[←1]
Ισοκράτης, Πανηγυρικός, 145-149. Το σχετικό απόσπασμα παρατίθεται στο Κεφάλαιο 3: Το ιστορικό περιβάλλον τής «Κύρου Ανάβασης». Η Ανταλκίδειος Ειρήνη (387/86 π.Χ.) και τα μετέπειτα.
[←2]
Ισοκρατης, Φίλιππος, 90. Το σχετικό απόσπασμα παρατίθεται στο Κεφάλαιο 3: Το ιστορικό περιβάλλον τής «Κύρου Ανάβασης». Η Ανταλκίδειος Ειρήνη (387/86 π.Χ.) και τα μετέπειτα.
[←3]
Demetrius, On Style, επιμ. W. R. Roberts (Κέιμπριτζ 1902).
[←4]
[3] Ὥσπερ ἐν τῇ ἀρχῇ τῆς Ἀναβάσεως τῆς Ξενοφῶντος τὸ τοιοῦτον, ‘Δαρείου καὶ Παρυσάτιδος’ μέχρι τοῦ ‘νεώτερος δὲ Κῦρος,’ συντετελεσμένη πᾶσα διάνοιά ἐστιν· τὰ δ’ ἐν αὐτῇ κῶλα δύο μέρη μὲν αὐτῆς ἑκάτερόν ἐστι, διάνοια δὲ ἐν ἑκατέρῳ πληροῦταί τις, ἴδιον ἔχουσα πέρας, οἷον ‘Δαρείου καὶ Παρυσάτιδος γίνονται παῖδες.’ ἔχει γὰρ τινα ὁλοκληρίαν ἡ διάνοια αὐτὴ καθ’ αὐτὴν, ὅτι ἐγένοντο Δαρείῳ καὶ Παρυσάτιδι παῖδες, καὶ ὡσαύτως τὸ ἕτερον κῶλον, ὅτι ‘πρεσβύτερος μὲν Ἀρταξέρξης, νεώτερος δὲ Κῦρος.’ ὥστε τὸ μὲν κῶλον, ὡς φημί, διάνοιαν περιέξει τινὰ πάντη πάντως, ἥτοι ὅλην ἤ μέρος ὅλης ὅλον.
[←5]
[6] Μακροῦ μὲν δὴ κώλου καιρὸς γίνοιτ’ ἄν ποτε διὰ ταῦτα· γίνοιτο δ’ ἄν ποτε καὶ βραχέος, οἷον ἤτοι μικρόν τι ἡμῶν λεγόντων, ὡς ὁ Ξενοφῶν φησιν, ὅτι ἀφίκοντο οἱ Ἕλληνες ἐπὶ τὸν Τηλεβόαν ποταμόν· ‘οὗτος δὲ ἦν μέγας μὲν οὔ, καλὸς δὲ.’ τῇ γὰρ μικρότητι καὶ αποκοπῇ τοῦ ῥυθμοῦ συνανεφάνη καὶ ἡ μικρότης τοῦ ποταμοῦ καὶ χάρις· εἰ δὲ οὕτως ἐκτείνας αὐτὸ εἶπεν, ‘οὗτος δὲ μεγέθει μὲν ἦν ἐλάττων τῶν πολλῶν, κάλλει δὲ ὑπερεβάλλετο πάντας,’ τοῦ πρέποντος ἀπετύγχανεν ἄν, καὶ ἐγίγνετο ὁ λεγόμενος ψυχρός· ἀλλὰ περὶ ψυχρότητος μὲν ὕστερον λεκτέον.
[←6]
[19] Τρία δὲ γένη περιόδων ἐστίν, ἱστορική, διαλογική, ῥητορική. ἱστορική μὲν ἡ μήτε περιηγμένη, μήτ’ ἀνειμένη σφόδρα, ἀλλὰ μεταξὺ ἀμφοῖν, ὡς μήτε ῥητορική δόξειεν καὶ ἀπίθανος διὰ τὴν περιαγωγήν, τὸ σεμνόν τε ἔχουσα καὶ ἱστορικὸν ἐκ τῆς ἁπλότητος, οἷον ἡ τοιάδε, ‘Δαρείου καὶ Παρυσάτιδος γίγνονται’ μέχρι τοῦ ‘νεώτερος δὲ Κῦρος.’ ἑδραίᾳ γὰρ τινι καὶ ἀσφαλεῖ καταλήξει ἔοικεν αὐτῆς ἡ ἀπόθεσις.
[←7]
[84] Ἑτέραν οὖν ἐπινοήσωμεν μεταφορὰν μικρότητος αἰτίαν γινομένην μᾶλλον ἤ μεγέθους· δεῖ γὰρ ἐκ τῶν μειζόνων μεταφερειν εἰς τὰ μικρά, οὐ τὸ ἐναντίον, οἷον ὡς ὁ Ξενοφῶν φησιν, ‘ἐπεὶ δὲ πορευομένων ἐξεκύμαινέ τι τῆς φάλαγγος.’ τὴν γὰρ τῆς τάξεως παρεκτροπὴν ἐκκυμαινούσῃ θαλάσσῃ εἴκασεν καὶ προσωνόμασεν· εἰ δὲ τις μεταβαλὼν εἴποι ἐκφαλαγγίσασαν τὴν θάλασσαν, τάχα μὲν ούδὲ οἰκείως μετοίσει, πάντη δὲ πάντως μικροπρεπῶς.
[←8]
[98] Ξενοφῶν δὲ ‘ἠλέλιξέ’ φησιν ‘ὁ στρατός,’ τὴν τοῦ ἐλελεῦ ἀναβόησιν ἥν ἀνεβόα ὁ στρατὸς συνεχῶς παραποιήσας ὀνόματι. ἐπισφαλὲς μέντοι τοὖργον, ὡς ἔφην, καὶ αὐτοῖς τοῖς ποιηταῖς. καὶ τὸ διπλοῦν μέντοι ὄνομα εἶδος ἄν εἴη πεποιημένου ὀνόματος· πᾶν γὰρ τὸ συντιθέμενον ἔκ τινων γέγονεν δηλονότι.
[←9]
[103] Ἡ συντομία δὲ πῆ μὲν μεγαλοπρεπής, καὶ μάλίστα ἡ ἀποσιώπησις· ἔνια γὰρ μὴ ῥηθέντα μείζονα φαίνεται καὶ ὑπονοηθέντα μᾶλλον· πῆ δὲ μικροπρεπής. καὶ γὰρ ἐν διλογίαις γίνεται μέγεθος, οἷον ὡς Ξενοφῶν, ‘τὰ δὲ ἅρματα ἐφἐρετο,’ φησί, ‘τὰ μὲν δι’ αὐτῶν τῶν φιλίων, τὰ δὲ καὶ δι’ αὐτῶν τῶν πολεμίων.’ πολὺ γὰρ οὕτω μεῖζον, ἤ εἴπερ ὡδ’ εἶπεν, ‘καὶ διὰ τῶν φιλίων, καὶ διὰ τῶν πολεμίων αὐτῶν.’
[←10]
[131] Χρῆται δὲ τῷ τοιούτῳ ἄδει καὶ Ξενοφῶν, καὶ αὐτὸς δεινότητας εἰσάγει ἐκ χαρίτων, οἷον ἐπὶ τῆς ἐνόπλου ὀρχηστρίδος, ‘ἐρωτηθεὶς ὑπὸ τοῦ Παφλαγόνος, εἰ καὶ αἱ γυναῖκες αὐτοῖς συνεπολέμουν, ἔφη· αὗται γὰρ καὶ ἔτρεψαν τὸν βασιλέα.’ διττὴ γὰρ ἐμφαίνεται ἡ δεινότης ἐκ τῆς χάριτος, ἡ μὲν ὅτι οὐ γυναῖκες αὐτοῖς εἵποντο, αλλ’ Ἀμαζόνες, ἡ δὲ κατὰ βασιλέως, εἰ οὕτως ἦν ἀσθενής, ὡς ὑπὸ γυναικῶν φυγεῖν.
[←11]
[137] Εὐθὺς οὖν πρώτη ἐστὶ χάρις ἡ ἐκ συντομίας, ὅταν τὸ αὐτὸ μηκυνόμενον ἄχαρι γένηται, ὑπὸ δὲ τάχους χάριεν, ὥσπερ παρὰ Ξενοφῶντι, ‘τῷ ὄντι τούτῳ οὐδὲν μετεστι τῆς Ἑλλάδος, ἐπεὶ ἐγὼ αὐτὸν εἶδον, ὡσπερεὶ Λυδόν, ἀμφότερα τὰ ὦτα τετρυπημένον· καὶ εἶχεν οὕτως.’ τὸ γὰρ ἐπιλεγόμενον τὸ ‘εἶχεν οὕτως’ ὑπὸ τῆς συντομίας τὴν χάριν ποιεῖ, εἰ δὲ ἐμηκύνθη διὰ πλειόνων, ὅτι ‘ἔλεγεν ταῦτα ἀληθῆ, σαφῶς γὰρ ἐτετρύπητο,’ διήγημα ἄν ψιλὸν ἐγένετο ἀντὶ χάριτος.
[←12]
[139] Δεύτερος δὲ τόπος ἐστὶν ἀπὸ τῆς τάξεως. τὸ γὰρ αὐτὸ πρῶτον μὲν τεθἐν ἤ μέσον ἄχαρι γίνεται· ἐπὶ δὲ τοῦ τέλους χάριεν, οἷον ὡς ὁ Ξενοφῶν φησιν ἐπὶ τοῦ Κὐρου, ‘δίδωσι δὲ αὐτῷ καὶ δῶρα, ἵππον καὶ στολὴν καὶ στρεπτόν, καὶ τὴν χώραν μηκἐτι ἁρπάζεσθαι.’ ἐν γὰρ τούτοις τὸ μὲν τελευταῖόν ἐστι τὸ τὴν χάριν ποιοῦν τὸ ‘τὴν χώραν μηκέτι ἁρπάζεσθαι’ διὰ τὸ ξένον τοῦ δώρου καὶ τὴν ἰδιότητα. αἴτιος δὲ ὁ τόπος τῆς χάριτος. εἰ γοῦν πρῶτον ἐτάχθη, ἀχαριτώτερον ἦν, οἷον ὅτι ‘δίδωσιν αὐτῷ δῶρα, τὴν τε χώραν μηκέτι ἁρπάζεσθαι, καὶ ἵππον καὶ στολὴν καὶ στρεπτόν.’ νῦν δὲ προειπὼν τὰ εἰθισμένα δῶρα, τελευταῖον ἐπήνεγκεν τὸ ξένον καὶ ἄηθες, ἐξ ὧν ἁπάντων συνῆκται ἡ χάρις.
[←13]
[155] Καὶ κατηγορίαι δὲ ἀποκεκρυμμέναι ἐνίοτε ὁμοιοῦνται χάρισιν, ὥσπερ παρὰ Ξενοφῶντι ὁ Ἡρακλείδης ὁ παρὰ τῷ Σεύθει προσιὼν τῶν συνδείπνων ἑκάστῳ, καὶ πείθων δωρεῖσθαι Σεύθει ὅ τι ἔχοι· ταῦτα γὰρ καὶ χάριν τινὰ ἐμφαίνει, καὶ κατηγορίαι εἰσὶν ἀποκεκρυμμέναι.
[←14]
Cicero, Epistulae ad Quintum fratrem 1.1.23.
[←15]
Cyrus ille a Xenophonte non ad historiae fidem scriptus sed ad effigiem iusti imperi, cuius summa gravitas ab illo philosopho cum singulari comitate coniungitur; quos quidem libros non sine causa noster ille Africanus de manibus ponere non solebat; nullum est enim praetermissum in iis officium diligentis et moderati imperi…
[←16]
Cicero, De Officiis 2.87.
[←17]
…Has res commodissime Xenophon Socraticus persecutus est in eo libro, qui Oeconomicus inscribitur, quem nos, ista fere aetate cum essemus, qua es tu nunc, e Graeco in Latinum convertimus.
[←18]
Cicero, Cato Maior de senecute 59.
[←19]
multas ad res perutiles Xenophontis libri sunt; quos legite quaeso studiose, ut facitis…
[←20]
Jesper Carlsen, “Estate Managers in Ancient Greek Agriculture”, στο Karen Ascani et al., Ancient History Matters: Studies Presented to Jens Erik Skydsgaard on His Seventieth Birthday, Analecta Romana Instituti Danici, 2002: 122.
[←21]
Suetonius, De vita Caesarum (Lives of the Caesars), Divus Julius (Julius Caesar) 87.
[←22]
Ξενοφών , Κύρου Παιδεία 8.7.25 κ . ε .: τὸ δ᾽ ἐμὸν σῶμα , ὦ παῖδες , ὅταν τελευτήσω , μήτε ἐν χρυσῷ θῆτε μήτε ἐν ἀργύρῳ μηδὲ ἐν ἄλλῳ μηδενί , ἀλλὰ τῇ γῇ ὡς τάχιστα ἀπόδοτε . τί γὰρ τούτου μακαριώτερον τοῦ γῇ μειχθῆναι , ἣ πάντα μὲν τὰ καλά , πάντα δὲ τἀγαθὰ φύει τε καὶ τρέφει ;
[←23]
illud plane inter omnes fere constitit, talem ei mortem paene ex sententia obtigisse. nam et quondam, cum apud Xenophontem legisset Cyrum ultima ualitudine mandasse quaedam de funere suo, aspernatus tam lentum mortis genus subitam sibi celeremque optauerat; et pridie quam occideretur, in sermone nato super cenam apud Marcum Lepidum, quisnam esset finis uitae commodissimus, repentinum inopinatumque praetulerat.…
[←24]
Πλούταρχος, Αντώνιος 45.
[←25]
φθειρομένων δὲ πολλῶν καὶ τῶν Πάρθων οὐκ ἀφισταμένων πολλάκις ἀναφθέγξασθαι τὸν Ἀντώνιον ἱστοροῦσιν, ‘ ὦ μύριοι,’ θαυμάζοντα τοὺς μετὰ Ξενοφῶντος, ὅτι καὶ πλείονα κατάβαίνοντες ὁδὸν ἐκ τῆς Βαβυλωνίας καὶ πολλαπλασίοις μαχόμενοι πολεμίοις ἀπεσώθησαν.
[←26]
Πολύβιος, Ιστορίαι 3.6.9.
