ ὀλίγων ῥᾳδίως παραφυλάττεσθαι.

[←24]
[14.21.4] ὄρη γὰρ πλησίον ἀλλήλων κεῖται, τὸ μὲν τραχὺ καὶ κρημνοὺς ἔχον ἀξιολόγους, ἐπ᾽ αὐτῆς δ᾽ ἄρχεται τῆς ὁδοῦ ἕτερον ὄρος μέγιστον τῶν περὶ τοὺς τόπους ἐκείνους, καὶ καλεῖται μὲν Ἄμανος, παρεκτείνει δὲ παρὰ τὴν Φοινίκην: ὁ δ᾽ ἀνὰ μέσον τόπος τῶν ὀρῶν, ὑπάρχων ὡς τριῶν σταδίων, παντελῶς τετειχισμένος καὶ πύλας ἔχων εἰς στενὸν συγκλειομένας.

[←25]
[14.21.5] διελθὼν οὖν ὁ Κῦρος ταύτας ἀκινδύνως, τὸν μὲν λοιπὸν στόλον ἀπέστειλεν ἀνακάμψαι εἰς Ἔφεσον: οὐκέτι γὰρ αὐτῷ χρήσιμος ἦν μέλλοντι διὰ μεσογείου τὴν πορείαν ποιεῖσθαι: ὁδοιπορήσας δ᾽ ἡμέρας εἴκοσι παρεγενήθη πρὸς Θάψακον πόλιν, ἣ κεῖται παρὰ τὸν ποταμὸν τὸν Εὐφράτην.

[←26]
[14.21.6] ἐνταῦθα δὲ πένθ᾽ ἡμέρας διατρίψας, καὶ τὴν δύναμιν ἐξιδιοποιησάμενος ταῖς τε τῶν ἐπιτηδείων ἀφθονίαις καὶ ταῖς ἐκ τῶν προνομῶν ὠφελείαις, συνήγαγεν ἐκκλησίαν, καὶ τὴν ἀλήθειαν τῆς στρατείας ἐδήλωσεν. προσαύτως δὲ δεξαμένων τὸν λόγον τῶν στρατιωτῶν, ἐδεῖτο πάντων μὴ καταλιπεῖν ἑαυτόν, ἐπαγγελλόμενος ἄλλας τε μεγάλας δωρεὰς καὶ ὅτι παραγενομένοις αὐτοῖς εἰς Βαβυλῶνα κατ᾽ ἄνδρα ἕκαστον δώσει πέντε μνᾶς ἀργυρίου. οἱ μὲν οὖν στρατιῶται ταῖς ἐλπίσι μετεωρισθέντες ἐπείσθησαν ἀκολουθεῖν:

[←27]
[14.21.7] ὁ δὲ Κῦρος ὡς διέβη τῇ δυνάμει τὸν Εὐφράτην, ἠπείγετο κατὰ τὸ συνεχὲς ὁδοιπορῶν, καὶ παραγενηθεὶς ἐπὶ τοὺς ὅρους τῆς Βαβυλωνίας ἀνελάμβανε τὴν δύναμιν.

[←28]
[14.22.1] ὁ δὲ βασιλεὺς Ἀρταξέρξης καὶ πάλαι μὲν ἦν παρὰ Φαρναβάζου πεπυσμένος ὅτι στρατόπεδον ἐπ᾽ αὐτὸν ἀθροίζει λάθρᾳ Κῦρος, καὶ τότε δὴ πυθόμενος αὐτοῦ τὴν ἀνάβασιν μετεπέμπετο τὰς πανταχόθεν δυνάμεις εἰς Ἐκβάτανα τῆς Μηδίας.

[←29]
[14.22.2] ἐπεὶ δὲ αἵ τε παρ᾽ Ἰνδῶν καί τινων ἄλλων ἐθνῶν καθυστέρουν διὰ τὸ μακρὰν ἀφεστάναι τοὺς τόπους, μετὰ τῆς συναχθείσης στρατιᾶς ὥρμησεν ἀπαντήσων τῷ Κύρῳ. εἶχε δὲ τοὺς ἅπαντας στρατιώτας σὺν ἱππεῦσιν οὐκ ἐλάττους τετταράκοντα μυριάδων, καθά φησιν Ἔφορος.

[←30]
[14.22.3] ὡς δ᾽ εἰς τὸ Βαβυλώνιον ἧκε πεδίον, παρὰ τὸν Εὐφράτην στρατοπεδείαν ἐβάλετο, διανοούμενος ἐν ταύτῃ καταλιπεῖν τὴν ἀποσκευήν: ἐπυνθάνετο γὰρ τοὺς πολεμίους οὐ μακρὰν ὄντας, καὶ τὸ παράβολον αὐτῶν τῆς τόλμης ὑπώπτευεν.

[←31]
[14.22.4] ὀρύξας οὖν τάφρον τὸ μὲν πλάτος ποδῶν ἑξήκοντα, τὸ δὲ βάθος ποδῶν δέκα, περιέθηκε κύκλῳ τὰς συνακολουθούσας ἁρμαμάξας καθαπερεὶ τεῖχος. καταλιπὼν δ᾽ ἐν τῇ παρεμβολῇ τὴν ἀποσκευὴν καὶ τὸν ἀχρεῖον ὄχλον, ἐπὶ μὲν ταύτης ἱκανὴν φυλακὴν παρέστησεν, αὐτὸς δὲ τὴν δύναμιν εὔζωνον προαγαγὼν ἀπήντα τοῖς πολεμίοις ἐγγὺς ὑπάρχουσιν.

[←32]
[14.22.5] ὁ δὲ Κῦρος ὡς εἶδε προϊοῦσαν τὴν τοῦ βασιλέως στρατιάν, εὐθὺς εἰς τάξεις κατέστησε τὸ σφέτερον στρατόπεδον. τὸ μὲν οὖν δεξιὸν κέρας παρὰ τὸν Εὐφράτην παρεκτεῖνον πεζοὶ μὲν ἐπεῖχον Λακεδαιμόνιοι καί τινες τῶν μισθοφόρων, ὧν ἁπάντων Κλέαρχος ὁ Λακεδαιμόνιος ἀφηγεῖτο: συνηγωνίζοντο δ᾽ αὐτῷ τῶν ἱππέων οἱ συναχθέντες ἀπὸ Παφλαγονίας, ὄντες ὑπὲρ τοὺς χιλίους: τὸ δὲ θάτερον μέρος ἐπεῖχον οἵ τ᾽ ἀπὸ Φρυγίας καὶ Λυδίας, ἔτι δὲ τῶν ἱππέων περὶ χιλίους, ὧν εἶχε τὴν ἡγεμονίαν Ἀριδαῖος.

[←33]
[14.22.6] αὐτὸς δὲ ὁ Κῦρος ἐτέτακτο κατὰ μέσην τὴν φάλαγγα τοὺς κρατίστους ἔχων Περσῶν τε καὶ τῶν ἄλλων βαρβάρων ὡς μυρίους: προηγοῦντο δ᾽ αὐτῷ τῶν ἱππέων οἱ κάλλιστα διεσκευασμένοι χίλιοι, θώρακας ἔχοντες καὶ μαχαίρας Ἑλληνικάς.

[←34]
[14.22.7] Ἀρταξέρξης δὲ πρὸ μὲν τῆς φάλαγγος πάσης ἔστησεν ἅρματα δρεπανηφόρα τὸν ἀριθμὸν οὐκ ὀλίγα: καὶ τῶν μὲν κεράτων Πέρσας ἡγεμόνας κατέστησε, κατὰ δὲ τὸ μέσον αὐτὸς ἐτάχθη τῶν ἐπιλέκτων ἔχων οὐκ ἐλάττους πεντακισμυρίων.

[←35]
[14.23.1] ὡς δὲ τρεῖς σχεδὸν σταδίους ἀπεῖχον ἀλλήλων αἱ δυνάμεις, οἱ μὲν Ἕλληνες παιανίσαντες τὸ μὲν πρῶτον ἡσυχῇ προῆγον: ὡς δ᾽ ἐντὸς βέλους ἦσαν, ἔθεον κατὰ πολλὴν σπουδήν. παρηγγελκὼς δ᾽ αὐτοῖς Κλέαρχος ὁ Λακεδαιμόνιος ἦν τοῦτο πράττειν: τὸ μὲν γὰρ ἐκ διαστήματος πολλοῦ μὴ τρέχειν ἤμελλεν ἀκεραίους τοῖς σώμασι τοὺς ἀγωνιζομένους τηρήσειν εἰς τὴν μάχην, τὸ δ᾽ ἐγγὺς ὄντας δρόμῳ προσιέναι τὰς τῶν τόξων βολὰς καὶ τῶν ἄλλων βελῶν ὑπερπετεῖς ἐδόκει ποιήσειν.

[←36]
[14.23.2] ἐπεὶ δ᾽ ἤγγισαν οἱ μετὰ Κύρου τῷ τοῦ βασιλέως στρατοπέδῳ, τοσοῦτ᾽ ἐπ᾽ αὐτοὺς ἐρρίφη βελῶν πλῆθος, ὅσον εἰκός ἐστιν ἐκ δυνάμεως ἐνεχθῆναι συνεστώσης ἐκ μυριάδων τετταράκοντα. οὐ μὴν ἀλλὰ βραχὺν χρόνον παντελῶς τοῖς παλτοῖς διαγωνισάμενοι, τὸ λοιπὸν ἐκ χειρὸς ἤδη τὴν μάχην συνίσταντο.

[←37]
[14.23.3] Λακεδαιμόνιοι δὲ μετὰ τῶν ἄλλων μισθοφόρων εὐθὺς ἐκ τῆς πρώτης συστάσεως ἐξέπληξαν τοὺς ἀντιτεταγμένους βαρβάρους τῇ τε τῶν ὅπλων λαμπρότητι καὶ ταῖς εὐχειρίαις.