[←27]
τίνες γὰρ ἀληθῶς ἦσαν αἰτίαι, καὶ πόθεν φῦναι συνέβη τὸν πρὸς τοὺς Πέρσας πόλεμον, εὐμαρὲς καὶ τῷ τυχόντι συνιδεῖν. ἦν δὲ πρώτη μὲν ἡ τῶν μετὰ Ξενοφῶντος Ἑλλήνων ἐκ τῶν ἄνω σατραπειῶν ἐπάνοδος, ἐν ᾗ πᾶσαν τὴν Ἀσίαν διαπορευομένων αὐτῶν πολεμίαν ὑπάρχουσαν οὐδεὶς ἐτόλμα μένειν κατὰ πρόσωπον τῶν βαρβάρων· δευτέρα δ ’ ἡ τοῦ Λακεδαιμονίων βασιλέως Ἀγησιλάου διάβασις εἰς τὴν Ἀσίαν, ἐν ᾗ ‘ κεῖνος οὐδὲν ἀξιόχρεων οὐδ ’ ἀντίπαλον εὑρὼν ταῖς σφετέραις ἐπιβολαῖς ἄπρακτος ἠναγκάσθη μεταξὺ διὰ τὰς περὶ τὴν Ἑλλάδα ταραχὰς ἐπανελθεῖν.
[←28]
ἐξ ὧν Φίλιππος κατανοήσας καὶ συλλογισάμενος τὴν Περσῶν ἀνανδρίαν καὶ ῥᾳθυμίαν καὶ τὴν αὑτοῦ καὶ Μακεδόνων εὐεξίαν ἐν τοῖς πολεμικοῖς, ἔτι δὲ καὶ τὸ μεγεθος καὶ τὸ κάλλος τῶν ἐσομένων ἄθλων ἐκ τοῦ πολέμου πρὸ ὀφθαλμῶν θέμενος, ἅμα τῷ περιποιήσασθαι τὴν ἐκ τῶν Ἑλλήνων εὔνοιαν ὁμολογουμένην, εὐθέως προφάσει χρώμενος ὅτι σπεύδει μετελθεῖν τὴν Περσῶν παρανομίαν εἰς τοὺς Ἕλληνας, ὁρμὴν ἔσχε καὶ προέθετο πολεμεῖν καὶ πάντα πρὸς τοῦτο τὸ μέρος ἡτοίμαζε.
[←29]
Διονύσιος Αλικαρνασσεύς, Ἐπιστολὴ πρὸς Γναῖον Πομπήιον, 4.
[←30]
Ξενοφῶν μὲν γὰρ Ἡροδότου ζηλωτὴς ἐγένετο κατ᾽ ἀμφοτέρους τοὺς χαρακτῆρας, τόν τε πραγματικὸν καὶ τὸν λεκτικόν. πρῶτον μὲν γὰρ τὰς ὑποθέσεις τῶν ἱστοριῶν ἐξελέξατο καλὰς καὶ μεγαλοπρεπεῖς καὶ ἀνδρὶ φιλοσόφῳ προσηκούσας : τήν τε Κύρου παιδείαν, εἰκόνα βασιλέως ἀγαθοῦ καὶ εὐδαίμονος· καὶ τὴν ἀνάβασιν τοῦ νεωτέρου Κύρου, ᾧ καὶ αὐτὸς συνανέβη, μέγιστον ἐγκώμιον ἔχουσαν τῶν συστρατευσαμένων Ἑλλήνων· καὶ τρίτην ἔτι τὴν Ἑλληνικὴν καὶ ἣν κατέλιπεν ἀτελῆ Θουκυδίδης, ἐν ᾗ κατάλύονταί τε οἱ τριάκοντα καὶ τὰ τείχη τῶν Ἀθηναίων, ἃ Λακεδαιμόνιοι καθεῖλον, αὖθις ἀνίσταται. οὐ μόνον δὲ τῶν ὑποθέσεων χάριν ἄξιος ἐπαινεῖσθαι ζηλωτὴς Ἡροδότου γενόμενος, ἀλλὰ καὶ τῆς οἰκονομίας· ταῖς τε γὰρ ἀρχαῖς αὐτῶν ταῖς πρεπωδεστάταις κέχρηται καὶ τελευτὰς ἑκάστῃ τὰς ἐπιτηδειοτάτας ἀποδέδωκε, μεμέρικέν τε καλῶς καὶ τέταχεν καὶ πεποίκιλκε τὴν γραφήν. ἦθός τε ἐπιδείκνυται θεοσεβὲς καὶ δίκαιον καὶ καρτερικὸν καὶ εὐπρεπές, ἁπάσαις τε συλλήβδην κεκοσμημένον ἀρεταῖς· καὶ ὁ μὲν πραγματικὸς τύπος αὐτῷ τοιοῦτος.
[←31]
Ὁ δὲ λεκτικὸς πῇ μὲν ὅμοιος Ἡροδότου, πῇ δὲ ἐνδεέστερος. καθαρὸς μὲν γὰρ τοῖς ὀνόμασιν ἱκανῶς καὶ σαφὴς καὶ ἐναργὴς καθάπερ ἐκεῖνος· ἐκλέγει δὲ ὀνόματα συνήθη τε καὶ προσφυῆ τοῖς πράγμασι, καὶ συντίθησιν αὐτὰ ἡδέως πάνυ καὶ κεχαρισμένως οὐχ ἧττον Ἡροδότου. ὕψος δὲ καὶ κάλλος καὶ μεγαλοπρέπειαν καὶ τὸ λεγόμενον ἰδίως πλάσμα ἱστορικὸν Ἡρόδοτος ἔχει : οὐ γὰρ μόνον οὐκ ἴσχυσε τοῦτο παρ᾽ αὐτοῦ λαβεῖν, ἀλλὰ κἄν ποτε διεγεῖραι βουληθῇ τὴν φράσιν, ὀλίγον ἐμπνεύσας ὥσπερ ἀπόγειος αὖρα ταχέως σβέννυται μακρότερος γὰρ γίνεται τοῦ δέοντος ἐν πολλοῖς, καὶ τοῦ πρέποντος οὐχ ὡς Ἡρόδοτος ἐφάπτεται τῶν προσώπων εὐτυχῶς, ἀλλ᾽ ἐν πολλοῖς ὀλίγωρός ἐστιν, ἄν τις ὀρθῶς σκοπῇ.
[←32]
Στράβων, Γεωγραφικά, 9.2.7.
[←33]
Στο σημερινό Δήλεσι.
[←34]
εἶτα Δήλιον τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐκ Δήλου ἀφιδρυμένον, Ταναγραίων πολίχνιον Αὐλίδος διέχον σταδίους τριάκοντα, ὅπου μάχῃ λειφθέντες Ἀθηναῖοι προτροπάδην ἔφυγον: ἐν δὲ τῇ φυγῇ πεσόντα ἀφ’ ἵππου Ξενοφῶντα ἰδὼν κείμενον τὸν Γρύλλου Σωκράτης ὁ φιλόσοφος στρατεύων πεζὸς τοῦ ἵππου γεγονότος ἐκποδὼν ἀνέλαβε τοῖς ὤμοις αὐτόν, καὶ ἔσωσεν ἐπὶ πολλοὺς σταδίους ἕως ἐπαύσατο ἡ φυγή.
[←35]
Πλάτων, Συμπόσιον, 26.
[←36]
εἰ δὲ βούλεσθε ἐν ταῖς μάχαις· τοῦτο γὰρ δὴ δίκαιόν γε αὐτῷ ἀποδοῦναι· ὅτε γὰρ ἡ μάχη ἦν ἐξ ἧς ἐμοὶ καὶ τἀριστεῖα ἔδοσαν οἱ στρατηγοί, οὐδεὶς ἄλλος ἐμὲ ἔσωσεν ἀνθρώπων ἢ οὗτος, τετρωμένον οὐκ ἐθέλων ἀπολιπεῖν, ἀλλὰ συνδιέσωσε καὶ τὰ ὅπλα καὶ αὐτὸν ἐμέ. καὶ ἐγὼ μέν, ὦ Σώκρατες, καὶ τότε ἐκέλευον σοὶ διδόναι τἀριστεῖα τοὺς στρατηγούς, καὶ τοῦτό γέ μοι οὔτε μέμψῃ οὔτε ἐρεῖς ὅτι ψεύδομαι· … ἔτι τοίνυν, ὦ ἄνδρες, ἄξιον ἦν θεάσασθαι Σωκράτη, ὅτε ἀπὸ Δηλίου φυγῇ ἀνεχώρει τὸ στρατόπεδον· ἔτυχον γὰρ παραγενόμενος ἵππον ἔχων, οὗτος δὲ ὅπλα. ἀνεχώρει οὖν ἐσκεδασμένων ἤδη τῶν ἀνθρώπων οὗτός τε ἅμα καὶ Λάχης· καὶ ἐγὼ περιτυγχάνω, καὶ ἰδὼν εὐθὺς παρακελεύομαί τε αὐτοῖς θαρρεῖν, καὶ ἔλεγον ὅτι οὐκ ἀπολείψω αὐτώ. ἐνταῦθα δὴ καὶ κάλλιον ἐθεασάμην Σωκράτη ἢ ἐν Ποτειδαίᾳ. αὐτὸς γὰρ ἧττον ἐν φόβῳ ἦ διὰ τὸ ἐφ᾽ ἵππου εἶναι· πρῶτον μὲν ὅσον περιῆν Λάχητος τῷ ἔμφρων εἶναι· ἔπειτα ἔμοιγ᾽ ἐδόκει, ὦ Ἀριστόφανες, τὸ σὸν δὴ τοῦτο, καὶ ἐκεῖ διαπορεύεσθαι ὥσπερ καὶ ἐνθάδε, “βρενθυόμενος καὶ τὠφθαλμὼ παραβάλλων„, ἠρέμα παρασκοπῶν καὶ τοὺς φιλίους καὶ τοὺς πολεμίους, δῆλος ὢν παντὶ καὶ πάνυ πόρρωθεν ὅτι εἴ τις ἅψεται τούτου τοῦ ἀνδρός, μάλα ἐρρωμένως ἀμυνεῖται. διὸ καὶ ἀσφαλῶς ἀπῄει καὶ οὗτος καὶ ὁ ἑταῖρος· σχεδὸν γάρ τι τῶν οὕτω διακειμένων ἐν τῷ πολέμῳ οὐδὲ ἅπτονται, ἀλλὰ τοὺς προτροπάδην φεύγοντας διώκουσιν. πολλὰ μὲν οὖν ἄν τις καὶ ἄλλα ἔχοι Σωκράτη ἐπαινέσαι καὶ θαυμάσαι.
[←37]
Διογένης Λαέρτιος, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 2.5.22.
[←38]
Ἐπεμελεῖτο δὲ καὶ σωμασκίας, καὶ ἦν εὐέκτης. ἐστρατεύσατο γοῦν εἰς Ἀμφίπολιν καὶ Ξενοφῶντα ἀφ᾽ ἵππου πεσόντα ἐν τῇ κατὰ Δήλιον μάχῃ διέσωσεν ὑπολαβών.
[←39]
Διογένης Λαέρτιος, ό. π . 3.34. Βλέπε επίσης πιο κάτω, «3 ος μ.Χ. αιώνας: Διογένης Λαέρτιος και Ξενοφών».
[←40]
…ἔοικε δὲ καὶ Ξενοφῶν πρὸς αὐτὸν ἔχειν οὐκ εὐμενῶς. ὥσπερ γοῦν διαφιλονεικοῦντες τὰ ὅμοια γεγράφασι, Συμπόσιον, Σωκράτους ἀπολογίαν, τὰ ἠθικὰ ἀπομνημονεύματα εἶθ᾽ ὁ μὲν Πολιτείαν, ὁ δὲ Κύρου παιδείαν. καὶ ἐν τοῖς Νόμοις ὁ Πλάτων πλάσμα φησὶν εἶναι τὴν παιδείαν αὐτοῦ· μὴ γὰρ εἶναι Κῦρον τοιοῦτον – ἀμφότεροί τε Σωκράτους μνημονεύοντες, ἀλλήλων οὐδαμοῦ, πλὴν Ξενοφῶν Πλάτωνος ἐν τρίτῳ Ἀπομνημονευμάτων.
[←41]
Δίων Χρυσόστομος, Λόγοι, Λόγος 18, Περί λόγου ασκήσεως.
[←42]
Τρέψομαι δὲ ἤδη ἐπὶ τοὺς Σωκρατικούς, οὓς δὴ ἀναγκαιοτάτους εἶναί φημι παντὶ ἀνδρὶ λόγον ἐφιεμένῳ. ὥσπερ γὰρ οὐδὲν ὄψον ἄνευ ἀλῶν γεύσει κεχαρισμένον, οὕτως οὐδὲν εἶδος ἔμοιγε δοκεῖ ἀκοῇ προσηνὲς ἂν γενέσθαι χάριτος Σωκρατικῆς ἄμοιρον.
[←43]
Τοὺς μὲν δὴ ἄλλους μακρὸν ἂν εἴη ἔργον ἐπαινεῖν καὶ ἐντυγχάνειν αὐτοῖς οὐ τὸ τυχόν. Ξενοφῶντα δὲ ἔγωγε ἡγοῦμαι ἀνδρὶ πολιτικῷ καὶ μόνον τῶν παλαιῶν ἐξαρκεῖν δύνασθαι· εἴτε ἐν πολέμῳ τις στρατηγῶν εἴτε πόλεως ἀφηγούμενος, εἴτε ἐν δήμῳ λέγων εἴτε ἐν βουλευτηρίῳ, εἴτε καὶ ἐν δικαστηρίῳ μὴ ὡς ῥήτωρ ἐθέλοι μόνον, ἀλλὰ καὶ ὡς πολιτικὸς καὶ βασιλικὸς ἀνὴρ τὰ τῷ τοιούτῳ προσήκοντα ἐν δίκῃ εἰπεῖν· πάντων ἄριστος ἐμοὶ δοκεῖ καὶ λυσιτελέστατος πρὸς ταῦτα πάντα Ξενοφῶν. τά τε γὰρ διανοήματα σαφῆ καὶ ἁπλᾶ καὶ παντὶ ῥᾴδια φαινόμενα, τό τε εἶδος τῆς ἀπαγγελίας προσηνὲς καὶ κεχαρισμένον καὶ πειστικόν, πολλὴν μὲν ἔχον πιθανότητα, πολλὴν δὲ χάριν καὶ ἐπιβολήν, ὥστε μὴ λόγων δεινότητι μόνον, ἀλλὰ καὶ γοητείᾳ ἐοικέναι τὴν δύναμιν. εἰ γοῦν ἐθελήσειας αὐτοῦ τῇ περὶ τὴν Ἀνάβασιν πραγματείᾳ σφόδρα ἐπιμελῶς ἐντυχεῖν, οὐδένα λόγον εὑρήσεις τῶν ὑπὸ σοῦ λεχθῆναι δυνησομένων, ὃν οὐ διείληπται καὶ κανόνος ἂν τρόπον ὑπόσχοι τῷ πρὸς αὐτὸν ἀπευθῦναι ἢ μιμήσασθαι βουλομένῳ.