[←38]
[14.23.4] ἐκεῖνοι μὲν γὰρ ἦσαν ὅπλοις τε μικροῖς ἐσκεπασμένοι καὶ τὰ πολλὰ τῶν ταγμάτων ἔχοντες ψιλικά, πρὸς δὲ τούτοις ἄπειροι τῶν κατὰ πόλεμον κινδύνων: οἱ δ᾽ Ἕλληνες διὰ τὸ μῆκος τοῦ Πελοποννησιακοῦ πολέμου κατὰ τὸ συνεχὲς ἐν μάχαις γεγενημένοι πολὺ ταῖς ἐμπειρίαις διέφερον. διόπερ εὐθὺ τρεψάμενοι τοὺς καθ᾽ αὑτοὺς ἐδίωκον, καὶ πολλοὺς τῶν βαρβάρων ἀνῄρουν.

[←39]
Η πληρέστερη περιγραφή διασώζεται στο Ἑπτὰ ἐπὶ Θήβας τού Αισχύλου.

[←40]
[14.23.5] κατὰ δὲ μέσην τὴν τάξιν ἔτυχε μὲν ἀμφοτέρους τοὺς ὑπὲρ τῆς βασιλείας ἀγωνιζομένους ταχθῆναι: διὸ καὶ κατανοήσαντες τὸ γεγενημένον ὥρμησαν ἐπ᾽ ἀλλήλους, φιλοτιμούμενοι δι᾽ ἑαυτῶν κρῖναι τὴν μάχην: συνήγαγε γάρ, ὡς ἔοικεν, ἡ τύχη τὴν ὑπὲρ τῆς ἡγεμονίας τοῖς ἀδελφοῖς ἔριν εἰς μονομαχίαν καθάπερ εἰς ἀπομίμημα τῆς παλαιᾶς ἐκείνης καὶ τραγῳδουμένης τῆς περὶ τὸν Ἐτεοκλέα καὶ Πολυνείκην τόλμης.

[←41]
[14.23.6] Κῦρος μὲν οὖν φθάσας ἐκ διαστήματος ἠκόντισε, καὶ τυχὼν τοῦ βασιλέως ἔσφηλεν αὐτὸν ἐπὶ τὴν γῆν: ὃν ταχέως οἱ περὶ αὐτὸν ἁρπάσαντες ἀπήνεγκαν ἐκ τῆς μάχης. καὶ τὴν μὲν τοῦ βασιλέως ἡγεμονίαν διαδεξάμενος Τισσαφέρνης ἀνὴρ Πέρσης παρεκάλει τε τὰ πλήθη καὶ αὐτὸς λαμπρῶς ἠγωνίζετο: ἀναμαχόμενος δὲ τὸ περὶ τὸν βασιλέα γεγονὸς ἐλάττωμα καὶ μετὰ τῶν ἐπιλέκτων ἐπὶ πάντα τόπον ἐπιφαινόμενος πολλοὺς ἀνῄρει τῶν ἀντιτεταγμένων, ὥστε τὴν ἐπιφάνειαν αὐτοῦ πόρρωθεν ὑπάρχειν ἐπίσημον.

[←42]
[14.23.7] ὁ δὲ Κῦρος ἐπαρθεὶς τῷ προτερήματι τῶν περὶ αὐτὸν εἰς μέσους ἐβιάσατο τοὺς πολεμίους, καὶ τὸ μὲν πρῶτον ἀφειδῶς τῇ τόλμῃ χρώμενος πολλοὺς ἀνῄρει, μετὰ δὲ ταῦτα προχειρότερον κινδυνεύων ὑπό τινος τῶν τυχόντων Περσῶν πληγεὶς ἐπικαίρως ἔπεσεν. τούτου δ᾽ ἀναιρεθέντος οἱ τοῦ βασιλέως πρὸς τὴν μάχην ἐπερρώσθησαν, καὶ τέλος τῷ τε πλήθει καὶ τῇ τόλμῃ κατεπόνησαν τοὺς ἀνθεστηκότας.

[←43]
[14.24.1] ἐκ δὲ θατέρου μέρους Ἀριδαῖος ὁ Κύρου σατράπης τεταγμένος ἐπὶ τῆς ἡγεμονίας τὸ μὲν πρῶτον εὐρώστως ἐδέξατο τοὺς ἐπιόντας βαρβάρους: μετὰ δὲ ταῦτα τῆς φάλαγγος ἐπὶ πολὺ παρεκτεινούσης κυκλούμενος καὶ τὴν Κύρου τελευτὴν πυθόμενος, ἔφυγε μετὰ τῶν ἰδίων στρατιωτῶν πρός τινα τῶν ἰδίων σταθμῶν, ἔχοντα καταφυγὴν οὐκ ἀνεπιτήδειον.

[←44]
[14.24.2] Κλέαρχος δὲ θεωρῶν τήν τε μέσην τάξιν καὶ τἄλλα μέρη τῶν συμμάχων τετραμμένα, τοῦ μὲν διώκειν ἀπέστη, τοὺς δὲ στρατιώτας ἀνακαλούμενος καθίστα: εὐλαβεῖτο γὰρ μήποτε πάσης τῆς δυνάμεως ἐπὶ τοὺς Ἕλληνας ἐλθούσης κυκλωθῶσι καὶ πάντες ἀπόλωνται.

[←45]
[14.24.3] οἱ δὲ μετὰ τοῦ βασιλέως ταχθέντες ἐπειδὴ τὰ καθ᾽ αὑτοὺς ἐτρέψαντο, πρῶτον μὲν τὴν ἀποσκευὴν τοῦ Κύρου διήρπασαν, μετὰ δὲ ταῦτα ἤδη νυκτὸς ἐπελθούσης ἀθροισθέντες ἐπὶ τοὺς Ἕλληνας ὥρμησαν: ὧν δεξαμένων τὴν ἔφοδον εὐγενῶς, ὀλίγον μὲν χρόνον ὑπέμενον οἱ βάρβαροι, μετ᾽ ὀλίγον δὲ ταῖς τόλμαις καὶ ταῖς εὐχειρίαις νικώμενοι πρὸς φυγὴν ὥρμησαν.

[←46]
[14.24.4] οἱ δὲ περὶ Κλέαρχον πολλοὺς τῶν βαρβάρων ἀνελόντες, ὡς ἤδη νὺξ ἦν, ἀναχωρήσαντες τρόπαιον ἔστησαν, καὶ περὶ δευτέραν σχεδὸν φυλακὴν ἔφθασαν εἰς τὴν παρεμβολήν.

[←47]
[14.24.5] τῆς δὲ μάχης τοιοῦτον τέλος λαβούσης ἀνῃρέθησαν τῶν τοῦ βασιλέως πλείους τῶν μυρίων πεντακισχιλίων, ὧν τοὺς πλείστους ἀνεῖλον οἱ μετὰ Κλεάρχου ταχθέντες Λακεδαιμόνιοί τε καὶ μισθοφόροι.

[←48]
[14.24.6] ἐκ δὲ θατέρου μέρους τῶν Κύρου στρατιωτῶν ἔπεσον περὶ τρισχιλίους: τῶν δὲ Ἑλλήνων φασὶν ἀναιρεθῆναι μὲν οὐδένα, τρωθῆναι δ’ ὀλίγους.

[←49]
[14.24.7] τῆς δὲ νυκτὸς παρελθούσης Ἀριδαῖος ὁ πεφευγὼς εἰς τὸν σταθμὸν ἀπέστειλέ τινας πρὸς τὸν Κλέαρχον, παρακαλῶν πρὸς ἑαυτὸν ἀπαγαγεῖν τοὺς στρατιώτας καὶ κοινῇ διασώζεσθαι πρὸς τοὺς ἐπὶ θάλατταν τόπους: ἀνῃρημένου γὰρ Κύρου καὶ τῶν τοῦ βασιλέως δυνάμεων ὑπερεχουσῶν, ἀγωνία πολλὴ κατέσχε τοὺς τετολμηκότας ἐπὶ τῇ καταλύσει τῆς Ἀρταξέρξου βασιλείας στρατεύεσθαι.

[←50]
[14.25.1] ὁ δὲ Κλέαρχος ἀνακαλεσάμενος τούς τε στρατηγοὺς καὶ τοὺς ἐφ᾽ ἡγεμονίας τεταγμένους ἐβουλεύετο περὶ τῶν παρόντων. ὄντων δ᾽ αὐτῶν περὶ ταῦτα παρεγενήθησαν παρὰ τοῦ βασιλέως πρέσβεις, ὧν ἦν ἀρχιπρεσβευτὴς ἀνὴρ Ἕλλην, ὄνομα μὲν Φάλυνος, γένος δὲ Ζακύνθιος. εἰσαχθέντες δ᾽ εἰς τὸ συνέδριον εἶπον, ὅτι λέγει ὁ βασιλεὺς Ἀρταξέρξης: Ἐπειδὴ νενίκηκα Κῦρον ἀποκτείνας, παράδοτε τὰ ὅπλα, καὶ πρὸς τὰς θύρας αὐτοῦ βαδίσαντες ζητεῖτε, πῶς ἂν αὐτὸν ἐκθεραπεύσαντες ἀγαθοῦ τινος μεταλάβητε.

[←51]
[14.25.2] ῥηθέντων δὲ τούτων ἀπόκρισιν ἔδωκεν ἕκαστος τῶν στρατηγῶν τοιαύτην οἵαν Λεωνίδης, καθ᾽ ὃν καιρὸν περὶ Θερμοπύλας αὐτοῦ φυλάττοντος τὰς παρόδους Ξέρξης ἀπέστειλεν ἀγγέλους, κελεύων τῶν ὅπλων παραχωρῆσαι.

[←52]
[14.25.3] καὶ γὰρ τότε Λεωνίδης εἶπεν ἀπαγγεῖλαι τῷ βασιλεῖ διότι νομίζομεν, κἂν φίλοι γενώμεθα τῷ Ξέρξῃ, μετὰ τῶν ὅπλων ὄντες ἀμείνους ἔσεσθαι σύμμαχοι, κἂν πολεμεῖν πρὸς αὐτὸν ἀναγκασθῶμεν, βέλτιον μετὰ τούτων ἀγωνιεῖσθαι.

[←53]
[14.25.4] παραπλησίως δὲ καὶ τοῦ Κλεάρχου περὶ τούτων ἀποκριναμένου, Πρόξενος ὁ Θηβαῖος εἶπεν, ὅτι νῦν τὰ μὲν ἄλλα σχεδὸν ἀποβεβλήκαμεν, λέλειπται δ᾽ ἡμῖν ἥ τ᾽ ἀρετὴ καὶ τὰ ὅπλα. νομίζομεν οὖν, ἂν μὲν ταῦτα φυλάττωμεν, χρησίμην ἡμῖν ἔσεσθαι καὶ τὴν ἀρετήν, ἂν δὲ παραδῶμεν, οὐδὲ ταύτην ἡμῖν ἔσεσθαι βοηθόν. διόπερ ἐκέλευσε τῷ βασιλεῖ λέγειν, ὡς ἂν περὶ ἡμῶν κακόν τι βουλεύηται, διὰ τούτων πρὸς αὐτὸν διαγωνιούμεθα περὶ τῶν ἀγαθῶν τῶν ἐκείνου.

[←54]
[14.25.5] λέγεται δὲ καὶ Σώφιλον τὸν ἐφ᾽ ἡγεμονίας τεταγμένον εἰπεῖν, ὅτι θαυμάζει τοὺς παρὰ τοῦ βασιλέως λόγους: εἰ μὲν γὰρ αὐτὸν δοκεῖ κρείσσονα τῶν Ἑλλήνων εἶναι, μετὰ τῆς δυνάμεως ἐλθὼν λαβέτω τὰ παρ᾽ ἡμῶν ὅπλα: εἰ δὲ πείσας βούλεται, λεγέτω, τίνα χάριν ἡμῖν ἀντὶ τούτων ἀξίαν δώσει.

[←55]
[14.25.6] μετὰ δὲ τούτους Σωκράτης Ἀχαιὸς εἶπεν, ὅτι λίαν αὐτοῖς ἐκπληκτικῶς ὁ βασιλεὺς προσφέρεται: ἃ μὲν γὰρ παρ᾽ ἡμῶν βούλεται λαβεῖν παραχρῆμ’ ἀπαιτεῖ, τὰ δ᾽ ἀντὶ τούτων δοθησόμενα μετὰ ταῦτ᾽ ἀξιοῦν προστάττει. καθόλου δ᾽ εἰ μὲν ἀγνοῶν τοὺς νενικηκότας ὡς ἡττημένους κελεύει τὸ προσταττόμενον ποιεῖν, μαθέτω ποτέρων ἐστὶν ἡ νίκη παραγενηθεὶς μετὰ τῆς πολυαρίθμου δυνάμεως: εἰ δὲ σαφῶς ἡμᾶς εἰδὼς νενικηκότας ψεύδεται, πῶς αὐτῷ περὶ τῶν εἰς ὕστερον ἐπαγγελιῶν πιστεύσομεν;

[←56]
[14.25.7] —οἱ μὲν οὖν ἄγγελοι τοιαύτας ἀποκρίσεις λαβόντες ἐχωρίσθησαν: οἱ δὲ περὶ Κλέαρχον ἀνέζευξαν πρὸς τὸν σταθμόν, ὅπου τὸ διασεσωσμένον στρατόπεδον ἦν ἀνακεχωρηκός. εἰς ταὐτὸ δὲ πάσης τῆς δυνάμεως ἐλθούσης, περὶ τῆς ἐπὶ θάλατταν καταβάσεως ἐβουλεύοντο κοινῇ καὶ περὶ τῆς πορείας.

[←57]
[14.25.8] ἔδοξεν οὖν αὐτοῖς μὴ τὴν αὐτὴν ἀναχώρησιν ᾗπερ ἦλθον ποιεῖσθαι: πολὺ γὰρ αὐτῆς ἦν ἔρημον, ἐν ᾧ τροφὰς οὐχ ὑπελάμβανον ἕξειν, δυνάμεως πολεμίας ἀκολουθούσης. γνόντες δ᾽ ἐπὶ Παφλαγονίας ἀναζευγνύειν, οὗτοι μὲν ὥρμησαν ἐπὶ Παφλαγονίαν μετὰ τῆς δυνάμεως, κατὰ σχολὴν ὁδοιποροῦντες, ὡς ἂν ἅμα τὰς τροφὰς ποριζόμενοι:

[←58]
[14.26.1] ὁ δὲ βασιλεὺς βέλτιον ἔχων ἀπὸ τοῦ τραύματος, ὡς ἐπύθετο τὴν τῶν ἐναντίων ὑποχώρησιν, νομίσας αὐτοὺς φεύγειν, ὥρμησε μετὰ τῆς δυνάμεως κατὰ σπουδήν.

[←59]
[14.26.2] καταλαβὼν δ᾽ αὐτοὺς διὰ τὸ βραδέως ὁδοιπορεῖν, τότε μὲν ἤδη νυκτὸς οὔσης ἐγγὺς τὴν στρατοπεδείαν ἐποιήσατο, ἅμα δ᾽ ἡμέρᾳ διατασσόντων τῶν Ἑλλήνων τὸ στρατόπεδον εἰς μάχην, πέμψας τοὺς ἀγγέλους κατὰ μὲν τὸ παρὸν εἰς τρεῖς ἡμέρας ἀνοχὰς ἐποιήσατο:

[←60]
[14.26.3] ἐν δὲ ταύταις συνεφώνησαν, ὥστε αὐτὸν μὲν φιλίαν παρασχέσθαι τὴν χώραν καὶ τοὺς ἡγησομένους ἐπὶ θάλατταν δοῦναι καὶ τοῖς διεξιοῦσιν ἀγορὰν παρέχειν, τοὺς δὲ μετὰ Κλεάρχου μισθοφόρους καὶ τοὺς μετ᾽ Ἀριδαίου πάντας πορεύεσθαι διὰ τῆς χώρας μηδὲν ἀδίκημα ποιοῦντας.

[←61]
[14.26.4] μετὰ δὲ ταῦθ᾽ οὗτοι μὲν περὶ τὰς ὁδοιπορίας ἐγίνοντο, τὴν δὲ δύναμιν ὁ βασιλεὺς ἀπήγαγεν εἰς Βαβυλῶνα. ἐκεῖ δὲ τῶν κατὰ τὴν μάχην ἀνδραγαθησάντων κατ᾽ ἀξίαν ἕκαστον τιμήσας ἔκρινε πάντων ἄριστον γεγενῆσθαι Τισσαφέρνην. διὸ καὶ μεγάλαις αὐτὸν τιμήσας δωρεαῖς ἔδωκε τὴν ἑαυτοῦ θυγατέρα πρὸς συμβίωσιν, καὶ τὸ λοιπὸν διετέλει πιστότατον αὐτὸν ἔχων φίλον: ἔδωκε δ᾽ αὐτῷ καὶ τὴν ἡγεμονίαν ὧν Κῦρος ἐπὶ θαλάττης ἦρχε σατραπειῶν.

[←62]
[14.26.5] ὁ δὲ Τισσαφέρνης θεωρῶν τὸν βασιλέα δι᾽ ὀργῆς ἔχοντα τοὺς Ἕλληνας, ἐπηγγείλατ᾽ αὐτῷ ἅπαντας ἀνελεῖν, ἐὰν αὐτῷ μὲν δυνάμεις δῷ, πρὸς δὲ Ἀριδαῖον διαλλαγῇ: προδοθήσεσθαι γὰρ ὑπὸ τούτου τοὺς Ἕλληνας κατὰ τὴν ὁδοιπορίαν. ὁ δὲ βασιλεὺς ἀσμένως τοὺς λόγους δεξάμενος τούτῳ μὲν ἔδωκεν ἐξ ἁπάσης τῆς δυνάμεως ἐπιλέξαι τοὺς κρατίστους ὅσους προαιροῖτο.

[←63]
Προφανώς στο σημείο αυτό δεν διασώζεται τμήμα τού πρωτότυπου κείμενου.

[←64]
[14.26.6]… ἄλλοις γε ἡγεμόσιν ἐλθεῖν καὶ κατὰ πρόσωπον ἀκοῦσαι τῶν λόγων. διόπερ οἵ τε στρατηγοὶ σχεδὸν ἅπαντες μετὰ Κλεάρχου καὶ τῶν λοχαγῶν ὡς εἴκοσι πρὸς Τισσαφέρνην ἦλθον: καὶ στρατιωτῶν δὲ πρὸς ἀγορὰν ἐλθεῖν βουλομένων ἠκολούθησαν ὡς διακόσιοι.

[←65]
[14.26.7] Τισσαφέρνης δὲ τοὺς μὲν στρατηγοὺς εἰς τὴν σκηνὴν ἐκάλεσεν, οἱ δὲ λοχαγοὶ πρὸς ταῖς θύραις διέτριβον. καὶ μετ᾽ ὀλίγον ἐκ τῆς Τισσαφέρνους σκηνῆς ἀρθείσης φοινικίδος ὁ μὲν τοὺς στρατηγοὺς ἔνδον συνέλαβε, τοὺς δὲ λοχαγοὺς οἷς ἦν συντεταγμένον ἐπελθόντες ἀνεῖλον, ἄλλοι δὲ τοὺς ἐπὶ τὴν ἀγορὰν ἥκοντας τῶν στρατιωτῶν ἀνῄρουν: ἐξ ὧν εἷς φυγὼν εἰς τὴν ἰδίαν παρεμβολὴν ἐδήλωσε τὴν συμφοράν.