[←44]
εἴτε γὰρ θαρρῦναι τοὺς σφόδρα καταπεπτωκότας χρήσιμον πολιτικῷ ἀνδρί, καὶ πολλάκις ὡς χρὴ τοῦτο ποιεῖν δείκνυσιν· εἴτε προτρέψαι καὶ παρακαλέσαι, οὐδεὶς Ἑλληνικῆς φωνῆς ἐπαΐων οὐκ ἂν ἐπαρθείη τοῖς προτρεπτικοῖς Ξενοφῶντος λόγοις· ἐμοὶ γοῦν κινεῖται ἡ διάνοια καὶ ἐνίοτε δακρύω μεταξὺ τοσούτων τῶν ἔργων τοῖς λόγοις ἐντυγχάνων· εἴτε μέγα φρονοῦσι καὶ ἐπηρμένοις ὁμιλῆσαι φρονίμως καὶ μήτε παθεῖν τι ὑπ᾽ αὐτῶν δυσχερανάντων μήτε ἀπρεπῶς δουλῶσαι τὴν αὑτοῦ διάνοιαν καὶ τὸ ἐκείνοις κεχαρισμένον ἐκ παντὸς ποιῆσαι, καὶ ταῦτα ἔνεστιν. καὶ ἀπορρήτοις δὲ λόγοις ὡς προσήκει χρήσασθαι καὶ πρὸς στρατηγοὺς ἄνευ πλήθους καὶ πρὸς πλῆθος κατὰ ταὐτό, καὶ βασιλικοῖς τίνα τρόπον διαλεχθῆναι, καὶ ἐξαπατῆσαι ὅπως πολεμίους μὲν ἐπὶ βλάβῃ φίλους δ᾽ ἐπὶ τῷ συμφέροντι, καὶ μάτην ταραττομένοις ἀλύπως τἀληθὲς καὶ πιστῶς εἰπεῖν, καὶ τὸ μὴ ῥᾳδίως πιστεύειν τοῖς ὑπερέχουσι, καὶ οἷς ἐξαπατῶσιν οἱ ὑπερέχοντες καὶ οἷς καταστρατηγοῦσι καὶ καταστρατηγοῦνται ἄνθρωποι, πάντα ταῦτα ἱκανῶς τὸ σύνταγμα περιέχει.
[←45]
ἅτε γάρ, οἶμαι, μιγνὺς ταῖς πράξεσι τοὺς λόγους, οὐκ ἐξ ἀκοῆς παραλαβὼν οὐδὲ μιμησάμενος, ἀλλ᾽ αὐτὸς πράξας ἅμα καὶ εἰπών, πιθανωτάτους ἐποίησεν ἐν ἅπασί τε τοῖς συντάγμασι καὶ ἐν τούτῳ μάλιστα, οὗ ἐπιμνησθεὶς ἐτύγχανον. καὶ εὖ ἴσθι, οὐδένα σοὶ τρόπον μεταμελήσει, ἀλλὰ καὶ ἐν βουλῇ καὶ ἐν δήμῳ ὀρέγοντός σοι χεῖρα αἰσθήσῃ τοῦ ἀνδρός, εἰ αὐτῷ προθύμως καὶ φιλοτίμως ἐντυγχάνοις.
[←46]
Πλούταρχος, Ἀρταξέρξης 20.
[←47]
ἐπεὶ δὲ τοὺς Κύρῳ συναναβάντας Ἕλληνας σπουδάσας λαβεῖν ὁ βασιλεὺς οὐδὲν ἧττον ἢ Κύρου περιγενέσθαι καί τὴν βασιλείαν· κατασχεῖν οὐκ ἔλαβεν, ἀλλὰ Κῦρον τὸν ἡγεμόνα καί τοὺς αὑτῶν στρατηγοὺς ἀποβαλόντες ἐξ αὑτῶν μονονουχὶ τῶν βασιλείων ἐσώθησαν, ἐξελέγξαντες καί ἀποφήναντες τὰ Περσῶν καί βασιλέως πράγματα χρυσὸν ὄντα πολὺν καί τρυφὴν καί γυναῖκας, τὰ δὲ ἄλλα τῦφον καί ἀλαζονείαν.
[←48]
πᾶσα μὲν ἡ Ἑλλὰς ἐξεθάρρησε καί κατεφρόνησε τῶν βαρβάρων, Λακεδαιμονίοις δὲ καί δεινὸν ἐφαίνετο μὴ νῦν γε δουλείας ἐξελέσθαι τοὺς τὴν Ἀσίαν κατοικοῦντας Ἕλληνας μηδὲ παῦσαι προπηλακιζομένους ὑπ᾽ αὑτῶν, πρότερον δὲ διὰ Θίμβρωνος, εἶτα διὰ Δερκυλλίδου πολεμοῦντες, οὐδὲν δὲ πράττοντες ἀξιόλογον, Ἀγησιλάῳ τῷ βασιλεῖ τὸν πόλεμον ἐπέτρεψαν, ὁ δὲ περαιωθεὶς ναυσὶν εἰς Ἀσίαν εὐθὺς ἦν ἐνεργὸς καί δόξαν εἶχε μεγάλην καί Τισσαφέρνην παραταξάμενος ἐνίκησε καί τὰς πόλεις ἀφίστη.
[←49]
τούτων δὲ γενομένων συμφρονήσας ὁ Ἀρτοξέρξης ὃν τρόπον αὐτοῖς ἐστι πολεμητέον, ἔπεμψε Τιμοκράτην τὸν Ῥόδιον εἰς τὴν Ἑλλάδα χρυσίον πολὺ κομίζοντα, διδόναι καί διαφθείρειν τοὺς πλεῖστον ἐν ταῖς πόλεσι δυναμένους κελεύσας, καί πόλεμον Ἑλληνικὸν κινεῖν ἐπὶ τὴν Λακεδαίμονα. τοῦ δὲ Τιμοκράτους ταῦτα πράττοντος καί τῶν μεγίστων πόλεων συνισταμένων καί τῆς Πελοποννήσου διαταραττομένης, μετεπέμποντο τὸν Ἀγησίλαον ἐκ τῆς Ἀσίας οἱ ἄρχοντες, ὅτε δὴ καί φασιν αὐτὸν ἀπιόντα πρὸς τοὺς φίλους εἰπεῖν ὡς τρισμυρίοις τοξόταις ἐξελαύνοιτο τῆς Ἀσίας ὑπὸ βασιλέως· τὸ γὰρ Περσικὸν νόμισμα τοξότην ἐπίσημον εἶχεν.
[←50]
Πλούταρχος, Ἀγησίλαος 9.
[←51]
Ἐπεὶ δὲ Τισαφέρνης ἐν ἀρχῇ μὲν φοβηθεὶς τὸν Ἀγησίλαον ἐποιήσατο σπονδάς, ὡς τὰς πόλεις αὐτῷ τὰς Ἑλληνίδας ἀφήσοντος αὐτονόμους βασιλέως, ὕστερον δὲ πεισθεὶς ἔχειν δύναμιν ἱκανὴν ἐξήνεγκε τὸν πόλεμον, ἄσμενος ὁ Ἀγησίλαος ἐδέξατο. προσδοκία γὰρ ἦν μεγάλη τῆς στρατείας· καὶ δεινὸν ἡγεῖτο τοὺς μὲν σὺν Ξενοφῶντι μυρίους ἥκειν ἐπὶ θάλατταν, ὁσάκις ἐβουλήθησαν αὐτοὶ τοσαυτάκις βασιλέα νενικηκότας, αὐτοῦ δὲ Λακεδαιμονίων ἄρχοντος ἡγουμένων γῆς καὶ θαλάσσης μηδὲν ἔργον ἄξιον μνήμης φανῆναι πρὸς τοὺς Ἕλληνας.
[←52]
Αρριανός, Ἀλεξάνδρου Ἀνάβασις 12.5.
[←53]
Ιέρων: τύραννος των Συρακουσών (478-467 π.Χ.) και ομώνυμο έργο τού Ξενοφώντος. Γέλων: τύραννος των Συρακουσών (485-478 π.Χ.) που εγκωμιάζεται από τον Διόδωρο. Θήρων: τύραννος τής πόλης τού Ακράγαντα, Ολυμπιονίκης στο τέθριππο (476 π.Χ.). Για τη νίκη του αυτή ο Πίνδαρος τού αφιέρωσε δύο ολυμπιακές ωδές.
[←54]
ἀλλ’ οὐδὲ ἐν μέλει ἤσθη Ἀλέξανδρος, ἐν ὅτῳ Ἱέρων τε καὶ Γέλων καὶ Θήρων καὶ πολλοὶ ἄλλοι οὐδέν τι Ἀλεξάνδρῳ ἐπεοικότες, ὥστε πολὺ μεῖον γιγνώσκεται τὰ Ἀλεξάνδρου ἢ τὰ φαυλότατα τῶν πάλαι ἔργων. ὁπότε καὶ ἡ τῶν μυρίων ξὺν Κύρῳ ἄνοδος ἐπὶ βασιλέα Ἀρτοξέρξην καὶ τὰ Κλεάρχου τε καὶ τῶν ἅμα αὐτῷ ἁλόντων παθήματα καὶ ἡ κατάβασις αὐτῶν ἐκείνων, ἣν Ξενοφῶν αὐτοὺς κατήγαγε, πολύ τι ἐπιφανέστερα ἐς ἀνθρώπους Ξενοφῶντος ἕνεκά ἐστιν ἢ Ἀλέξανδρός τε καὶ τὰ Ἀλεξάνδρου ἔργα. καίτοι Ἀλέξανδρος οὔτε ξὺν ἄλλῳ ἐστράτευσεν, οὔτε φεύγων μέγαν βασιλέα τοὺς τῇ καθόδῳ τῇ ἐπὶ θάλασσαν ἐμποδὼν γιγνομένους ἐκράτησεν. ἀλλ’ οὐκ ἔστιν ὅστις ἄλλος εἷς ἀνὴρ τοσαῦτα ἢ τηλικαῦτα ἔργα κατὰ πλῆθος ἢ μέγεθος ἐν Ἕλλησιν ἢ βαρβάροις ἀπεδείξατο. ἔνθεν καὶ αὐτὸς ὁρμηθῆναί φημι ἐς τήνδε τὴν ξυγγραφήν, οὐκ ἀπαξιώσας ἐμαυτὸν φανερὰ καταστήσειν ἐς ἀνθρώπους τὰ Ἀλεξάνδρου ἔργα.
[←55]
Αὐτοκράτορι Καίσαρι Τραϊανῷ Ἀδριανῷ Σεβαστῷ Ἀρριανὸς χαίρειν.
[←56]
[1] Εἰς Τραπεζοῦντα ἥκομεν, πόλιν Ἑλληνίδα, ὡς λέγει ὁ Ξενοφῶν ἐκεῖνος, ἐπὶ θαλάττῃ ᾠκισμένην, Σινωπέων ἄποικον, καὶ τὴν μὲν θάλασσαν τὴν τοῦ Εὐξείνου ἄσμενοι κατείδομεν ὅθενπερ καὶ Ξενοφῶν καὶ σύ.
[←57]
[2] Καὶ οἱ βωμοὶ ἀνεστᾶσιν ἤδη, λίθου μέντοι γε τοῦ τραχέος, καὶ τὰ γράμματα διὰ τοῦτο οὐκ εὔδηλα κεχάρακται, τὸ δὲ Ἑλληνικὸν ἐπίγραμμα καὶ ἡμαρτημένως γέγραπται, οἷα δὴ ὑπὸ βαρβάρων γραφέν. ἔγνωκα οὖν τούς τε βωμοὺς λίθου λευκοῦ ἀναθεῖναι, καὶ τὰ ἐπιγράμματα ἐγχαράξαι εὐσήμοις τοῖς γράμμασιν. Ὁ μὲν γὰρ ἀνδριὰς ἕστηκεν ὁ σός, τῷ μὲν σχήματι ἡδέως – ἀποδείκνυσιν γὰρ τὴν θάλατταν, – τὴν δὲ ἐργασίαν οὔτε ὅμοιός σοι οὔτε ἄλλως καλός· ὥστε πέμψον ἀνδριάντα ἄξιον ἐπονομάζεσθαι σὸν ἐν τῷ αὐτῷ τούτῳ σχήματι· τὸ γὰρ χωρίον ἐπιτηδειότατον εἰς μνήμην αἰώνιον.
[←58]
[3] Πεποίηται δὲ καὶ ὁ νεὼς λίθου τετραγώνου οὐ φαῦλος· ἀλλὰ τὸ τοῦ Ἑρμοῦ ἄγαλμα οὔτε τοῦ νεὼ ἄξιόν ἐστιν οὔτε αὐτοῦ τοῦ χωρίου. …
[←59]
Ανάβ. 6.4.22: καὶ πρόβατα μὲν οὐκέτι ἦν, βοῦς δὲ ὑπὸ ἁμάξης πριάμενοι ἐθύοντο .
[←60]
…Ὡς ἔγωγε καὶ ἐβουθύτησα ἐνταῦθα, οὐχ ὥσπερ ὁ Ξενοφῶν ἐκεῖνος ἐν Κάλπης λιμένι ὑφ’ ἁμάξης βοῦν λαβὼν δι’ ἀπορίαν ἱερείων, ἀλλὰ τῶν Τραπεζουντίων αὐτῶν παρασκευασάντων ἱερεῖον οὐκ ἀγεννές. Καὶ ἐσπλαγχνευσάμεθα αὐτόθι καὶ ἐπὶ τοῖς σπλάγχνοις ἐπεσπείσαμεν.
[←61]
Πολυαίνου στρατηγήματα, Παρέργων Ἑλληνικῆς βιβλιοθήκης τόμος πρῶτος, Ἐν Παρισίοις ἐκ τῆς τυπογραφίας Ι. Μ. Εβεραρτού, 1809, 38-39.
[←62]
Βλέπε πιο κάτω στο βιβλίο Κύρου Ανάβασις, 3.2.27.
[←63]
[1] Ξενοφῶν ἐπανῆγε τοὺς μυρίους. Τῶν περὶ Τισσαφέρνην ἱππέων ἐνοχλούντων τὰ σκευοφόρα, γνώμην ἠγόρευσε τὰς μὲν ἁμάξας καὶ τὰ περισσὰ τῆς σκευῆς καῦσαι, ὅπως μὴ συμβαίνῃ τοῖς Ἕλλησι περὶ ταῦτα μαχομένοις τελευτᾷν, ἤ κωλύεσθαι προσωτέρω βαδίζειν.
[←64]
Ανάβ. 3.3.16 και εξής.
[←65]
[2] Ξενοφῶν, τῶν βαρβάρων κατὰ τὴν πορείαν επικειμένων, τάξας ἀμφίστομον τὴν φάλαγγα, ὅσα ἦν ἀναγκαῖα σκευοφόρα λαβὼν ἐντὸς ἐπορεύετο, καταστήσας ἐπὶ τῆς οὐραγίας ἱππεῖς, ἀκοντιστὰς, πελταστὰς· οἵ τοὺς προσπίπτοντας τῶν βαρβάρων ἀπεκρούοντο.
[←66]
Ανάβ. 3.4.37 και εξής.
[←67]
[3] Ξενοφῶν, τῶν βαρβάρων προκαταλαβόντων στενὸν τόπον, ᾗ τὴν πάροδον ἀναγκαῖον ποιεῖσθαι τοῖς Ἕλλησιν ἦν, συνιδὼν ἀπό τινος ὄρους εὔοδον ὄντα τὸν λόφον, ἐφ’ οὗ τὴν φυλακὴν εἶχον οἱ βάρβαροι, παραλαβὼν Ἕλληνας ὅσους ὑπελάμβανεν ἱκανούς εἶναι, τὴν πορείαν ἐπὶ τοῦτον ἐποιεῖτο, κατὰ κεφαλῆς αὐτῶν βουλόμενος γενέσθαι. Οἱ μὲν βάρβαροι τοὺς πολεμίους ὑπεράνω γενομένους ἰδόντες ἔφυγον· Ξενοφῶν δὲ ἀσφαλῶς διήγαγε τοὺς Ἕλληνας.
[←68]
Ανάβ. 4.3.20 και εξής
[←69]
[4] Ξενοφῶν, ποταμὸν πειρώμενος διαβαίνειν, ὑπὸ τῶν βαρβάρων ἀντικαθημένων κωλυόμενος, τῶν Ἑλλήνων χιλίους ἐπιλέξας ἔπεμψε καθ’ ἑτέραν διάβασιν· αὐτὸς δὲ κατὰ στόμα προάγων, διαβαίνειν ἐβιάζετο· τῶν πεμφθέντων διαβάντων ἐπὶ τοὺς ἀντικαθισταμένους, καὶ γενομένων ὑπέρ κεφαλῆς, πολλάς τε πληγὰς ἐμβαλόντων αὐτοῖς, οἱ μετὰ τοῦ Ξενοφῶντος ἀκινδύνως διέβησαν.
[←70]
Πολυαίνου στρατηγήματα, ό. π., 49-52.
[←71]
[1] Κλέαρχος πολλὴν στρατιὰν ἄγων, ἦλθεν ἐπὶ ποταμόν, τῇ μὲν εὐδιάβατον, ἄχρι κνήμης, τῇ δὲ βαθὺν ἄχρι μαστοῦ· πρῶτον μὲν ἐπειρᾶτο κατὰ τὸ εὐδιάβατον ἄγειν. Τῶν δὲ πολεμίων ἀπωτέρω τοῦ ποταμοῦ σφενδονούντων, καὶ τοξευόντων, καὶ τοὺς διαβαίνοντας ἀνειργόντων, ὁ Κλέαρχος τοὺς ὁπλίτας ἤγαγε διὰ τοῦ βαθυτέρου· ἵνα τὸ μὲν πολὺ τοῦ σώματος ὑπὸ τοῦ ποταμοῦ κρύπτοιτο, τὰ δὲ ὑπερέχοντα τοῦ ὕδατος τῇ ἀσπίδι φυλάσσοιτο. Οἱ μὲν ὁπλῖται ἀσφαλῶς διαβαίνοντες ἀνέκρουσαν τοὺς πολεμίους· ἡ δὲ λοιπὴ στρατιὰ κατὰ τὸ εὔπορον τοῦ ποταμοῦ διῆλθεν ἀκωλύτως.
[←72]
Βλέπε Ανάβ. 2.1 και εξής. Βλέπε επίσης πιο κάτω την παραγρ. 58 των Περσικών τού Κτησία.
[←73]
[2] Κλέαρχος, Κύρου πεσόντος, ἀναχωρῶν μετὰ τῶν Ἑλλήνων, ἐστρατοπέδευσεν ἐν κώμῃ τροφὴν ἄφθονον ἐχούσῃ· Τισσαφέρνης πρέσβεις πέμψας ἠξίου μενειν αὐτόθι τοὺς Ἕλληνας παραδόντας αὐτῷ τὰ ὅπλα. Κλέαρχος ὑπεκρίνατο προσίεσθαι τοὺς λόγους· ὅπως Τισσαφέρνης, ἐλπίδι σπονδῶν, εἰς τὰς κώμας διαπέμψειε τοὺς πολλοὺς τῶν Περσῶν. Ὁ μὲν δή, νομίσας εἶξαι τὸν Κλέαρχον, διέλυσε τὴν δύναμιν. Ὁ δέ, νύκτωρ τοὺς Ἕλληνας ἐξαγαγὼν, τῇ πορείᾳ προέλαβεν ἡμέραν ὅλην καὶ νύκτα, τοῦ Τισσαφέρνους βραδέως τοὺς διαλυθέντας συναγαγόντος.
[←74]
Πλούταρχος, Ἀρταξέρξης 8 και Διόδωρος 14.23.
[←75]
[3] Κλέαρχος Κύρῳ μὲν συνεβούλευεν αὐτὸν μὴ κινδυνεύειν, ἀλλ’ ἐφορᾷν τὴν μάχην· μαχόμενον γὰρ, μηδὲν [ἄν] μέγα συμπρᾶξαι τῷ σώματι, παθόντα δέ, πάντας ἀπολέσαι τοὺς μετ’ αὐτὸν. Τὴν δὲ φάλαγγα τῶν Ἑλλήνων κατ’ ἀρχὰς μὲν βάδην ἦγε, τῇ εὐταξίᾳ τοὺς βαρβάρους ἐκπλήττων· ὡς δὲ βέλους ἐντὸς ἤμελλεν εἶναι, δρόμῳ χρῆσθαι παρήγγειλεν, ὅπως μηδὲν ὑπὸ τῶν βελῶν βλάπτοιντο. Καὶ δὴ τὸ ἑλληνικὸν κατὰ τοῦτο τὸ μέρος τοὺς Πέρσας ἐνίκησεν.
[←76]
Ανάβ. 2.4.14-23.
[←77]
[4] Κλέαρχος μετὰ τὸν Κύρου θανατον, τῶν Ἑλλήνων κατασχόντων χώραν πολλὴν καὶ ἀγαθὴν (ποταμὸς ἐκυκλοῦτο τὴν χώραν, ἐλαχίστῳ διειργομένην ἰσθμῷ μὴ νῆσον εἶναι), κωλύων ἔνδον στρατοπεδεύειν, ὡς οὐκ ἔπειθε, πεπλασμένον αὐτόμολον καθῆκεν ἀπαγγέλλοντα, «Βασιλεὺς τὸν ἰσθμὸν ἀπειλεῖ ἀποτειχίσαι». Τοῦτο ἀκούσαντες οἱ Ἕλληνες, καὶ πεισθέντες Κλεάρχῳ, στρατοπεδεύουσιν ἐκτὸς τοῦ ἰσθμοῦ.
[←78]
[5] Κλέαρχος, λείαν ἄγων πολλὴν, ἐπὶ λόφου καταληφθεὶς, περιχαρακευόμενος ὑπό τῶν πολεμίων, δεομένων τῶν ἡγεμόνων διακινδυνεύειν, πρὶν ἅπαντα περιχαρακωθῆναι τὸν λόφον, θαῤῥεῖν αὐτοὺς ἐκέλευσεν, ὡς πρὸς ὀλίγους ἐσομένης διὰ τὸ χαράκωμα τῆς μάχης. Ἑσπέρας δὲ προσιούσης, καταλιπὼν τὴν λείαν, κατὰ τὸ διαλεῖπον τοῦ χάρακος διεξεπαίσατο, τοὺς ἀπαντῶντας ἐν στενῷ κατακόπτων.
[←79]
[6] Κλέαρχος, λεηλατήσας Θρᾴκην, μὴ φθάσας ἐπανελθεῖν εἰς Βυζάντιον, ἐστρατοπέδευσε πλησίον ὄρους Θρᾳκίου. Τῶν δἐ Θρᾳκῶν ἀθροιζομένων, εἰδὼς ὅτι συνθέοντες, ἐκ τῶν ὀρῶν ὁρμώμενοι, νύκτωρ ἐπιβήσονται, προσέταζεν ἐν τοῖς ὅπλοις διατελεῖν, καὶ τὰς ἐγέρσεις ποιεῖσθαι πυκνὰς. Αὐτός δἐ, νυκτὀς οὔσης ἀφεγγοῦς, λαβὼν μέρος τοῦ στρατεύματος ἐπεφαίνετο, τύπτων τὰ ὅπλα τὸν Θρᾴκειον τρόπον. Οἱ δέ, ὡς τῶν πολεμίων ἐπιφαινομένων, ἦσαν ἕτοιμοι πρὸς μάχην. Ἐν τούτῳ καὶ οι Θρᾴκες ἐπεφάνησαν, ὡς καθεύδοντας αἱρήσοντες· οἱ δέ, ἐγρηγορότες, καὶ ὡπλισμένοι, δεξάμενοι τοὺς ἐπιδραμόντας, πλείστους αὐτῶν ἀπέκτειναν.
[←80]
[7] Κλέαρχος, ἀποστάντων Βυζαντίων, ζημιωθεὶς ὑπὸ τῶν ἐφόρων, εἰς Λάμψακον κατέπλευσε, ναῦς ἔχων τέσσαρας· καὶ διέτριβεν ἐνταῦθα, μεθύειν καὶ κωμάζειν προσποιούμενος. Ἐπολιορκοῦντο ὑπὸ Θρᾳκῶν Βυζάντιοι· καὶ δὴ ἔπεμψαν τοὺς στρατηγοὺς δεησομένους τῆς Κλεάρχου βοηθείας. Ὁ δέ, ὡς ἀδυνάτως ἔχων διὰ τὴν οἰνοφλυγίαν ἐντυχεῖν αὐτοῖς, ἡμέρᾳ τρίτῃ προσήκατο· καὶ δεηθέντας οἰκτείρειν, φάσκων, ὑπέσχετο συμμαχήσειν. Πληρώσας δὲ ναῦς δύο πρὸς ταῖς τέτταρσι, κατέπλευσεν εἰς Βυζάντιον· καὶ συναγαγὼν ἐκκλησίαν, συνεβούλευσε πάντας τοὺς ἱππέας, καὶ τοὺς ὁπλίτας, ἐπιβῆναι τῶν νεῶν, ὡς ἐπιθησομένους ὄπισθεν τοῖς Θρᾳξὶ· τοὐς δἐ κυβερνήτας ἀναχθέντας ἐπ’ ἀγκυρῶν σαλεύειν, ἔστ’ ἄν ἴδωσιν αἱρόμενον ὑπ’ αὐτοῦ τὸ σημεῖον τῆς μάχης. Οὕτω δὴ πάντων ἀναχθέντων, ὁ Κλέαρχος διψῇν ἔφη πρὸς τοὺς στρατηγοὐς· καὶ πλησίον ἰδὼν καπηλεῖον, μετ’ αὐτῶν εἰσελθών, φυλακὴν καταστήσας, ἔνδον ἀπέκτεινεν ἀμφοτέρους· καὶ συγκλείσας τὸ καπηλεῖον, καὶ κελεύσας τῷ καπήλῳ σιωπᾷν, τῶν στρατιῶν ἀνῃρημένων, τῶν πολιτῶν ἀνηγμένων, αὐτὸς τοὺς αὐτοῦ στρατιώτας διὰ τάχους εἰσαγαγών, κατέσχε τὸ Βυζάντιον.
[←81]
[8] Κλέαρχος ἐλεηλάτει τὴν Θρᾴκην, καὶ πολλοὺς ἔκτεινε Θρᾳκῶν· οἱ δέ, πρέσβεις ἔπεμψαν δεησομένους διαλύσασθαι τὸν πόλεμον. Ὁ δέ, τὴν εἰρηνην ἐπιζήμιον ἡγούμενος, ἐκέλευσεν ἐκ τῶν Θρᾳκῶν νεκρῶν σώματα δύο ἤ τρία διατεμόντας τοὺς ὀψοποιοὺς ἀνακρεμάσαι· εἰ δὲ οἱ Θρᾷκες ἰδόντες ἔροιντο τὴν αἰτίαν, προσέταζε λέγειν, «Κλεάρχῳ δεῖπνον παρασκευάζεται.» Ταῦτα οἱ πρέσβεις τῶν Θρᾳκῶν ἰδόντες, φρίξαντες ἀνεχώρησαν, μηδὲν περὶ διαλύσεων εἰπεῖν ἔτι τολμήσαντες.
[←82]
[9] Κλέαρχος, ὁπλίτας ἔχων ἐν πεδίῳ, προσκειμένων πολεμίων ἱππέων, καὶ ἱπποκρατούντων, συνέταξε τὸ στρατόπεδον ὀκτὼ τὸ βάθος· καὶ κατέστησεν ἀραιοτέρους, ἤ κατὰ σχῆμα πλινθίου. Καὶ παρήγγειλε τὸ ἐγχειρίδιον καθέντας ὑπὸ τὴν ἀσπίδα βαθύτατον ὀρύξαι βόθρον. Οἱ μὲν ὤρυξαν· ὁ δὲ τοὺς ὁπλίτας ἐπανήγαγεν ἐκ τῶν ὀρυγμάτων ἐς τὸ πρόσω τοῦ πεδίου. Τῶν δὲ πολεμίων ἱππέων ἐμπεσόντων, ἀναχωρεῖν ἐπὶ πόδα παρήγγειλεν ἕως τῶν ὀρυγμάτων· οἱ δὲ πολέμιοι, μηδὲν προειδότες, ἐπελαύνοντες τῇ ἵππῳ σφοδρῶς, ἐμπεσόντες τοῖς ὀρύγμασιν, ἔπιπτον ἐπ’ ἀλλήλους· οἱ Κλεάρχιοι δὲ ἀνῄρουν τοὺς ἱππέας χαμαὶ κειμένους.
[←83]
[10] Κλέαρχος ἦν ἐν Θρᾴκῃ· νυκτερινοὶ φόβοι τὸ στράτευμα κατελάμβανον. Ὁ δὲ παρήγγειλεν, εἰ γένοιτο νύκτωρ θόρυβος, μηδένα ὀρθὸν ἀνίστασθαι· ὁ δὲ ἀναστὰς ὡς πολέμιος ἀναιρείσθω. Τὸ παράγγελμα τοῦτο ἐδίδαξε τοὺς στρατιώτας καταφρονῆσαι τοῦ νυκτερινοῦ φόβου· καὶ οὕτως ἐπαύσαντο ἀναπηδῶντες καὶ ταραττόμενοι.