[←66]
[14.27.1] οἱ δὲ στρατιῶται πυθόμενοι τὰ γεγενημένα παρ᾽ αὐτὸν μὲν τὸν καιρὸν ἐξεπλάγησαν καὶ πάντες ἐχώρουν εἰς ὅπλα μετὰ πολλῆς ἀταξίας, ὡς ἂν ἀναρχίας οὔσης: μετὰ δὲ ταῦτα, οὐδενὸς αὐτοῖς παρενοχλοῦντος, εἵλοντο στρατηγοὺς μὲν πλείους, ἑνὶ δὲ τῶν ὅλων τὴν ἡγεμονίαν ἀπέδωκαν Χειρισόφῳ τῷ Λακεδαιμονίῳ.

[←67]
[14.27.2] οὗτοι δὲ διατάξαντες τὸ στρατόπεδον εἰς τὴν ὁδοιπορίαν ὥς ποτ᾽ αὐτοῖς ἐδόκει κάλλιστα προῆγον ἐπὶ Παφλαγονίαν. Τισσαφέρνης δὲ τοὺς στρατηγοὺς δήσας ἀπέστειλε πρὸς Ἀρταξέρξην: ἐκεῖνος δὲ τοὺς μὲν ἄλλους ἀνεῖλε, Μένωνα δὲ μόνον ἀφῆκεν: ἐδόκει γὰρ μόνος οὗτος στασιάζων πρὸς τοὺς συμμάχους προδώσειν τοὺς Ἕλληνας.

[←68]
[14.27.3] Τισσαφέρνης δὲ μετὰ τῆς δυνάμεως ἐπακολουθῶν τοῖς Ἕλλησιν ἐξήπτετο, καὶ κατὰ στόμα μὲν οὐκ ἐτόλμα παρατάττεσθαι, φοβούμενος ἀπεγνωσμένων ἀνδρῶν θράσος καὶ ἀπόνοιαν, ἐν δὲ τοῖς εὐθέτοις τόποις παρενοχλῶν μεγάλῳ μὲν οὐδενὶ κακῷ περιβάλλειν αὐτοὺς ἠδύνατο, μικρὰ δὲ βλάπτων μέχρι τοῦ τῶν Καρδούχων καλουμένων ἔθνους ἐπηκολούθησεν.

[←69]
[14.27.4] καὶ Τισσαφέρνης μὲν οὐδὲν ἔτι δυνάμενος πρᾶξαι, μετὰ τῆς δυνάμεως ἐπ᾽ Ἰωνίας ἀνέζευξεν: οἱ δὲ Ἕλληνες ἐφ᾽ ἑπτὰ μὲν ἡμέρας διεπορεύοντο τὰ τῶν Καρδούχων ὄρη, πολλὰ κακὰ πάσχοντες ὑπὸ τῶν ἐγχωρίων ἀλκίμων τε ὄντων καὶ τῆς χώρας ἐμπείρων.

[←70]
[14.27.5] ἦσαν δ᾽ οὗτοι πολέμιοι μὲν τοῦ βασιλέως, ἐλεύθεροι δὲ καὶ τὰ κατὰ πόλεμον ἀσκοῦντες, μάλιστα δ᾽ ἐκπονοῦντες σφενδόναις ὡς μεγίστους λίθους ἐμβάλλειν καὶ τοξεύμασιν ὑπερμεγέθεσι χρῆσθαι, δι᾽ ὧν τοὺς Ἕλληνας κατατιτρώσκοντες ἐξ ὑπερδεξίων τόπων πολλοὺς μὲν ἀνεῖλον, οὐκ ὀλίγους δὲ κακῶς διέθεσαν.

[←71]
[14.27.6] τὰ γὰρ βέλη μείζω κάθεστῶτα δυεῖν πηχῶν ἔδυνε διά τε τῶν ἀσπίδων καὶ θωράκων, ὥστε μηδὲν τῶν ὅπλων ἰσχύειν τὴν βίαν αὐτῶν ὑπομένειν: οὕτω γάρ φασι μεγάλοις κεχρῆσθαι οἰστοῖς, ὥστε τοὺς Ἕλληνας ἐναγκυλοῦντας τὰ ῥιπτόμενα βέλη τούτοις σαυνίοις χρωμένους ἐξακοντίζειν.

[←72]
[14.27.7] διελθόντες οὖν τὴν προειρημένην χώραν ἐπιπόνως παρεγενήθησαν πρὸς τὸν Κεντρίτην ποταμόν: ὃν διαβάντες εἰσέβαλον εἰς τὴν Ἀρμενίαν. ταύτης δ᾽ ἦν σατράπης Τιρίβαζος, πρὸς ὃν σπεισάμενοι διεπορεύοντο τὴν χώραν ὡς φίλοι.

[←73]
[14.28.1] ὁδοιποροῦντες δὲ διὰ τῶν Ἀρμενίων ὀρῶν ἐλήφθησαν ὑπὸ χιόνος πολλῆς, καὶ παρεκινδύνευσαν ἀπολέσθαι πάντες. τοῦ γὰρ ἀέρος τεταραγμένου τὸ μὲν πρῶτον κατ᾽ ὀλίγον ἤρξατο χιὼν πίπτειν ἐκ τοῦ περιέχοντος, ὥστε τοὺς ὁδοιποροῦντας μηδὲν ἐμποδίζεσθαι τῆς εἰς τοὔμπροσθεν πορείας: μετὰ δὲ ταῦτα πνεύματος ἐπιγινομένου μᾶλλον αἰεὶ κατερρίπτετο καὶ τὴν χώραν ἐπεκάλυπτεν, ὥστε μηκέτι δύνασθαι μήτε τὰς ὁδοὺς μήτε ὁλοσχερῶς τὰς ἰδιότητας τῶν τόπων θεωρεῖσθαι.

[←74]
[14.28.2] διόπερ ἀθυμία τὸ στρατόπεδον ὑπεδύετο καὶ δέος, ἀνακάμπτειν μὲν εἰς ἀπώλειαν οὐ βουλομένων, προάγειν δὲ διὰ τὸ πλῆθος τῶν χιόνων οὐ δυναμένων. τοῦ δὲ χειμῶνος ἐπίτασιν λαμβάνοντος ἐπεγενήθη πνευμάτων μέγεθος μετὰ πολλῆς χαλάζης, ὥστε τοῦ συρμοῦ κατὰ πρόσωπον ὄντος ἀναγκασθῆναι καθίσαι τὴν δύναμιν ἅπασαν: ἕκαστος γὰρ τὴν ἐκ τῆς ὁδοιπορίας κακοπάθειαν ὑπομένειν ἀδυνατῶν, οὗ ποτε τύχοι, μένειν ἠναγκάζετο.

[←75]
[14.28.3] ἀποροῦντες δὲ πάντων τῶν ἀναγκαίων ἐκείνην μὲν τὴν ἡμέραν καὶ τὴν νύκτα διεκαρτέρουν ὑπαίθριοι, πολλοῖς συνεχόμενοι κακοῖς: διὰ γὰρ τὸ πλῆθος τῆς κατὰ τὸ συνεχὲς ἐκχεομένης χιόνος τά τε ὅπλα πάντα συνεκαλύφθη καὶ τὰ σώματα διὰ τὸν ἀπὸ τῆς αἰθρίας πάγον περιεψύχετο. διὰ δὲ τὴν ὑπερβολὴν τῶν κακῶν ὅλην τὴν νύκτα διηγρύπνουν: καὶ τινὲς μὲν πῦρ ἐκκαύσαντες τῆς ἀπὸ τούτου βοηθείας ἐτύγχανον, τινὲς δὲ περικαταληφθέντες ὑπὸ τοῦ πάγου τὰ σώματα πᾶσαν ἀπεγίνωσκον ἐπικουρίαν, τῶν ἀκρωτηρίων αὐτοῖς σχεδὸν ἁπάντων ἀπονεκρουμένων.

[←76]
[14.28.4] διόπερ ὡς ἡ νὺξ διῆλθε, τῶν θ᾽ ὑποζυγίων τὰ πλεῖστα εὑρέθη διεφθαρμένα καὶ τῶν ἀνδρῶν πολλοὶ μὲν τετελευτηκότες, οὐκ ὀλίγοι δὲ τὴν μὲν ψυχὴν ἔχοντες ἔμφρονα, τὸ δὲ σῶμα διὰ τὸν πάγον ἀκίνητον: ἔνιοι δὲ καὶ τοὺς ὀφθαλμοὺς ἐτυφλώθησαν διά τε τὸ ψῦχος καὶ τὴν ἀνταύγειαν τῆς χιόνος.

[←77]
Προφανώς εδώ κάποιο τμήμα τού κειμένου δεν διασώζεται.

[←78]
[14.28.5] καὶ τελείως ἂν ἅπαντες διεφθάρησαν, εἰ μὴ βραχὺ διελθόντες εὗρον κώμας γεμούσας τῶν ἐπιτηδείων. αὗται δὲ τὰς μὲν τοῖς ὑποζυγίοις καταβάσεις εἶχον ὀρυκτάς, τὰς δὲ τοῖς ἀνδράσι κατὰ κλιμάκων… ταῖς οἰκίαις τά τε βοσκήματα τρεφόμενα χόρτῳ, τοῖς δ᾽ ἀνδράσι πολλὴν ἀφθονίαν πάντων τῶν πρὸς τὸ ζῆν ἀναγκαίων.