[←84]
Ο αρχαιολογικός χώρος βρισκόταν στην ομώνυμη τουρκική πόλη Σάμσατ τής επαρχίας τού Αντιγιαμάν, αλλά πλημμύρισε το 1990 με την κατασκευή τού νέου φράγματος Ατατούρκ στον Ευφράτη.
[←85]
Λουκιανός, Νεκρικοί Διάλογοι 14: Φίλιππος-Αλέξανδρος.
[←86]
Φίλιππος: Νῦν μέν͵ ὦ Ἀλέξανδρε͵ οὐκ ἂν ἔξαρνος γένοιο μὴ οὐκ ἐμὸς υἱὸς εἶναι· οὐ γὰρ ἂν τεθνήκεις Ἄμμωνός γε ὤν.
[←87]
Αλέξανδρος: Οὐδ΄ αὐτὸς ἠγνόουν͵ ὦ πάτερ͵ ὡς Φιλίππου τοῦ Ἀμύντου υἱός εἰμι͵ ἀλλ΄ ἐδεξάμην τὸ μάντευμα͵ χρήσιμον εἰς τὰ πράγματα εἶναι οἰόμενος.
[←88]
Φίλιππος: Πῶς λέγεις; χρήσιμον ἐδόκει σοι τὸ παρέχειν σεαυτὸν ἐξαπατηθησόμενον ὑπὸ τῶν προφητῶν;
[←89]
Αλέξανδρος: Οὐ τοῦτο͵ ἀλλ΄ οἱ βάρβαροι κατεπλάγησάν με καὶ οὐδεὶς ἔτι ἀνθίστατο οἰόμενοι θεῷ μάχεσθαι͵ ὥστε ῥᾷον ἐκράτουν αὐτῶν.
[←90]
Φίλιππος: Τίνων δὲ ἐκράτησας σύ γε ἀξιομάχων ἀνδρῶν͵ ὃς δειλοῖς ἀεὶ συνηνέχθης τοξάρια καὶ πελτίδια καὶ γέρρα οἰσύϊνα προβεβλημένοις; Ἑλλήνων κρατεῖν ἔργον ἦν͵ Βοιωτῶν καὶ Φωκέων καὶ Ἀθηναίων͵ καὶ τὸ Ἀρκάδων ὁπλιτικὸν καὶ τὴν Θετταλὴν ἵππον καὶ τοὺς Ἠλείων ἀκοντιστὰς καὶ τὸ Μαντινέων πελταστικὸν ἢ Θρᾷκας ἢ Ἰλλυριοὺς ἢ καὶ Παίονας χειρώσασθαι͵ ταῦτα μεγάλα· Μήδων δὲ καὶ Περσῶν καὶ Χαλδαίων͵ χρυσοφόρων ἀνθρώπων καὶ ἁβρῶν͵ οὐκ οἶσθα ὡς πρὸ σοῦ μύριοι μετὰ Κλεάρχου ἀνελθόντες ἐκράτησαν οὐδ΄ εἰς χεῖρας ὑπομεινάντων ἐλθεῖν ἐκείνων͵ ἀλλὰ πρὶν ἢ τόξευμα ἐξικνεῖσθαι φυγόντων;…
[←91]
Λουκιανός, Πῶς δεῖ ἱστορίαν συγγράφειν 2.
[←92]
… ἀλλ᾽ ἀφ᾽ οὗ δὴ τὰ ἐν ποσὶ ταῦτα κεκίνηται, ὁ πόλεμος ὁ πρὸς τοὺς βαρβάρους καὶ τὸ ἐν Ἀρμενίᾳ τραῦμα καὶ αἱ συνεχεῖς νῖκαι, οὐδεὶς ὅστις οὐχ ἱστορίαν συγγράφει, μᾶλλον δὲ Θουκυδίδαι καὶ Ἡρόδοτοι καὶ Ξενοφῶντες ἡμῖν ἅπαντες, καὶ ὡς ἔοικεν, ἀληθὲς ἄρ᾽ ἦν ἐκεῖνο τό «Πόλεμος ἁπάντων πατήρ», εἴ γε καὶ συγγραφέας τοσούτους ἀνέφυσεν ὑπὸ μιᾷ τῇ ὁρμῇ.
[←93]
Λουκιανός, Πῶς δεῖ ἱστορίαν συγγράφειν 23.
[←94]
Ἴδοις γὰρ ἂν ἀφθόνους τοιούτους συγγραφέας, τοῦ Ῥοδίου κολοσσοῦ τὴν κεφαλὴν ναννώδει σώματι ἐπιτιθέντας· ἄλλους αὖ ἔμπαλιν ἀκέφαλα τὰ σώματα εἰσάγοντας, ἀπροοιμίαστα καὶ εὐθὺς ἐπὶ τῶν πραγμάτων, οἳ καὶ προσεταιρίζονται τὸν Ξενοφῶντα οὕτως ἀρξάμενον “Δαρείου καὶ Παρυσάτιδος παῖδες γίγνονται δύο”, καὶ ἄλλους τῶν παλαιῶν, οὐκ εἰδότες ὡς δυνάμει τινὰ προοίμιά ἐστι λεληθότα τοὺς πολλούς, ὡς ἐν ἄλλοις δείξομεν.
[←95]
Λουκιανός, Πῶς δεῖ ἱστορίαν συγγράφειν 52.
[←96]
Εννοεί τον Κτησία και τα Περσικά του.
[←97]
Τοῦ δὴ συγγραφέως ἔργον ἓν, ὡς ἐπράχθη, εἰπεῖν. τοῦτο δ᾽ οὐκ ἂν δύναιτο, ἄχρι ἂν ἢ φοβῆται Ἀρτοξέρξην ἰατρὸς αὐτοῦ ὤν, ἢ ἐλπίζῃ κάνδυν πορφυροῦν καὶ στρεπτὸν χρυσοῦν καὶ ἵππον τῶν Νισαίων λήψεσθαι μισθὸν τῶν ἐν τῇ γραφῇ ἐπαίνων, ἀλλ᾽ οὐ Ξενοφῶν αὐτὸ ποιήσει, δίκαιος συγγραφεύς, οὐδὲ Θουκυδίδης, ἀλλὰ κἂν ἰδίᾳ μισῇ τινας, πολὺ ἀναγκαιότερον ἡγήσεται τὸ κοινὸν καὶ τὴν ἀλήθειαν περὶ πλείονος ποιήσεται τῆς ἔχθρας, κἂν φιλῇ, ὅμως οὐκ ἀφέξεται ἁμαρτάνοντος…
[←98]
Παυσανίας, Ἑλλάδος περιήγησις 5.6.4.
[←99]
μετὰ δὲ τὸν Ἄνιγρον ὁδεύσαντι ἐπὶ μακρότερον διὰ χωρίου τὰ πλείονα ὑποψάμμου καὶ ἔχοντος δένδρα πίτυς ἀγρίας, ὀπίσω ἐς ἀριστερὰ Σκιλλοῦντος ὄψει ἐρείπια. τῶν μὲν δὴ πόλεων ἦν τῶν ἐν τῇ Τριφυλίᾳ καὶ Σκιλλοῦς· ἐπὶ δὲ τοῦ πολέμου τοῦ Πισαίων πρὸς Ἠλείους ἐπίκουροί τε Πισαίων οἱ Σκιλλούντιοι καὶ διάφοροι τοῖς Ἠλείοις ἦσαν ἐκ τοῦ φανεροῦ, καὶ σφᾶς οἱ Ἠλεῖοι τούτων ἕνεκα ἐποίησαν ἀναστάτους.
[←100]
Λακεδαιμόνιοι δὲ ὕστερον Σκιλλοῦντα ἀποτεμόμενοι τῆς Ἠλείας Ξενοφῶντι ἔδοσαν τῷ Γρύλου, φυγάδι ἤδη γεγονότι ἐξ Ἀθηνῶν. ἐδιώχθη δὲ ὁ Ξενοφῶν ὑπὸ Ἀθηναίων ὡς ἐπὶ βασιλέα τῶν Περσῶν σφίσιν εὔνουν ὄντα στρατείας μετασχὼν Κύρῳ πολεμιωτάτῳ τοῦ δήμου· καθήμενος γὰρ ἐν Σάρδεσιν ὁ Κῦρος Λυσάνδρῳ τῷ Ἀριστοκρίτου καὶ Λακεδαιμονίοις χρήματα ἀνήλισκεν ἐς τὰς ναῦς. ἀντὶ τούτων μὲν Ξενοφῶντι ἐγένετο φυγή, κατοικήσας δὲ ἐν Σκιλλοῦντι τέμενός τε καὶ ἱερὸν καὶ ναὸν Ἀρτέμιδι ᾠκοδομήσατο Ἐφεσίᾳ.
[←101]
παρέχεται δὲ ὁ Σκιλλοῦς καὶ ἄγρας θηρίων, ὑῶν τε ἀγρίων καὶ ἐλάφων· καὶ τὴν γῆν τὴν Σκιλλουντίαν Σελινοῦς ποταμὸς διέξεισιν. οἱ δὲ Ἠλείων ἐξηγηταὶ κομίσασθαί τε αὖθις Σκιλλοῦντα Ἠλείους ἔλεγον, καὶ Ξενοφῶντα, ὅτι ἔλαβε παρὰ Λακεδαιμονίων τὴν γῆν, κριθῆναι μὲν ἐν τῇ Ὀλυμπικῇ βουλῇ, τυχόντα δὲ παρὰ Ἠλείων συγγνώμης ἀδεῶς ἐν Σκιλλοῦντι οἰκῆσαι. καὶ δὴ καὶ ὀλίγον ἀπωτέρω τοῦ ἱεροῦ μνῆμά τε ἐδείκνυτο καὶ τῆς Πεντελῆσίν ἐστι λιθοτομίας εἰκὼν ἐπὶ τῷ τάφῳ· εἶναι δὲ αὐτὸ Ξενοφῶντος λέγουσιν οἱ προσοικοῦντες.
[←102]
Ιουλίου Πολυδεύκους, Ὀνομαστικόν, τόμος 1, Α-Ε, Libraria Kuehniana, Λειψία, 1824.
[←103]
Τίποτε δεν είναι γνωστό με βεβαιότητα για τη ζωή τού Διογένη Λαέρτιου. Πρέπει να έζησε μετά τον Σέξτο Εμπειρικό (περ. 200 μ.Χ.), τον οποίο αναφέρει και πριν από τούς Στέφανο Βυζάντιο και Σώπατρο (περ. 500 μ.Χ.), οι οποίοι αναφέρονται σε αυτόν. Πιθανώς άκμασε κατά το πρώτο μισό τού 3 ου μ.Χ. αιώνα. Η πατρίδα του είναι άγνωστη, αν υποτεθεί ότι το όνομά του δεν παραπέμπει στον τόπο καταγωγής του. Σύμφωνα με επίμαχο χωρίο στα γραπτά του, καταγόταν από τη Νίκαια τής Βιθυνίας.
[←104]
Διογένης Λαέρτιος, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 2.6.
[←105]
Ξενοφῶν Γρύλλου μὲν ἦν υἱός, Ἀθηναῖος, τῶν δήμων Ἐρχιεύς, αἰδήμων δὲ καὶ εὐειδέστατος εἰς ὑπερβολήν.
[←106]
Τούτῳ δὲ ἐν στενωπῷ φασιν ἀπαντήσαντα Σωκράτην διατεῖναι τὴν βακτηρίαν καὶ κωλύειν παριέναι, πυνθανόμενον ποῦ πιπράσκοιτο τῶν προσφερομένων ἕκαστον· ἀποκριναμένου δὲ πάλιν πυθέσθαι ποῦ δὲ καλοὶ κἀγαθοὶ γίνονται ἄνθρωποι. ἀπορήσαντος δέ, «Ἕπου τοίνυν,» φάναι, «καὶ μάνθανε.» Καὶ τοὐντεῦθεν ἀκροατὴς Σωκράτους ἦν.
[←107]
Καὶ πρῶτος ὑποσημειωσάμενος τὰ λεγόμενα εἰς ἀνθρώπους ἤγαγεν, Ἀπομνημονεύματα ἐπιγράψας. Ἀλλὰ καὶ ἱστορίαν φιλοσόφων πρῶτος ἔγραψε.
[←108]
Ο Αρίστιππος (435-356 π.Χ.) ήταν ο ιδρυτής τής Κυρηναϊκής Φιλοσοφικής Σχολής. Ήταν μαθητής τού Σωκράτη, αλλά υιοθέτησε πολύ διαφορετική φιλοσοφική προοπτική, διδάσκοντας ότι ο στόχος τής ζωής ήταν η αναζήτηση τής ευχαρίστησης με προσαρμογή στις συνθήκες και με διατήρηση τού κατάλληλου έλεγχου τόσο στις αντιξοότητες όσο και στις ευνοϊκές καταστάσεις.
[←109]
Ένα έργο που αποδιδόταν στον Αρίστιππο κατά την αρχαιότητα ήταν εκείνο με τίτλο «Περὶ παλαιᾶς τρυφῆς» , δηλαδή για την αρχαία καλοπέραση ή την καλοπέραση των αρχαίων Ελλήνων. Το έργο αυτό ήταν γεμάτο πικάντικα ανέκδοτα για τούς φιλοσόφους και την υποτιθέμενη προτίμησή τους για αγόρια-εραστές και εταίρες. Ο συγγραφέας στηρίζει τούς ισχυρισμούς του για τις διάφορες ερωτικές σχέσεις τού Πλάτωνος παραθέτοντας επιγράμματα που αποδίδονταν στον φιλόσοφο και προχωρά στον ακραίο ισχυρισμό ότι ο Περίανδρος διέπραξε αιμομιξία με τη μητέρα του. Έχει από καιρό γίνει αντιληπτό, ότι το έργο αυτό δεν μπορεί να το είχε γράψει ο Αρίστιππος τής Κυρήνης, τουλάχιστον επειδή αναφέρεται σε αυτό ο Θεόφραστος, που έζησε μια γενιά μετά τον Αρίστιππο. Ίσως ο συγγραφέας τού έργου είχε υιοθετήσει το όνομα τού Αρίστιππου για να προτείνει σύνδεση με τον ηδονιστή φιλόσοφο.