[←79]
Όπως σημειώσαμε σε κεφάλαια που προηγήθηκαν, αυτές εδώ οι τέσσερις ημέρες είναι οι πρώτες από τις 29 επιπλέον, που αναφέρει ο Διόδωρος σε σχέση με τον Ξενοφώντα.

[←80]
Των Ταόχων τού Ξενοφώντος;

[←81]
Δεκαπέντε ακόμη επιπλεόν ημέρες από τον Διόδωρο, δηλαδή συνολικά 19 μέχρι τώρα.

[←82]
[14.29.1] ἐμμείναντες δὲ ταῖς κώμαις ἡμέρας ὀκτὼ παρεγενήθησαν πρὸς τὸν Φᾶσιν ποταμόν. ἐκεῖ δὲ τέτταρας ἡμέρας διανύσαντες διεπορεύοντο τὴν Χάων καὶ Φασιανῶν χώραν. ἐπιθεμένων δ᾽ αὐτοῖς τῶν ἐγχωρίων, τούτους μὲν ἐν τῇ μάχῃ νικήσαντες πολλοὺς ἀνεῖλον, αὐτοὶ δὲ καταλαμβάνοντες τὰς τῶν ἐγχωρίων κτήσεις γεμούσας ἀγαθῶν ἐνδιέτριψαν ἐν αὐταῖς ἡμέρας πεντεκαίδεκα.

[←83]
Όπως αναφέραμε σε προηγούμενο κεφάλαιο, ο Διόδωρος αναφέρεται εδώ σωστά σε Χαλδαίους (Χαλδίους) και όχι σε Χάλυβες όπως ο Ξενοφών.

[←84]
Ο Άρπασος τού Ξενοφώντος.

[←85]
Οι Σκυθηνοί τού Ξενοφώντος.

[←86]
Ο Διόδωρος μιλά επίσης εδώ για πεδινό δρόμο, όπως και ο Ξενοφών [4.7.18].

[←87]
Η Γυμνιάς τού Ξενοφώντος.

[←88]
[14.29.2] ἀναζεύξαντες δ᾽ ἐκεῖθεν διῆλθον τὴν Χαλδαίων καλουμένων χώραν ἐν ἡμέραις ἑπτά, καὶ παρεγενήθησαν πρὸς τὸν Ἅρπαγον ὀνομαζόμενον ποταμόν, ὄντα τὸ πλάτος πλέθρων τεττάρων. ἐντεῦθεν δὲ διὰ τῆς Σκυτίνων πορευόμενοι διῆλθον ὁδὸν πεδινήν, ἐν ᾗ τρεῖς ἡμέρας αὑτοὺς ἀνέλαβον, εὐποροῦντες ἁπάντων τῶν ἀναγκαίων. μετὰ δὲ ταῦτ᾽ ἀναζεύξαντες τεταρταῖοι παρεγενήθησαν πρὸς πόλιν μεγάλην Γυμνασίαν ὀνομαζομένην.

[←89]
Αυτές οι δεκαπέντε μέρες τού Διόδωρου, σε αντίθεση με τις αντίστοιχες πέντε τού Ξενοφώντος [4.7.20], αποτέλεσαν τη βάση για τη χωροθέτηση σε αυτό το βιβλίο τής πόλης Γυμνιάς στο Γκυουμρί τής Αρμενίας και όχι στην τουρκική Μπαϊμπούρτ κατά την επικρατούσα άποψη.

[←90]
Το όρος Θήχης τού Ξενοφώντος.

[←91]
[14.29.3] ἐκ δὲ ταύτης ὁ τῶν τοπων τούτων ἀφηγούμενος ἐσπείσατο πρὸς αὐτοὺς καὶ τοὺς ὁδηγήσοντας ἐπὶ θάλατταν συνέστησεν. ἐν ἡμέραις δὲ πεντεκαίδεκα παραγενόμενοι ἐπὶ τὸ Χήνιον ὄρος, ὡς εἶδον πορευόμενοι οἱ πρῶτοι τὴν θάλατταν, περιχαρεῖς ἦσαν καὶ τοιαύτην ἐποίουν κραυγήν, ὥστε τοὺς ἐπὶ τῆς οὐραγίας ὄντας ὑπολαμβάνοντας πολεμίων ἔφοδον εἶναι χωρεῖν εἰς ὅπλα.

[←92]
[14.29.4] ὡς δ᾽ ἅπαντες ἀνέβησαν ἐπὶ τὸν τόπον, ἐξ οὗ τὴν θάλατταν ἦν ὁρᾶν, τοῖς θεοῖς ἀνατείναντες τὰς χεῖρας ηὐχαρίστουν ὡς ἤδη διασεσωσμένοι: συνενέγκαντες δ᾽ εἰς ἕνα τόπον λίθους παμπληθεῖς, καὶ ποιήσαντες ἐξ αὐτῶν ἀναστήματα μεγάλα, σκῦλα τῶν βαρβάρων ἀνέθεσαν, βουλόμενοι τῆς στρατείας ἀθάνατον ὑπόμνημα καταλιπεῖν. καὶ τῷ μὲν ὁδηγήσαντι φιάλην ἀργυρᾶν καὶ στολὴν Περσικὴν ἐδωρήσαντο: ὃς δείξας αὐτοῖς τὴν ἐπὶ Μάκρωνας ὁδὸν ἀπηλλάγη.

[←93]
[14.29.5] οἱ δ᾽ Ἕλληνες εἰσβαλόντες εἰς τὴν τῶν Μακρώνων χώραν ἐσπείσαντο, καὶ πρὸς πίστιν παρὰ μὲν ἐκείνων λόγχην ἔλαβον βαρβαρικήν, αὐτοὶ δ᾽ Ἑλληνικὴν ἔδωκαν: ταῦτα γὰρ ἔφασαν αὑτοῖς οἱ βάρβαροι διὰ προγόνων παραδεδόσθαι πρὸς πίστιν βεβαιότατα. ὡς δὲ τοὺς τούτων ὅρους διῆλθον, παρεγενήθησαν εἰς τὴν τῶν Κόλχων χώραν.

[←94]
[14.29.6] εἰς ἣν ἀθροισθέντων τῶν ἐγχωρίων ἐπ᾽ αὐτούς, τούτους μὲν κρατήσαντες μάχῃ πολλοὺς ἀνεῖλαν, αὐτοὶ δὲ λόφον ὀχυρὸν καταλαβόμενοι τὴν χώραν ἐπόρθουν, καὶ τὰς ὠφελείας εἰς τοῦτον ἀθροίσαντες ἀφθόνως ἑαυτοὺς ἀνελάμβανον.

[←95]
[14.30.1] εὑρίσκετο δὲ καὶ σμήνη παμπληθῆ περὶ τοὺς τόπους, ἐξ ὧν πολυτελῆ προσεφέρετο κηρία. τούτων δ᾽ οἱ γευσάμενοι παραλόγῳ περιέπιπτον συμπτώματι: οἱ γὰρ μεταλαβόντες αὐτῶν ἄφρονες ἐγίνοντο καὶ πίπτοντες ἐπὶ τὴν γῆν ὅμοιοι τοῖς τετελευτηκόσιν ὑπῆρχον.

[←96]
[14.30.2] πολλῶν δὲ φαγόντων διὰ τὴν γλυκύτητα τῆς ἀπολαύσεως, ταχὺ τὸ πλῆθος ἐγεγόνει τῶν πεπτωκότων οἱονεὶ τροπῆς ἐν πολέμῳ γεγενημένης. ἐκείνην μὲν οὖν τὴν ἡμέραν ἠθύμησεν ἡ δύναμις, καταπεπληγμένη τό τε παράδοξον καὶ τὸ πλῆθος τῶν ἠτυχηκότων: τῇ δ᾽ ὑστεραίᾳ περὶ τὴν αὐτὴν ὥραν ἅπαντες ἑαυτοὺς ἀνελάμβανον καὶ κατ᾽ ὀλίγον ἀνακτώμενοι τὸ φρονεῖν ἀνέστησαν, καὶ τὸ σῶμα διετέθησαν ὁμοίως τοῖς ἐκ φαρμακοποσίας διασωθεῖσιν.

[←97]
[14.30.3] ὡς δ᾽ ἀνέλαβον ἑαυτοὺς ἐν τρισὶν ἡμέραις, ἐπορεύθησαν εἰς Τραπεζοῦντα πόλιν Ἑλληνίδα, Σινωπέων μὲν ἄποικον, κειμένην δ᾽ ἐν τῇ Κόλχων χώρᾳ. ἐνταῦθα δὲ διατρίψαντες ἡμέρας τριάκοντα, παρὰ μὲν τοῖς ἐγχωρίοις λαμπρῶς ἐξενίσθησαν, αὐτοὶ δὲ τῷ τε Ἡρακλεῖ καὶ Διὶ σωτηρίῳ θυσίαν ἐποίησαν καὶ γυμνικὸν ἀγῶνα, καθ᾽ ὃν τόπον φασὶ προσπλεῦσαι τὴν Ἀργὼ καὶ τοὺς περὶ Ἰάσονα.

[←98]
[14.30.4] ἐκεῖθεν δὲ Χειρίσοφον μὲν τὸν ἀφηγούμενον ἀπέστειλαν εἰς Βυζάντιον ἐπὶ πλοῖα καὶ τριήρεις: ἔλεγε γὰρ εἶναι φίλος Ἀναξιβίῳ τῷ Βυζαντίων ναυάρχῳ. τοῦτον μὲν οὖν ἐπὶ κέλητος ἐξέπεμψαν: λαβόντες δὲ τῶν ἐπικώπων δύο πλοιάρια παρὰ τῶν Τραπεζουντίων, ἐλῄστευον τοὺς περιοικοῦντας βαρβάρους καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.

[←99]
[14.30.5] ἐφ᾽ ἡμέρας μὲν οὖν τριάκοντα περιέμειναν τὸν Χειρίσοφον: ὡς δ᾽ ἐκεῖνος ἐβράδυνεν, αἱ δὲ τροφαὶ τοῖς ἀνθρώποις ἐσπάνιζον, ἀνέζευξαν ἐκ Τραπεζοῦντος, καὶ τριταῖοι παρεγενήθησαν εἰς Κερασοῦντα πόλιν Ἑλληνίδα, Σινωπέων ἄποικον. ἐν ταύτῃ δὲ ἡμέρας διατρίψαντές τινας παρεγενήθησαν εἰς τὸ τῶν Μοσυνοίκων ἔθνος.

[←100]
[14.30.6] τῶν δὲ βαρβάρων συστραφέντων ἐπ᾽ αὐτοὺς ἐκράτησαν μάχῃ καὶ πολλοὺς ἀνεῖλον. συμφυγόντων δ᾽ εἴς τι χωρίον, ἐν ᾧ κατῴκουν ἑπτωρόφους ἔχοντες ξυλίνους πύργους, συνεχεῖς προσβολὰς ποιησάμενοι κατὰ κράτος εἷλαν. ἦν δὲ τὸ χωρίον τοῦτο μητρόπολις τῶν ἄλλων ἐρυμάτων, ἐν ᾧ καὶ ὁ βασιλεὺς αὐτῶν κατῴκει τὸν ὑψηλότατον τόπον ἔχων.

[←101]
[14.30.7] ἔθος δ᾽ ἔχει πάτριον μένειν ἐν αὐτῷ τὸν πάντα βίον, κἀκεῖθεν διαδιδόναι τοῖς ὄχλοις τὰ προστάγματα. βαρβαρώτατον δ᾽ ἔφασαν οἱ στρατιῶται τοῦτο διεληλυθέναι τὸ ἔθνος, καὶ ταῖς μὲν γυναιξὶν αὐτοὺς πλησιάζειν ἁπάντων ὁρώντων, τοὺς δὲ παῖδας τῶν πλουσιωτάτων τρέφεσθαι καρύοις ἑφθοῖς, ἅπαντας δ᾽ ἐκ παιδὸς στίγμασι τόν τε νῶτον καὶ τὰ στήθη καταπεποικίλθαι. ταύτην μὲν οὖν τὴν χώραν ἐν ἡμέραις ὀκτὼ διεπορεύθησαν, τὴν δ᾽ ἐχομένην ἐν τρισίν, ἣν ἐκάλουν Τιβαρηνήν.

[←102]
[14.31.1] κἀκεῖθεν εἰς Κοτύωρα πόλιν παρεγενήθησαν Ἑλληνίδα, Σινωπέων ἄποικον. ἐν ταύτῃ δὲ πεντήκονθ᾽ ἡμέρας διέτριψαν τοὺς περιοίκους τῆς Παφλαγονίας τε καὶ τοὺς ἄλλους βαρβάρους λῃστεύοντες. Ἡρακλεῶται δὲ καὶ Σινωπεῖς ἀπέστειλαν αὐτοῖς πλοῖα, δι᾽ ὧν αὐτοί τε καὶ τὰ σκευοφόρα διεκομίσθησαν.

[←103]
Ο Μιθριδάτης ΣΤ’ Ευπάτωρ, βασιλεύς τού Πόντου την περίοδο 120-63 π.Χ. Πολέμησε τούς Ρωμαίους επί 40 χρόνια. Βλέπε Αππιανό, Μιθριδάτεια.

[←104]
[14.31.2] ἡ δὲ Σινώπη Μιλησίων μὲν ἦν ἄποικος, κειμένη δ᾽ ἐν τῇ Παφλαγονίᾳ μέγιστον εἶχεν ἀξίωμα τῶν περὶ τοὺς τόπους: ἐν ᾗ δὴ καθ᾽ ἡμᾶς ἔσχε Μιθριδάτης ὁ πρὸς Ῥωμαίους διαπολεμήσας τὰ μέγιστα βασίλεια.

[←105]
[14.31.3] παρεγενήθη δὲ καὶ ἐνταῦθα Χειρίσοφος ὁ πρὸς τὰς τριήρεις ἀπεσταλμένος ἄπρακτος. οὐ μὴν ἀλλ᾽ οἱ Σινωπεῖς φιλοφρόνως αὐτοὺς ξενίσαντες ἀπέπεμψαν αὐτοὺς κατὰ θάλατταν εἰς Ἡράκλειαν, Μεγαρέων ἄποικον: καὶ καθωρμίσθη πᾶς ὁ στόλος πρὸς τὴν Ἀχερουσίαν χερρόνησον, ὅπου φασὶν Ἡρακλέα τὸν ἐξ ᾄδου Κέρβερον ἀναγαγεῖν.

[←106]
Στο Σκουτάρι, το σημερινό Ουσκουντάρ, στην ασιατική ακτή τού Βοσπόρου απέναντι από το Βυζάντιο.

[←107]
[14.31.4] ἐκεῖθεν δὲ πεζῇ διὰ Βιθυνίας πορευόμενοι κινδύνοις περιέπιπτον, τῶν ἐγχωρίων ἐξαπτομένων κατὰ τὴν πορείαν. μόγις οὖν διεσώθησαν εἰς Χρυσόπολιν τῆς Χαλκηδονίας οἱ περιλειφθέντες ἀπὸ μυρίων ὀκτακισχίλιοι τριακόσιοι.

[←108]
Τη Θρακική Χερσόνησό μεταξύ Αιγαίου και Ελλησπόντου.

[←109]
[14.31.5] ἐκεῖθεν δὲ ῥᾳδίως ἤδη τὸ λοιπὸν τινὲς μὲν διεσώθησαν εἰς τὰς πατρίδας, οἱ δὲ λοιποὶ περὶ τὴν Χερρόνησον ἀθροισθέντες ἐπόρθουν τὴν παρακειμένην Θρᾳκῶν χώραν. ἡ μὲν οὖν ἐπ᾽ Ἀρταξέρξην Κύρου στρατεία τοιοῦτον ἔσχε τὸ τέλος.

[←110]
[14.32.1] Οἱ δ´ ἐν ταῖς Ἀθήναις δυναστεύοντες τριάκοντα τύραννοι καθ´ ἡμέραν οὐκ ἐπαύοντο τοὺς μὲν φυγαδεύοντες, τοὺς δὲ ἀναιροῦντες. Τῶν δὲ Θηβαίων ἀγανακτούντων ἐπὶ τοῖς γινομένοις καὶ φιλοφρόνως τοὺς φυγάδας ὑποδεχομένων, Θρασύβουλος Στιριεὺς ὀνομαζόμενος, ὢν Ἀθηναῖος, ὑπὸ δὲ τῶν τριάκοντα πεφυγαδευμένος, συνεργούντων αὐτῷ λάθρᾳ τῶν Θηβαίων κατελάβετο τῆς Ἀττικῆς χωρίον ὀνομαζόμενον Φυλήν. Ἦν δὲ τὸ φρούριον ὀχυρόν τε σφόδρα καὶ τῶν Ἀθηνῶν ἀπέχον σταδίους ἑκατόν, ὥστε πολλὰς ἀφορμὰς αὐτοῖς παρέχεσθαι πρὸς τὴν ἔφοδον.

[←111]
[14.32.2] Οἱ δὲ τριάκοντα τύραννοι πυθόμενοι τὸ γεγονός, τὸ μὲν πρῶτον ἐξήγαγον ἐπ´ αὐτοὺς τὴν δύναμιν ὡς πολιορκήσοντες τὸ χωρίον· πλησίον δὲ τῆς Φυλῆς αὐτῶν στρατοπεδευόντων ἐπεγενήθη πολὺς νιφετός.

[←112]
[14.32.3] Καί τινων ἐπιχειρησάντων μετασκηνοῦν, οἱ πολλοὶ φεύγειν αὐτοὺς ὑπέλαβον καὶ πλησίον τινὰ πολεμίαν δύναμιν εἶναι· ἐμπεσόντος δὲ εἰς τὸ στρατόπεδον θορύβου τοῦ καλουμένου Πανικοῦ μετεστρατοπέδευσαν εἰς ἕτερον τόπον.

[←113]
[14.32.4] Οἱ δὲ τριάκοντα θεωροῦντες τοὺς πολίτας ἐν Ἀθήναις, ὅσοι μὴ μετεῖχον τῆς τῶν τρισχιλίων πολιτείας, μετεώρους ὄντας πρὸς τὴν κατάλυσιν τῆς δυναστείας, μετῴκισαν αὐτοὺς εἰς τὸν Πειραιᾶ, καὶ τοῖς ξενικοῖς ὅπλοις διακατεῖχον τὴν πόλιν· Ἐλευσινίους δὲ καὶ Σαλαμινίους αἰτιασάμενοι τὰ τῶν φυγάδων φρονεῖν, ἅπαντας ἀνεῖλον.

[←114]
[14.32.5] Τούτων δὲ πραττομένων πολλοὶ τῶν φυγάδων συνέρρεον πρὸς τοὺς περὶ Θρασύβουλον φανερῶς μὲν περί τινων αἰχμαλώτων διαλεξόμενοι, λάθρᾳ δὲ συμβουλεύειν αὐτῷ {τὸ} διαλῦσαι τὸ συνεστηκὸς φυγαδικὸν καὶ μεθ´ ἑαυτῶν τῆς πόλεως δυναστεύειν ἀντὶ Θηραμένους προσαιρεθέντα, λαβεῖν δ´ ἐξουσίαν δέκα τῶν φυγάδων οὓς ἂν προαιρῆται κατάγειν εἰς τὴν πατρίδα.