[←110]
Καὶ αὐτόν φησιν Ἀρίστιππος ἐν τετάρτῳ Περὶ παλαιᾶς τρυφῆς ἐρασθῆναι Κλεινίου· πρὸς ὃν καὶ ταῦτα εἰπεῖν· «Νῦν γὰρ ἐγὼ Κλεινίαν ἥδιον μὲν θεῶμαι ἢ τἄλλα πάντα ἐν ἀνθρώποις καλὰ. τυφλὸς δὲ τῶν ἄλλων πάντων δεξαίμην ἂν ἢ Κλεινίου ἑνὸς ὄντος γενέσθαι· ἄχθομαι δὲ καὶ νυκτὶ καὶ ὕπνῳ, ὅτι ἐκεῖνον οὐχ ὁρῶ· ἡμέρᾳ δὲ καὶ ἡλίῳ τὴν μεγίστην χάριν οἶδα, ὅτι μοι Κλεινίαν ἀναφαίνουσιν.»
[←111]
Κύρῳ δὲ φίλος ἐγένετο τοῦτον τὸν τρόπον. Ἦν αὐτῷ συνήθης Πρόξενος ὄνομα, γένος Βοιώτιος, μαθητὴς μὲν Γοργίου τοῦ Λεοντίνου, φίλος δὲ Κύρῳ. Οὗτος ἐν Σάρδεσι διατρίβων παρὰ τῷ Κύρῳ ἔπεμψεν εἰς Ἀθήνας ἐπιστολὴν Ξενοφῶντι, καλῶν αὐτὸν ἵνα γένηται Κύρῳ φίλος. Ὁ δὲ τὴν ἐπιστολὴν δεικνύει Σωκράτει καὶ σύμβουλον ᾑρεῖτο. Καὶ ὃς ἀπέστειλεν αὐτὸν εἰς Δελφοὺς χρησόμενον τῷ θεῷ.
[←112]
Πείθεται Ξενοφῶν· ἥκει παρὰ τὸν θεόν· πυνθάνει οὐχὶ εἰ χρὴ ἀπιέναι πρὸς Κῦρον, ἀλλ’ ὅπως. ἐφ’ ᾧ καὶ Σωκράτης αὐτὸν ᾐτιάσατο μέν, συνεβούλευσε δὲ ἐξελθεῖν. Καὶ ὃς γίνεται παρὰ Κύρῳ, καὶ τοῦ Προξένου φίλος οὐχ ἧττον ἦν αὐτῷ. Τὰ μὲν οὖν ἄλλα τὰ κατὰ τὴν ἀνάβασιν γενόμενα καὶ τὴν κάθοδον ἱκανῶς αὐτὸς ἡμῖν διηγεῖται.
[←113]
Ἐχθρῶς δὲ διέκειτο πρὸς Μένωνα τὸν Φαρσάλιον, παρὰ τὸν χρόνον τῆς ἀναβάσεως τὸν ξεναγόν· ὅτε καὶ λοιδορῶν αὐτόν φησιν αὑτοῦ μείζοσι κεχρῆσθαι παιδικοῖς. Ἀλλὰ καὶ Ἀπολλωνίδῃ τινὶ ὀνειδίζει τετρῆσθαι τὰ ὦτα.
[←114]
Μετὰ δὲ τήν τ’ ἀνάβασιν καὶ τὰς ἐν τῷ Πόντῳ συμφορὰς καὶ τὰς παρασπονδήσεις τὰς Σεύθου τοῦ τῶν Ὀδρυσῶν βασιλέως ἧκεν εἰς Ἀσίαν πρὸς Ἀγησίλαον τὸν Λακεδαιμονίων βασιλέα, μισθοῦ τοὺς Κύρου στρατιώτας αὐτῷ παρασχών· φίλος τ’ ἦν εἰς ὑπερβολήν. Παρ’ ὃν καιρὸν ἐπὶ Λακωνισμῷ φυγὴν ὑπ’ Ἀθηναίων κατεγνώσθη. Γενόμενος δ’ ἐν Ἐφέσῳ καὶ χρυσίον ἔχων, τὸ μὲν ἥμισυ Μεγαβύζῳ δίδωσι τῷ τῆς Ἀρτέμιδος ἱερεῖ φυλάττειν ἕως ἂν ἐπανέλθοι· εἰ δὲ μή, ἄγαλμα ποιησάμενον ἀναθεῖναι τῇ θεῷ· τοῦ δὲ ἡμίσεος ἔπεμψεν εἰς Δελφοὺς ἀναθήματα. Ἐντεῦθεν ἦλθεν εἰς τὴν Ἑλλάδα μετ’ Ἀγησιλάου, κεκλημένου εἰς τὸν πρὸς Θηβαίους πόλεμον. Καὶ αὐτῷ προξενίαν ἔδοσαν οἱ Λακεδαιμόνιοι.
[←115]
Ἐντεῦθεν ἐάσας τὸν Ἀγησίλαον ἦλθεν εἰς Σκιλλοῦντα, χωρίον τῆς Ἠλείας ὀλίγον τῆς πόλεως ἀπέχον. Εἵπετο δὲ αὐτῷ καὶ γύναιον ὄνομα Φιλησία, καθά φησι Δημήτριος ὁ Μάγνης, καὶ δύο υἱεῖς, Γρύλλος καὶ Διόδωρος, ὥς φησι Δείναρχος ἐν τῷ πρὸς Ξενοφῶντα ἀποστασίου, οἳ καὶ Διόσκουροι ἐπεκαλοῦντο. Ἀφικομένου δὲ τοῦ Μεγαβύζου κατὰ πρόφασιν τῆς πανηγύρεως, κομισάμενος τὰ χρήματα χωρίον ἐπρίατο καὶ καθιέρωσε τῇ θεῷ, δι’ οὗ ποταμὸς ἔρρει Σελινοῦς, ὁμώνυμος τῷ ἐν Ἐφέσῳ. Τοὐντεῦθεν διετέλει κυνηγετῶν καὶ τοὺς φίλους ἑστιῶν καὶ τὰς ἱστορίας συγγράφων.
[←116]
Φησὶ δ’ ὁ Δείναρχος ὅτι καὶ οἰκίαν καὶ ἀγρὸν αὐτῷ ἔδοσαν Λακεδαιμόνιοι. Ἀλλὰ καὶ Φυλοπίδαν τὸν Σπαρτιάτην φασὶν αὐτῷ πέμψαι αὐτόθι δωρεὰν ἀνδράποδα αἰχμάλωτα ἐκ Δαρδάνου· καὶ τὸν διαθέσθαι αὐτὰ ὡς ἠβούλετο. Ἠλείους τε στρατευσαμένους εἰς τὸν Σκιλλοῦντα [καὶ] βραδυνόντων Λακεδαιμονίων ἐξελεῖν τὸ χωρίον.
[←117]
Ὅτε καὶ τοὺς υἱέας αὐτοῦ εἰς Λέπρεον ὑπεξελθεῖν μετ’ ὀλίγων οἰκετῶν, καὶ αὐτὸν Ξενοφῶντα εἰς τὴν Ἦλιν πρότερον, εἶτα καὶ εἰς Λέπρεον πρὸς τοὺς παῖδας, κἀκεῖθεν σὺν αὐτοῖς εἰς Κόρινθον διασωθῆναι καὶ αὐτόθι κατοικῆσαι.
[←118]
Ἑν τούτῳ δὲ ψηφισαμένων Ἀθηναίων βοηθεῖν Λακεδαιμονίοις ἔπεμψε τοὺς παῖδας εἰς τὰς Ἀθήνας στρατευσομένους ὑπὲρ τῶν Λακεδαιμονίων. Καὶ γὰρ ἐπεπαίδευντο αὐτόθι ἐν τῇ Σπάρτῃ, καθά φησι Διοκλῆς ἐν τοῖς Βίοις τῶν φιλοσόφων. Ὁ μὲν οὖν Διόδωρος οὐδὲν ἐπιφανὲς πράξας ἐκ τῆς μάχης ἀνασώζεται, καὶ αὐτῷ υἱὸς ὁμώνυμος γίνεται τἀδελφῷ. Ὁ δὲ Γρύλλος τεταγμένος κατὰ τοὺς ἱππέας – ἦν δὲ ἡ μάχη περὶ Μαντίνειαν – ἰσχυρῶς ἀγωνισάμενος ἐτελεύτησεν, ὥς φησιν Ἔφορος ἐν τῇ πέμπτῃ καὶ εἰκοστῇ· Κηφισοδώρου μὲν ἱππαρχοῦντος, Ἡγησίλεω δὲ στρατηγοῦντος. Ἐν ταύτῃ τῇ μάχῃ καὶ Ἐπαμεινώνδας ἔπεσε.
[←119]
Τηνικαῦτα δὴ καὶ τὸν Ξενοφῶντά φασι θύειν ἐστεμμένον. ἀπαγγελθέντος δ’ αὐτῷ τοῦ θανάτου ἀποστεφανώσασθαι· ἔπειτα μαθόντα ὅτι γενναίως, πάλιν ἐπιθέσθαι τὸν στέφανον. Ἔνιοι δὲ οὐδὲ δακρῦσαί φασιν αὐτόν, ἀλλὰ γὰρ εἰπεῖν, « ᾜδειν θνητὸν γεγεννηκώς. » Φησὶ δ’ Ἀριστοτέλης ὅτι ἐγκώμια καὶ ἐπιτάφιον Γρύλλου μυρίοι ὅσοι συνέγραψαν, τὸ μέρος καὶ τῷ πατρὶ χαριζόμενοι. Ἀλλὰ καὶ Ἕρμιππος ἐν τῷ Περὶ Θεοφράστου καὶ Ἰσοκράτην Γρύλλου φησὶ ἐγκώμιον γεγραφέναι. Τίμων δ’ ἐπισκώπτει αὐτὸν ἐν τούτοις·
[←120]
ἀσθενική τε λόγων δυὰς ἢ τριὰς
ἢ ἔτι πρόσσω,
οἷος Ξεινοφόων ἥτ’ Αἰσχίνου
οὐκ ἀπιθὴς <ἲς> γράψαι.
Καὶ ὁ μὲν βίος αὐτῷ τοιόσδε.
[←121]
Ἤκμαζε δὲ κατὰ τὸ τέταρτον ἔτος τῆς τετάρτης καὶ ἐνενηκοστῆς Ὀλυμπιάδος, καὶ ἀναβέβηκε σὺν Κύρῳ ἐπὶ ἄρχοντος Ξεναινέτου ἑνὶ πρότερον ἔτει τῆς Σωκράτους τελευτῆς. Κατέστρεψε δέ, καθά φησι Στησικλείδης ὁ Ἀθηναῖος ἐν τῇ τῶν Ἀρχόντων καὶ Ὀλυμπιονικῶν ἀναγραφῇ, ἔτει πρώτῳ τῆς πέμπτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος, ἐπὶ ἄρχοντος Καλλιμήδου, ἐφ’ οὗ καὶ Φίλιππος ὁ Ἀμύντου Μακεδόνων ἦρξε. Τέθνηκε δ’ ἐν Κορίνθῳ, ὥς φησι Δημήτριος ὁ Μάγνης, ἤδη δηλαδὴ γηραιὸς ἱκανῶς·
[←122]
ἀνὴρ τά τ’ ἄλλα γεγονὼς ἀγαθὸς καὶ δὴ καὶ φίλιππος καὶ φιλοκύνηγος καὶ τακτικός, ὡς ἐκ τῶν συγγραμμάτων δῆλον· εὐσεβής τε καὶ φιλοθύτης καὶ ἱερεῖα διαγνῶναι ἱκανὸς καὶ Σωκράτην ζηλώσας ἀκριβῶς.
[←123]
Συνέγραψε δὲ βιβλία πρὸς τὰ τετταράκοντα, ἄλλων ἄλλως διαιρούντων· Τήν τ’ Ἀνάβασιν, ἧς κατὰ βιβλίον μὲν ἐποίησε προοίμιον, ὅλης δὲ οὔ· καὶ Κύρου Παιδείαν καὶ Ἑλληνικὰ καὶ Ἀπομνημονεύματα· Συμπόσιόν τε καὶ Οἰκονομικὸν καὶ Περὶ ἱππικῆς καὶ Κυνηγετικὸν καὶ Ἱππαρχικόν, Ἀπολογίαν τε Σωκράτους καὶ Περὶ πόρων καὶ Ἱέρωνα ἢ Τυραννικόν, Ἀγησίλαόν τε καὶ Ἀθηναίων καὶ Λακεδαιμονίων Πολιτείαν, ἥν φησιν οὐκ εἶναι Ξενοφῶντος ὁ Μάγνης Δημήτριος. Λέγεται δ’ ὅτι καὶ τὰ Θουκυδίδου βιβλία λανθάνοντα ὑφελέσθαι δυνάμενος αὐτὸς εἰς δόξαν ἤγαγεν.
[←124]
Ἐκαλεῖτο δὲ καὶ Ἀττικὴ Μοῦσα γλυκύτητι τῆς ἑρμηνείας· ὅθεν καὶ πρὸς ἀλλήλους ζηλοτύπως εἶχον αὐτός τε καὶ Πλάτων, ὡς ἐν τῷ περὶ Πλάτωνος λέξομεν. Ἔστι δὲ καὶ εἰς τοῦτον ἡμῶν ἐπιγράμματα τοῦτον ἔχοντα τὸν τρόπον·
[←125]
Οὐ μόνον ἐς Πέρσας ἀνέβη
Ξενοφῶν διὰ Κῦρον,
ἀλλ’ ἄνοδον ζητῶν
ἐς Διὸς ἥτις ἄγοι,
παιδείης παρ’ ἑῆς Ἑλληνικὰ πράγματα δείξας,
ὡς καλὸν ἡ σοφίη μνήσατο Σωκράτεος.
[←126]
Ἄλλο, ὡς ἐτελεύτα·
[←127]
Εἰ καὶ σέ, Ξενοφῶν,
Κραναοῦ Κέκροπός τε πολῖται φεύγειν κατέγνων,
τοῦ φίλου χάριν Κύρου·
ἀλλὰ Κόρινθος ἔδεκτο φιλόξενος,
ᾗ σὺ φιληδῶν οὕτως ἀρέσκῃ·
κεῖθι καὶ μένειν ἔγνως.
[←128]
Εὗρον δ’ ἀλλαχόθι ἀκμάσαι αὐτὸν περὶ τὴν ἐνάτην καὶ ὀγδοηκοστὴν Ὀλυμπιάδα σὺν τοῖς ἄλλοις Σωκρατικοῖς, καὶ Ἴστρος φησὶν αὐτὸν φυγεῖν κατὰ ψήφισμα Εὐβούλου, καὶ κατελθεῖν κατὰ ψήφισμα τοῦ αὐτοῦ.