[←115]
[14.32.6] Ὁ μὲν Θρασύβουλος ἔφησε προκρίνειν τὴν ἑαυτοῦ φυγὴν τῆς τῶν τριάκοντα δυναστείας, καὶ τὸν πόλεμον οὐ καταλύσειν, εἰ μὴ πάντες οἱ πολῖται κατέλθωσι καὶ τὴν πάτριον πολιτείαν ὁ δῆμος ἀπολάβῃ. Οἱ δὲ τριάκοντα θεωροῦντες πολλοὺς μὲν ἀφ´ ἑαυτῶν ἀφισταμένους διὰ τὸ μῖσος, τοὺς δὲ φυγάδας ἀεὶ πλείους γινομένους, ἀπέστειλαν εἰς Σπάρτην πρέσβεις περὶ βοηθείας, αὐτοὶ δ´ ὅσους ἠδύναντο πλείστους ἀθροίσαντες ἐν ὑπαίθρῳ περιεστρατοπέδευσαν περὶ τὰς ὀνομαζομένας Ἀχαρνάς.

[←116]
[14.33.1] Ὁ δὲ Θρασύβουλος τὴν ἱκανὴν φυλακὴν τοῦ χωρίου κατάλιπὼν ἐξήγαγε τοὺς φυγάδας, ὄντας χιλίους καὶ διακοσίους· ἐπιθέμενος δὲ τῇ τῶν ἐναντίων παρεμβολῇ νυκτὸς ἀπροσδοκήτως καὶ συχνοὺς ἀποκτείνας, τοὺς ἄλλους διὰ τὸ παράδοξον ἐξέπληξε καὶ φυγεῖν εἰς Ἀθήνας ἠνάγκασεν.

[←117]
[14.33.2] Μετὰ δὲ τὴν μάχην ὁ Θρασύβουλος εὐθὺς μὲν ὥρμησεν ἐπὶ τὸν Πειραιᾶ καὶ κατελάβετο τὴν Μουνυχίαν, λόφον ἔρημον καὶ καρτερόν, οἱ δὲ τύραννοι τῇ δυνάμει πάσῃ καταβάντες εἰς τὸν Πειραιᾶ προσέβαλον τῇ Μουνυχίᾳ, Κριτίου τὴν ἡγεμονίαν ἔχοντος. Ἐπὶ πολὺν δὲ χρόνον τῆς μάχης καρτερᾶς γενομένης, οἱ μὲν τύραννοι τοῖς πλήθεσιν ὑπερεῖχον, οἱ δὲ φυγάδες τῇ τῶν τόπων ὀχυρότητι.

[←118]
[14.33.3] Τέλος δὲ Κριτίου πεσόντος οἱ μετὰ τῶν τριάκοντα κατεπλάγησαν καὶ πρὸς τοὺς ὁμαλωτέρους τόπους κατέφυγον, οὐ τολμώντων τῶν φυγάδων εἰς ἐκείνους καταβαίνειν. Μετὰ δὲ ταῦτα συχνῶν ἀφισταμένων πρὸς τοὺς φυγάδας, οἱ περὶ τὸν Θρασύβουλον ἐξαίφνης ἐπέθεντο τοῖς ἐναντίοις, καὶ μάχῃ κρατήσαντες ἐκυρίευσαν τοῦ Πειραιῶς.

[←119]
[14.33.4] Εὐθὺ δὲ πολλοὶ μὲν τῶν ἐκ τῆς πόλεως ἐπιθυμοῦντες ἀπαλλαγῆναι τῆς τυραννίδος συνέρρεον εἰς τὸν Πειραιᾶ, πάντες δ´ οἱ κατὰ τὰς πόλεις διερριμμένοι φυγάδες ἀκούοντες τὰ προτερήματα τῶν περὶ Θρασύβουλον, ἧκον εἰς Πειραιᾶ, καὶ τὸ λοιπὸν ἤδη πολὺ ταῖς δυνάμεσιν οἱ φυγάδες ὑπερεῖχον· διὸ καὶ πολιορκεῖν τὴν πόλιν ἐπεχείρησαν.

[←120]
[14.33.5] Οἱ δ´ ἐν ταῖς Ἀθήναις τοὺς μὲν τριάκοντα τῆς ἀρχῆς παύσαντες ἐκ τῆς πόλεως ἐξέπεμψαν, δέκα δ´ ἄνδρας κατέστησαν αὐτοκράτορας, εἰ δύναιντο, μάλιστα φιλικῶς διαλύεσθαι τὸν πόλεμον. Οὗτοι δὲ παραλαβόντες τὴν ἀρχὴν τούτων μὲν ἠμέλησαν, ἑαυτοὺς δὲ τυράννους ἀποδείξαντες ἀπὸ Λακεδαίμονος τετταράκοντα ναῦς μετεπέμψαντο καὶ στρατιώτας χιλίους, ὧν ἦρχε Λύσανδρος.

[←121]
[14.33.6] Παυσανίας δὲ ὁ τῶν Λακεδαιμονίων βασιλεύς, φθονῶν μὲν τῷ Λυσάνδρῳ, θεωρῶν δὲ τὴν Σπάρτην ἀδοξοῦσαν παρὰ τοῖς Ἕλλησιν, ἀνέζευξε μετὰ δυνάμεως πολλῆς, καὶ παραγενηθεὶς εἰς Ἀθήνας διήλλαξε τοὺς ἐν τῇ πόλει πρὸς τοὺς φυγάδας. Διόπερ Ἀθηναῖοι μὲν ἐκομίσαντο τὴν πατρίδα καὶ τὸ λοιπὸν τοῖς ἰδίοις νόμοις ἐπολιτεύοντο, τοῖς δ´ εὐλαβουμένοις, μή τι πάθωσι διὰ τὰ γενόμενα κατὰ τὸ συνεχὲς αὐτῶν ἀδικήματα, τὴν Ἐλευσῖνα κατοικεῖν συνεχώρησαν.

[←122]
[14.34.1] Ἠλεῖοι δὲ φοβηθέντες τὴν τῶν Λακεδαιμονίων ὑπεροχήν, κατέλυσαν τὸν πρὸς αὐτοὺς πόλεμον, ἐφ´ ᾧ τὰς τριήρεις δοῦναι Λακεδαιμονίοις καὶ τὰς περιοικούσας πόλεις αὐτονόμους ἀφεῖναι.

[←123]
[14.34.2] Λακεδαιμόνιοι δὲ καταλελυκότες τοὺς πολέμους καὶ σχολὴν ἔχοντες ἐστράτευσαν ἐπὶ Μεσσηνίους, ὧν οἱ μὲν ἐν Κεφαλληνίᾳ φρούριόν τι κατῴκουν, οἱ δὲ Ναύπακτον ἐν τοῖς προσεσπερίοις λεγομένοις Λοκροῖς, δόντων Ἀθηναίων.

[←124]
[14.34.3] Ἐκβαλόντες δ´ αὐτοὺς ἐκ τῶν τόπων ἀπέδωκαν τὰ φρούρια, τὸ μὲν τοῖς τὴν Κεφαλληνίαν οἰκοῦσι, τὸ δὲ τοῖς Λοκροῖς. Οἱ δὲ Μεσσήνιοι διὰ τὸ παλαιὸν πρὸς τοὺς Σπαρτιάτας μῖσος πανταχόθεν ἐλαυνόμενοι, μετὰ τῶν ὅπλων ἀπηλλάγησαν ἐκ τῆς Ἑλλάδος, καὶ τινὲς μὲν αὐτῶν πλεύσαντες εἰς Σικελίαν ἐγένοντο Διονυσίου μισθοφόροι, τινὲς δ´ εἰς Κυρήνην ἔπλευσαν, περὶ τρισχιλίους ὄντες, καὶ μετὰ τῶν ἐκεῖ φυγάδων ἐτάχθησαν.

[←125]
[14.34.4] Οἱ γὰρ Κυρηναῖοι κατ´ ἐκεῖνον τὸν καιρὸν ἐν ταραχῇ καθειστήκεισαν, Ἀρίστωνος καί τινων ἑτέρων κατειληφότων τὴν πόλιν. Προσφάτως μὲν πεντακόσιοι οἱ δυνατώτατοι τῶν Κυρηναίων ἀνῄρηντο, τῶν δ´ ἄλλων ἐπεφεύγεισαν οἱ χαριέστατοι.

[←126]
[14.34.5] Οὐ μὴν ἀλλ´ οἱ φυγάδες προσλαμβανόμενοι τοὺς Μεσσηνίους παρετάξαντο πρὸς τοὺς τὴν πόλιν κατειληφότας, καὶ τῶν μὲν Κυρηναίων πολλοὶ παρ´ ἀμφοτέροις ἔπεσον, οἱ δὲ Μεσσήνιοι σχεδὸν ἅπαντες ἀνῃρέθησαν.

[←127]
[14.34.6] Μετὰ δὲ τὴν παράταξιν οἱ Κυρηναῖοι πρὸς ἀλλήλους διαπρεσβευσάμενοι διηλλάγησαν, καὶ παραχρῆμα ὁρκωμοτήσαντες μὴ μνησικακήσειν, κοινῇ τὴν πόλιν κατῴκησαν.

[←128]
[14.34.7] Περὶ δὲ τοὺς αὐτοὺς χρόνους Ῥωμαῖοι προσέθηκαν οἰκήτορας εἰς τὰς ὀνομαζομένας Οὐελίτρας.