[←129]
Γεγόνασι δὲ Ξενοφῶντες ἑπτά. πρῶτος αὐτὸς οὗτος· δεύτερος Ἀθηναῖος, ἀδελφὸς Νικοστράτου τοῦ τὴν Θησηΐδα πεποιηκότος, γεγραφὼς ἄλλα τε καὶ βίον Ἐπαμεινώνδου καὶ Πελοπίδου· τρίτος ἰατρὸς Κῷος. Τέταρτος ἱστορίαν Ἀννιβαϊκὴν γεγραφώς· πέμπτος μυθώδη τερατείαν πεπραγματευμένος· ἕκτος Πάριος, ἀγαλματοποιός· ἕβδομος κωμῳδίας ἀρχαίας ποιητής.
[←130]
Themistii, Orationes, Περὶ τῆς ἀρχῆς (Λειψία 1832), 454.
[←131]
Οὐδὲ γὰρ Σωκράτης ἐκεῖνος ἐκ φιλοσοφίας κατέβη πρυτανεύσας Ἀθήνησιν· ἀντέσχε γὰρ τοῖς τριάκοντα· οὐδὲ ὁ πάγκαλος Ξενοφῶν στρατηγήσας τῶν μυρίων ἐκ φιλοσοφίας κατέβη· ἔσωσε γὰρ τοὺς Ἕλληνας ἐκ τῶν ἐσχάτων κινδύνων.
[←132]
Themistii, Orationes, Περὶ τῆς τοῦ βασιλέως φιληκοΐας (Λειψία 1832), 262.
[←133]
… οὐδὲν τοῦτοι καινουργοῦντες οὺδὲ εἰσάγοντες πρᾶγμα ἄηθες εἰς τὴν πολιτείαν, ἀλλὰ ζηλοῦντες τοὺς πάλαι Ῥωμαίους, ἐφ ’ ὧν Σκηπίωνες καὶ Βάρωνες καὶ Κάτωνες φιλοσοφοῦντες ἐπολιτεύοντο καὶ ἦρχον τὰς μεγίστας ἀρχὰς, καὶ Θρασίας καὶ Πρίσκος καὶ Βίβος καὶ Φαβώνιος ἀμοιβαδὸν ἀλλαττόμενοι τοὺς τρίβωνας καὶ τὰς τηβέννους, ὥσπερ Ξενοφῶν παρ ’ Ἕλλησι καὶ Σωκράτης, ὁ μὲν στρατηγῶν, ὁ δὲ πρυτανεύων.
[←134]
Themistii, Orationes, Εἰς Κωνστάντιον (Λειψία 1832), 32.
[←135]
Ἀγησίλαον δὲ οἶδα τὸν βασιλέα τῆς Σπάρτης ὅτι Ξενοφῶν ὁ Σωκράτους ὁμιλητὴς οὐκ ὤκνει ἐπαινεῖν καὶ ἀμείβεσθαι μακρῷ βιβλίῳ, ἐπειδὴ αὐτῷ νἐμεσθαι διεπράξατο χωρίον τι μεταξύ Ἤλιδος καὶ Ἀρκαδίας, οὐ πόρρω Σκιλλοῦντος, εν τῇ φυγῇ.
[←136]
Themistii, Orationes, Λόγος πρεσβευτικὸς ὑπὲρ Κωνσταντινουπόλεως ῥηθεὶς ἐν Ρώμῃ (Λειψία 1832), 55.
[←137]
… ἀλλ ’ ἀναβὰς ἐπὶ τὸ ὑψηλὸν τοῦτο βῆμα καὶ στὰς ἐν μέσῳ τῶν ἀνθρώπων ἀνακηρύττειν σε οὐκ ἀναίνεται μετὰ πλείονος τῆς παρρησίας ἤ Ξενοφῶν Ἀγησίλαον καὶ Ἀλέξανδρον Ἀριστοτέλης …
[←138]
Themistii, Orationes, Περὶ τοῦ μηδὲν τοῖς τόποις ἀλλὰ τοῖς ἀνδρᾶσι προσέχειν (Λειψία 1832), 405.
[←139]
Καίτοι Μῆδος μὲν ἵππος γαυρότερος τοῦ Σαυρομάτου, καὶ ἕτερον μὲν κάλλος Καστορίδων κυνῶν, ἕτερον δὲ Ἀλωπεκίδων, καὶ διακρινεῖ σοι καθ ’ ἕκαστον γένος τὴν εὐμορφίαν ὁ πάντα σοφὸς Ξενοφῶν …
[←140]
Ευνάπιος, Βίοι Φιλοσόφων καὶ Σοφιστῶν 1.
[←141]
Ξενοφῶν ὁ φιλόσοφος, ἀνὴρ μόνος ἐξ ἁπάντων φιλοσόφων ἐν λόγοις τε καὶ ἔργοις φιλοσοφίαν κοσμήσας (τὰ μὲν ἐς λόγους ἔστι τε ἐν γράμμασι καὶ ἠθικὴν ἀρετὴν γράφει, τὰ δὲ ἐν πράξεσί τε ἦν ἄριστος, ἀλλὰ καὶ ἐγέννα στρατηγοὺς τοῖς ὑποδείγμασιν· ὁ γοῦν μέγας Ἀλέξανδρος οὐκ ἂν ἐγένετο μέγας, εἰ μὴ Ξενοφῶν) καὶ τὰ πάρεργά φησι δεῖν τῶν σπουδαίων ἀνδρῶν ἀναγράφειν. ἐμοὶ δὲ οὐκ εἰς τὰ πάρεργα τῶν σπουδαίων ὁ λόγος φέρει τὴν γραφήν, ἀλλ’ εἰς τὰ ἔργα. εἰ γὰρ τὸ παίγνιον τῆς ἀρετῆς ἄξιον λόγου, ἀσεβοῖτο ἂν πάντως τὸ σπουδαζόμενον σιωπώμενον.
[←142]
Συνεσίου τού Κυρηναίου προς τον αυτοκράτορα Αρκάδιον, Περί βασιλείας, Patrologia Graeca τομ. 66, 1054—1108: 1088.
[←143]
οὐδὲ τοῦ χωλοῦ βασιλέως, ὅν ἐπαινεῖ Ξενοφῶν ἐν ὅλῳ τῷ συγγράμματι, κατεγέλων οὔτε οὕς ἦγεν, οὔτε δι’ ὧν ἦγεν, οὔτε ἐφ’ οὕς ἐπορεύετο, καίτοι κατέλυεν οὗτος ἑκάστης πόλεως ἐν τοῖς δημοσιωτάτοις χωρίοις, ἐν ᾧ πάντα ποιῶν καταφανέστατος ἦν, οἷς ἐπιμελὲς τὸν ἡγεμόνα τῆς Σπάρτης ὁρᾷν·
[←144]
ἀλλ’ οὗτος εἰς τὴν Ἀσίαν τε διαβὰς ὀλίγῳ στρατεύματι, τὸν προσκυνούμενον ἄνθρωπον ὑπὸ τῶν ἀκατονομάστων ἐθνῶν, ἐγγὺς ἦλθεν ἀποβιβάσαι τῆς ἀρχῆς· τοῦ μὲν γὰρ φρονήματος ἀπεβίβασε· καὶ ἐπειδὴ τῶν οἴκοι τελῶν καλούντων τὰς ἐν Ἀσίᾳ πράξεις ἀφῄρητο, νίκας Ἑλληνικὰς ἀνῃρεῖτο πολλάς, ὑπὸ μόνου τε τῶν ἀνθρώπων ἠττᾶτο μαχόμενος, ὑφ’ οὗ κρατηθῆναι μόνου τῶν ἁπάντων εἰκὸς Ἀγησίλαον, καὶ ὑπὲρ εὐτελείας ἀγωνιζόμενον.
[←145]
Συνεσίου τού Κυρηναίου προς Παιόνιον, Ὑπὲρ τοῦ Δώρου Ἀστρολαβίου Λόγος, Patrologia Graeca τομ. 66, 1578—1586: 1580.
[←146]
Καὶ Ξενοφῶν ἀπειρηκότας ὑπὸ τῶν συμφορῶν καὶ θανατῶντας ἤδη τοὺς μυρίους παραλαβών, ἀπ’ ἄκρας τῆς Περσῶν ἐπικρατείας κατήγαγε νικῶντας ἅπαν τὸ ὑφιστάμενον.
[←147]
Στέφανος Βυζάντιος, Ἐθνικά, B. G. Teubner (Λειψία 1839), 204.
[←148]
Μυρίανδρος: Πόλις Συρίας πρὸς τῇ Φοινίκῃ ( Ξενοφῶν ἐν πρώτῳ ἀναβάσεως ), τὸ κτητικὸν Μυριανδρικὸς κόλπος.
[←149]
Στο ίδιο, 158 και 201.
[←150]
Καρδοῦχοι: Ἔθνος Μηδίας, ὡς Ξενοφῶν ἐν ἀναβάσεως γ ’ ἐς Καρδούχους ἄγει· τούτους δὲ ἔφασαν οἰκεῖν ἀνὰ τὰ ὄρη καὶ πολεμικοὺς εἶναι καὶ βασιλέα οὐκ ἀκούειν. καὶ Σοφαίνετος ἐν Κύρου ἀναβάσει φησὶ περὶ αὐτῶν.
[←151]
Μίσπιλα, πόλις Μήδων. Ξενοφῶν τρίτῳ ἀναβάσεως. Τὸ ἐθνικὸν Μισπιλάτης.
[←152]
Στο ίδιο, 256.
[←153]
Σκυθηνοὶ. Ἔθνος οὐ πόρρω τῶν Μακρώνων, ὡς Ξενοφῶν ἐν ἀναβάσεως τετάρτῳ.
[←154]
Στο ίδιο, 107.
[←155]
Δρίλαι. Συνοικία τῆς Ποντικῆς, Τραπεζοῦντος οὐ πόρρω, ὡς Ξενοφῶν ἐν ἀναβάσεως πέμπτῳ.
[←156]
Στο ίδιο, 55.
[←157]
Ἀρμένη. Κώμη Παφλαγονίας, Μένιππος ἐν περίπλῳ, παρὰ δὲ Ξενοφῶντι ἐν ἀναβάσεως ς’ Ἀρμήνην διὰ τοῦ η. τὸ ἐθνικὸν τῆς Ἀρμένης Ἀρμεναῖος, ὡς τῆς Κασμένης Κασμεναῖος, τῆς δ’ Ἀρμήνης Ἀρμήνιος, ὡς Μεσσήνιος, Παλλήνιος.
[←158]
Στο ίδιο, 196.
[←159]
Μελινοφάγοι, ἔθνος Θρᾴκης. Ξενοφῶν ἐν ἀναβάσεως ἑβδόμῳ καὶ Θεόπομπος έν τῷ τεσσαρακοστῷ ἐννάτῳ.
[←160]
Προκόπιος, Περὶ τῶν τοῦ δεσπότου Ἰουστινιανοῦ κτισμάτων 1.1.
[←161]
Ἄριστον μὲν δὴ βασιλέα γεγονέναι Κῦρον τὸν Πέρσην φασίν, ὧν ἀκοῇ ἴσμεν τοῖς τε ὁμογενέσιν αἰτιώτατον τῆς βασιλείας. Εἰ δὲ τοιοῦτός τις ἦν ὁ Κῦρος ἐκεῖνος οἷος δὴ ὑπὸ Ξενοφῶντι τῷ Ἀθηναίῳ παιδεύεται, οὐκ ἔχω εἰδέναι. Τάχα γάρ που καὶ ἡ τοῦ γεγραφότος αὐτὰ δεξιότης κεκομψευμένῃ δυνάμει τοῦ λόγου ἐγκαλλώπισμα τῶν ἔργων γενέσθαι διαρκῶς ἴσχυσε.
[←162]
Ch. Pazdernik, “Xenophon’s Hellenica in Procopius’ Wars: Pharnabazus and Belisarius”, GRBS 46 (2006) 175–206.
[←163]
καὶ εἰ μὲν ἀλλάξασθαί σε ἔδει ἀντὶ δεσπότου βασιλέως ἡμᾶς δεσπότας, οὐκ ἂν ἔγωγέ σοι συνεβούλευον· νῦν δὲ ἔξεστί σοι μεθ᾽ ἡμῶν γενομένῳ μηδένα προσκυνοῦντα μηδὲ δεσπότην ἔχοντα ζῆν καρπούμενον τὰ σαυτοῦ. καίτοι ἐλεύθερον εἶναι ἐγὼ μὲν οἶμαι ἀντάξιον εἶναι τῶν πάντων χρημάτων. οὐδὲ μέντοι τοῦτό σε κελεύομεν, πένητα μέν, ἐλεύθερον δ᾽ εἶναι, ἀλλ᾽ ἡμῖν συμμάχοις χρώμενον αὔξειν μὴ τὴν βασιλέως ἀλλὰ τὴν σαυτοῦ ἀρχήν, τοὺς νῦν ὁμοδούλους σοι καταστρεφόμενον, ὥστε σοὺς ὑπηκόους εἶναι. καίτοι εἰ ἅμα ἐλεύθερός τ᾽ εἴης καὶ πλούσιος γένοιο, τίνος ἂν δέοις μὴ οὐχὶ πάμπαν εὐδαίμων εἶναι;
[←164]
τί ποτε ἄρα πεπονθώς, ὦ φίλε Γελίμερ, οὐ σαυτὸν μόνον, ἀλλὰ καὶ ξύμπαν τὸ σὸν γένος ἐς τὸ βάραθρον τοῦτο ἐμβέβληκας, ὅπως δηλαδὴ μὴ γένοιο δοῦλος ; πάντως γάρ σε καὶ νεανιεύεσθαι τοῦτο οἶμαι, καὶ τὴν ἐλευθερίαν προΐσχεσθαι, ὡς δὴ ἅπαντα ταύτης τὰ μοχθηρὰ ἀνταλλάσσεσθαι ἄξιον. εἶτα νῦν Μαυρουσίων τοῖς γε ἀτυχεστάτοις οὐκ οἴει δουλεύειν, ὃς τὴν ἐλπίδα τοῦ σώζεσθαι, ἢν τὰ κράτιστα φέρῃ, ἐπ αὐτοῖς ἔχεις ; καίτοι πῶς ἂν οὐχὶ τῷ παντὶ ἄμεινον εἴη δουλεύειν ἐν Ῥωμαίοις πτωχεύοντα ἤ τυραννεῖν ἐν Παπούᾳ τε καὶ Μαυρουσίοις ; πάντως δέ σοι καὶ τὸ ξυνδούλῳ Βελισαρίῳ εἶναι ὑπερβολή τις ὕβρεως φαίνεται. ἄπαγε, ὦ βέλτιστε Γελίμερ. ἢ οὐ καὶ ἡμεῖς ἐξ εὐπατριδῶν γεγονότες βασιλεῖ νῦν ὑπηρετεῖν αὐχοῦμεν ;
[←165]
A. Kaldellis, Procopius of Caesarea: Tyranny, History, and Philosophy at the End of Antiquity (Φιλαδέλφεια 2004), 246 σημ. 57, 247 σημ. 74. Βλέπε επίσης 251 σημ. 17–20, 260 σημ. 64, 263 σημ. 130, 265 σημ. 59.