[←129]
[14.35.1] Τοῦ δ´ ἔτους τούτου διελθόντος Ἀθήνησι μὲν ἦρχε Λάχης, ἐν δὲ τῇ Ῥώμῃ τὴν ὕπατον ἀρχὴν διῴκουν χιλίαρχοι, Μάνιος Κλώδιος, Μάρκος Κοΐντιος, Λεύκιος Ἰούλιος, Μάρκος Φούριος, Λεύκιος Οὐαλέριος, ἐγενήθη δὲ καὶ ὀλυμπιὰς πέμπτη πρὸς ταῖς ἐνενήκοντα, καθ´ ἣν ἐνίκα στάδιον Μίνως Ἀθηναῖος.

[←130]
[14.35.2] Κατὰ δὲ τούτους τοὺς χρόνους Ἀρταξέρξης μὲν ὁ τῆς Ἀσίας βασιλεὺς καταπεπολεμηκὼς Κῦρον ἀπεστάλκει Τισσαφέρνην παραληψόμενον πάσας τὰς ἐπὶ θαλάττῃ σατραπείας. Διόπερ οἱ Κύρῳ συμμαχήσαντες σατράπαι καὶ πόλεις ἐν ἀγωνίᾳ πολλῇ καθειστήκεισαν, μήποτε δῶσι τιμωρίαν ὑπὲρ ὧν ἐξήμαρτον εἰς τὸν βασιλέα.

[←131]
[14.35.3] Οἱ μὲν οὖν ἄλλοι σατράπαι διαπρεσβευσάμενοι πρὸς Τισσαφέρνην ἐξεθεράπευον καὶ τὰ καθ´ αὑτοὺς ἐτίθεντο πρὸς αὐτόν, ὅπως ποτ´ ἦσαν δυνατοί· Ταμὼς δέ, μέγιστος ὢν αὐτῶν καὶ τῆς Ἰωνίας ἀφηγούμενος, εἰς τὰς τριήρεις ἐνέθετο τὰ χρήματα καὶ τοὺς υἱοὺς ἅπαντας πλὴν ἑνὸς τοῦ καλουμένου μὲν Γλοῦ, μετὰ δέ τινας χρόνους ἀφηγησαμένου τῶν βασιλικῶν δυνάμεων.

[←132]
[14.35.4] Εὐλαβηθεὶς οὖν ὁ Ταμὼς τὸν Τισσαφέρνην ἀπῆρεν εἰς Αἴγυπτον μετὰ τοῦ στόλου, καὶ κατέφυγε πρὸς Ψαμμήτιχον τὸν βασιλέα τῶν Αἰγυπτίων, ἀπόγονον ὄντα τοῦ Ψαμμητίχου. Οὔσης δ´ αὐτῷ προγεγενημένης εὐεργεσίας εἰς τὸν βασιλέα, διελάμβανε τοῦτον ἕξειν οἷόν τινα λιμένα τῶν ἀπὸ τοῦ βασιλέως κινδύνων.

[←133]
[14.35.5] Ὁ δὲ Ψαμμήτιχος τήν τε εὐεργεσίαν καὶ τὸ πρὸς τοὺς ἱκέτας ὅσιον παρ´ οὐδὲν ἡγησάμενος ἀπέσφαξε τὸν ἱκέτην καὶ φίλον μετὰ τῶν τέκνων, ὅπως τῶν τε χρημάτων καὶ τοῦ στόλου γένηται κύριος.

[←134]
[14.35.6] Αἱ δὲ κατὰ τὴν Ἀσίαν Ἑλληνίδες πόλεις πυνθανόμεναι τὴν τοῦ Τισσαφέρνους κατάβασιν, περὶ σφῶν ἀγωνιῶσαι πρὸς Λακεδαιμονίους ἔπεμψαν πρέσβεις, δεόμεναι μὴ περιιδεῖν ἑαυτὰς ὑπὸ τῶν βαρβάρων ἀναστάτους γινομένας. Οἱ δὲ Λακεδαιμόνιοι βοηθήσειν ἐπαγγειλάμενοι, πρὸς Τισσαφέρνην ἔπεμψαν πρέσβεις τοὺς ἐροῦντας μὴ ὅπλα πολέμια ἐπιφέρειν ταῖς Ἑλληνίσι πόλεσιν.

[←135]
Κύμη: Σήμερα Αλίαγα (Aliağa), 60 περίπου χλμ βόρεια τής Σμύρνης.

[←136]
[14.35.7] Τισσαφέρνης δὲ μετὰ δυνάμεως ἐπὶ πρώτην ἐλθὼν τὴν Κυμαίων πόλιν τήν τε χώραν ἐπόρθησεν ἅπασαν καὶ πολλῶν αἰχμαλώτων ἐγκρατὴς ἐγένετο· μετὰ δὲ ταῦτα συγκλείσας αὐτοὺς εἰς πολιορκίαν, ὡς ὁ μὲν χειμὼν συνήγγισε, τὴν δὲ πόλιν ἑλεῖν οὐκ ἠδύνατο, τοὺς αἰχμαλώτους πολλῶν χρημάτων ἀπελύτρωσε καὶ τὴν πολιορκίαν ἔλυσεν.

[←137]
[14.36.1] Λακεδαιμόνιοι δὲ ἐπὶ τὸν πρὸς βασιλέα πόλεμον Θίβρωνα καταστήσαντες ἡγεμόνα χιλίους μὲν τῶν πολιτῶν ἔδωκαν, παρὰ δὲ τῶν συμμάχων ἐκέλευσαν στρατολογεῖν ὅσους ἂν αὐτῷ φαίνηται συμφέρειν.

[←138]
Μαγνησία Σιπύλου: Σήμερα Μανίσα (Manisa), 40 περίπου χλμ βορειοανατολικά τής Σμύρνης.

[←139]
Τράλλεις: Σήμερα Αϊδίνι (Aydın), 110 περίπου χλμ νοτιοανατολικά τής Σμύρνης.

[←140]
[14.36.2] Ὁ δὲ Θίβρων πορευθεὶς εἰς Κόρινθον, κἀκεῖ παρὰ τῶν συμμάχων μεταπεμψάμενος στρατιώτας, ἐξέπλευσεν εἰς Ἔφεσον ἔχων οὐ πλείους πεντακισχιλίων. Ἐκεῖ δὲ ἔκ τε τῶν ἰδίων πόλεων καὶ τῶν ἄλλων ὡς δισχιλίους καταγράψας, ἀνέζευξε τοὺς πάντας ἔχων πλείους ἑπτακισχιλίων. Διελθὼν δ´ ὡς ἑκατὸν εἴκοσι σταδίους πρὸς Μαγνησίαν ἧκεν, ἧς ἦρχε Τισσαφέρνης· ταύτην δ´ ἐξ ἐφόδου παραλαβών, καὶ ταχέως ἐπὶ Τράλλεις τῆς Ἰωνίας πορευθείς, ἐπεχείρησε πολιορκεῖν τὴν πόλιν· οὐδὲν δὲ δυνάμενος πρᾶξαι δι´ ὀχυρότητα, πάλιν εἰς Μαγνησίαν ἀπεχώρησεν.

[←141]
[14.36.3] Ταύτης δ´ οὔσης ἀτειχίστου, καὶ διὰ τοῦτο φοβούμενος μήποτε χωρισθέντος αὐτοῦ κυριεύσῃ τῆς πόλεως ὁ Τισσαφέρνης, μετῴκισεν αὐτὴν πρὸς τὸ πλησίον ὄρος, ὃ καλοῦσι Θώρακα· αὐτὸς δ´ ἐμβαλὼν εἰς τὴν τῶν πολεμίων χώραν τοὺς στρατιώτας ἐνέπλησε παντοίας ὠφελείας. Τισσαφέρνους δὲ μετὰ πολλῆς ἵππου παραγενομένου διευλαβηθεὶς ἀνέστρεψεν εἰς Ἔφεσον.

[←142]
[14.37.1] Περὶ δὲ τὸν αὐτὸν χρόνον τῶν ἐστρατευμένων μετὰ Κύρου καὶ διασωθέντων εἰς τὴν Ἑλλάδα τινὲς μὲν εἰς τὰς ἰδίας πατρίδας ἀπηλλάγησαν, οἱ δὲ πλεῖστοι στρατιωτικὸν εἰθισμένοι ζῆν βίον, καὶ σχεδὸν ὄντες πεντακισχίλιοι, στρατηγὸν αὑτῶν εἵλαντο Ξενοφῶντα.

[←143]
[14.37.2] Ὃς ἀναλαβὼν τὴν δύναμιν ὥρμησε πολεμήσων Θρᾷκας τοὺς περὶ τὸν Σαλμυδησσὸν οἰκοῦντας· οὗτος δ´ ἔστι μὲν ἐπ´ ἀριστερᾷ τοῦ Πόντου, παρεκτείνων δ´ ἐπὶ πολὺ πλεῖστα ποιεῖ ναυάγια.

[←144]
[14.37.3] Οἱ μὲν οὖν Θρᾷκες εἰώθεισαν περὶ τούτους τοὺς τόπους ἐφεδρεύοντες τοὺς ἐκπίπτοντας τῶν ἐμπόρων αἰχμαλωτίζειν· ὁ δὲ Ξενοφῶν μετὰ τῶν συνηθροισμένων στρατιωτῶν ἐμβαλὼν αὐτῶν εἰς τὴν χώραν μάχῃ τε ἐνίκησε καὶ τὰς πλείστας τῶν κωμῶν ἐνέπρησεν·

[←145]
[14.37.4] μετὰ δὲ ταῦτα Θίβρωνος αὐτοὺς μεταπεμπομένου καὶ μισθοὺς ἐπαγγελλομένου δώσειν, πρὸς ἐκεῖνον ἀπεχώρησαν καὶ μετὰ Λακεδαιμονίων ἐπολέμουν τοῖς Πέρσαις.

Review Your Cart
0
Add Coupon Code
Subtotal

 
error: Content is protected !!