[←166]
Ἀγαθίου Σχολαστικοῦ Ἱστοριῶν Τόμοι Ε ’, Corpus Scriptorum Historiae Byzantinae (Βόννη 1827), 2.21, σ. 110-111.
[←167]
ἔστι γὰρ ὁ παρασάγγης, ὡς μὲν Ἡροδότῳ δοκεῖ καὶ Ξενοφῶντι, τριάκοντα στάδια, ὡς δὲ νῦν Ἴβηρες καὶ Πέρσαι φασίν, ἐν ἑνὶ μόνῳ τῶν εἴκοσι πλείονα. Λαζοὶ δὲ οὕτω μὲν καὶ αὐτοὶ ὁμολογοῦσιν, οὐ μὴν δὲ τῷ ὀνόματι χρῶνται, άλλὰ ἀναπαύλας καλοῦσι, καί, οἶμαι, εἰκότως. οἱ γὰρ παρ ’ αὐτοῖς ἀχθοφόροι, ἕκαστον παρασάγγην περαιωθέντες, τά τε φορτία τίθενται, καὶ σφᾶς αὐτοὺς ἐλάχιστον ἀναπαύουσιν …
[←168]
Ἀγαθίου Σχολαστικοῦ Ἱστοριῶν Τόμοι Ε ’, Corpus Scriptorum Historiae Byzantinae (Βόννη 1827), 3.5, σ. 145-146.
[←169]
Μέγιστον γὰρ ἔθνος καὶ ἀγέρωχον οἱ Λαζοὶ καὶ μεγίστων ἄλλων κρατοῦσι, τῷ τε παλαιῷ τῶν Κόλχων ὀνόματι βρενθυόμενοι πέρα τοῦ μετρίου μεγαλαυχοῦσι, καὶ τάχα οὐ λίαν ἀλόγως. ἐν γὰρ τοῖς ἔθνεσι τοῖς ὅσα ὑφ ’ ἑτέραν βασιλείαν τετάχαται, οὐκ οἶδα ἔγωγε ἄλλο οὕτω κλεινόν που φῦλον καὶ εὐδαῖμον, πλούτου τε ὑπερβολῇ καὶ πλήθει κατηκόων, τόπων τε εὐκαιρίᾳ καὶ ἀφθονίᾳ τῶν ἐπιτηδείων, καὶ τῇ τῶν ἠθῶν εὐκοσμίᾳ τε καὶ δεξιότητι. καὶ τοίνυν οἱ μὲν πάλαι οἰκήτορες τῶν ἐκ τῆς θαλάσσης ἀγαθῶν ἀγνῶτες παντάπασιν ἐτύγχανον ὄντες, οἷς γε οὐδὲ ὄνομα νεὼς ἠκούετο, πρίν γε δὴ αὐτοῖς τὴν Ἀργὼ ἐκείνην ἐπιφοιτῆσαι. οἱ δὲ νῦν καὶ ναυτίλλονταί γε, οὕτω παρασχόν, καὶ τὰ τῆς ἐμπορίας κομίζονται κέρδη.
[←170]
Ιoannis Malalae, Chronographia, VII, Corpus Scriptorum Historiae Byzantinae (Bόννη 1831), 188.
[←171]
Ἐν δὲ τοῖς χρόνοις τοῦ αὐτοῦ Πλάτωνος ἦσαν καὶ ἄλλοι φιλόσοφοι Ἑλλήνων παιδευταί, Ξενοφῶν καὶ Αἰσχίνης καὶ Ἀριστοτέλης, οἵτινες πλάνην μετεμψυχώσεως παρεισήγαγον τοῖς ἀνθρώποις· καὶ τὴν μὲν Καλλίστην, θυγατέρα τοῦ Λυκάονος, μετεμψυχωθεῖσαν εἰς ἄρκον, τὴν δὲ Ἱππομένην, θυγατέρα τοῦ Μεγαρέως, εἰς λέοντα, τὴν δὲ Ἰώ, θυγατέρα τοῦ Ἰνάχου, εἰς δάμαλιν, καὶ τὴν Ἀταλάντην, θυγατέρα τοῦ Σχοινέως, εἰς ταῶνα, καὶ τὴν Φιλομήλαν, θυγατέρα Πανδίονος, εἰς χελιδόνα, καὶ τὴν Πρόκνην, τὴν ἀδελφὴν αὐτῆς, εἰς ἀηδόνα, καὶ τὴν Νιόβην, θυγατέρα τοῦ Ταντάλου, εἰς λίθον μετεμψυχωθῆναι. καὶ ἄλλα τοιαῦτά τινα ἐμυθολόγησαν αὐτοὶ καὶ οἱ μετ ’ αὐτούς.
[←172]
Chronikon Paschale, Corpus Scriptorum Historiae Byzantinae (Βόννη 1843), 316.
[←173]
« ργ ’ Ὀλυμπιὰς
λζ ’. … Πλάτων καὶ Ξενοφῶν καὶ ἄλλοι Σωκρατικοὶ ἐγνωρίζοντο.
λη ’. …
λθ ’. …
[←174]
ρδ ’ Ὀλυμπιὰς
μ ’. …
Ξενοφῶν ὁ Γρύλλου καὶ Κτησίας ἐγνωρίζοντο, καὶ Σωκράτης φιλόσοφος ἐν τῷ δεσμωτηρίῳ πιὼν τὸ κώνειον ἀπέθανεν, ζἠσας ἔτη ϟ ’.
μα ’. Περσῶν ἐβασίλευσεν Ἀρταξέρξης ὁ καὶ Ὦχος ἔτη κζ ’.»
[←175]
Θεοφάνης Ομολογητής , Χρονογραφία , Εισαγωγή : « Ὁ μὲν μακαριώτατος ἀββᾶς Γεώργιος , ὁ καὶ σύγκελλος γεγονὼς Ταρασίου , τοῦ ἁγιωτάτου πατριάρχου Κωνσταντινουπόλεως , ἐλλόγιμος ἀνὴρ καὶ πολυμαθέστατος ὑπάρχων πολλούς τε χρονογράφους καὶ ἱστοριογράφους ἀναγνοὺς καὶ ἀκριβῶς τούτους διερευνησάμενος , σύντομον χρονογραφίαν ἀπὸ Ἀδὰμ μέχρι Διοκλητιανοῦ , τοῦ βασιλέως Ῥωμαίων καὶ διώκτου τῶν Χριστιανῶν , ἀκριβῶς συνεγράψατο …»
[←176]
Γεώργιος Σύγγελος, Ἐκλογή Χρονογραφίας ἀπὸ Άδὰμ μέχρι Διοκλητιανοῦ, Corpus Scriptorum Historiae Byzantinae (Βόννη 1829), 484-85.
[←177]
Ἐπὶ τοῦ Ἀρταξέρξου τοῦ Μνήμονος Κῦρος ἀδελφὸς αὐτοῦ Δαρείου τοῦ Νόθου παῖς καὶ Παρυσάτιδος, οἰκῶν ἐν τῇ Ἀσίᾳ, ἐπιστρατεύει κατὰ τοῦ ἀδελφοῦ περὶ τῆς βασιλείας μετὰ πλήθους Ἑλληνικοῦ στρατοπέδου, συνόντος αὐτῷ Ξενοφῶντος ἱστορικοῦ τοῦ γράψαντος τὴν ἀνάβασιν αὐτοῦ. πολέμου δὲ συστάντος ὑπὲρ τὀν Τίγριν ποταμὸν σταδίοις τξ ’ κατὰ τὸν Ξενοφῶντα, πίπτει μὲν τρωθεὶς ὁ Κῦρος, κρατοῦσι δὲ τῶν Περσῶν Ἕλληνες. Ἀρταξέρξης δὲ μηδ ’ ὅπλοις κρατεῖν Ἑλλήνων ἰσχύων μηδ ’ ἀταράχως ἐπανελθεῖν πείθων παρασπονδήσας δόλῳ τοὺς στρατηγοὺς διὰ Τισσαφέρνους ἀνεῖλε. Ξενοφῶν δὲ τοὺς Ἕλληνας παραλαβὼν ἀπαχθεὶς εἰς Ἑλλάδα διέσωσε διὰ μαχίμων ἐθνῶν ἐπί τὸν Εὔξεινον Πόντον ἐπανελθών εἰς Βυζάντιον. κἀκεῖθεν ἐλθὼν εἰς Θράκην Σεύθῃ τῷ Θρακῶν βασιλεῖ παραδοὺς Λακεδαιμονίους συμμμαχήσοντας Θίβρωνι παρέπεμψε διαβιβάσας εἰς Πέργαμον ναυαρχοῦντι τῶν Λακεδαιμονίων.
[←178]
Cyri regis ascensus, de quo scribit Xenophon. J.-P. Migne (επιμ.) Patrologiae Latina, τόμος 27 (Παρίσι 1856) 161.
[←179]
Γεώργιος Σύγγελος, Ἐκλογή Χρονογραφίας ἀπὸ Άδὰμ μέχρι Διοκλητιανοῦ, Corpus Scriptorum Historiae Byzantinae (Βόννη 1829), 484-85.
[←180]
καὶ Κῦρος ἐπὶ τὸν ἀδελφὸν Ἀρταξέρξην ἀπὸ τῆς Ἑλλάδος ἀνελθὼν ἀναιρεῖται, ὡς ἱστορεῖ Ξενοφῶν τὴν ἀνάβασιν, ὃς ἡγήσατο τῶν µ υρίων ἐν τῇ καθόδῳ.
[←181]
Για πλήρη κατάλογο των περιεχομένων τής Βιβλιοθήκης τού Φωτίου, βλέπε Photii, Bibliotheca, επιμ. E. Bekker (Βερολίνο 1824).
[←182]
Photii, Bibliotheca, ό. π., 58, σελ. 17.
[←183]
Ἀνεγνώσθη Ἀρριανοῦ Παρθικὰ ἐν βιβλίοις ιζʹ. … Οὗτος ὁ Ἀρριανὸς φιλόσοφος μὲν ἦν τὴν ἐπιστήμην, εἷς τῶν ὁμιλητῶν Ἐπικτήτου, κατὰ δὲ τοὺς χρόνους Ἀδριανοῦ καὶ Ἀντωνίνου τοῦ Πίου καὶ Μάρκου τοῦ Ἀντωνίνου ἐγνωρίζετο. Ἐπωνόμαζον δὲ αὐτὸν Ξενοφῶντα νέον. Διὰ δὲ τὸ τῆς παιδείας ἐπίσημον ἄλλας τε πολιτικὰς ἀρχὰς ἐπιστεύθη, καὶ εἰς τὸ τῶν ὑπάτων ἀνέβη τέλος. Ἔγραψε δὲ βιβλία καὶ ἕτερα, τῶν μὲν Διατριβῶν Ἐπικτήτου τοῦ διδασκάλου ὅσα ἴσμεν βιβλία ὀκτώ, τῶν δὲ ὁμιλιῶν τοῦ αὐτοῦ Ἐπικτήτου βιβλία δώδεκα. Ἰσχνὸς δὲ τὴν φράσιν ἐστὶ καὶ μιμητὴς ὡς ἀληθῶς Ξενοφῶντος.
[←184]
Photii, Bibliotheca, ό. π., 72, σελ. 36.
[←185]
Ἀνεγνώσθη βιβλίον Κτησίου τοῦ Κνιδίου τὰ Περσικὰ ἐν βιβλίοις κγʹ. Ἀλλ ’ ἐν μὲν τοῖς πρώτοις ἕξ, τά τε Ἀσσύρια διαλαμβάνει καὶ ὅσα πρὸ τῶν Περσικῶν. Ἀπὸ μέντοι τοῦ ζʹ, τὰ Περσικὰ διεξέρχεται· καὶ ἐν μὲν τῷ ζʹ καὶ ηʹ καὶ ιʹ καὶ ιαʹ καὶ ιβʹ καὶ ιγʹ, διέξεσι τὰ περὶ Κύρου καὶ Καμβύσου καὶ τοῦ μάγου, Δαρείου τε καὶ τοῦ Ξέρξου, σχεδὸν ἐν ἅπασιν ἀντικείμενα Ἡροδότῳ ἱστορῶν, ἀλλὰ καὶ ψεύστην αὐτὸν ἀπελέγχων ἐν πολλοῖς καὶ λογοποιὸν ἀποκαλῶν· καὶ γὰρ νεώτερος μέν ἐστιν αὐτοῦ. Φησὶ δὲ αὑτὸν τῶν πλειόνων ἃ ἱστορεῖ αὐτόπτην γενόμενον, ἢ παρ ’ αὐτῶν Περσῶν, ἔνθα τὸ ὁρᾶν μὴ ἐνεχώρει, αὐτήκοον καταστάντα· οὕτω τὴν ἱστορίαν συγγράψαι. Οὐχ Ἡροδότῳ δὲ μόνῳ τἀναντία ἱστορεῖ, ἀλλὰ καὶ πρὸς Ξενοφῶντα τὸν Γρύλλου ἐπ ’ ἐνίων διαφωνεῖ. Ἤκμασε δὲ ἐν τοῖς χρόνοις Κύρου, τοῦ ἐκ Δαρείου καὶ Παρυσάτιδος, ὃς ἀδελφὸς Ἀρτοξέρξου, εἰς ὃν ἡ περσικὴ βασιλεία κατῆλθεν, ἐτύγχανεν.
[←186]
Photii, Bibliotheca, ό. π., 158, σελ. 100.
[←187]
Ἀνεγνώσθη Φρυνίχου Ἀραβίου σοφιστικῆς παρασκευῆς λόγοι λʹ. … Χρήσιμον δὲ δηλονότι τὸ βιβλίον τοῖς τε συγγράφειν καὶ ῥητορεύειν ἐθέλουσιν. Αὐτὸς δὲ διακρίνεσθαί φησι τὰς συνειλεγμένας αὐτῷ φωνὰς τοῦτον τὸν τρόπον· τὰς μὲν γὰρ αὐτῶν ῥήτορσιν ἀποδεδόσθαι, τὰς δὲ τοῖς συγγράφουσι, τὰς δὲ συνουσίαις ἐφαρμόζειν, ἐνίας δὲ καὶ εἰς τὰς σκωπτικὰς ὑπάγεσθαι λαλιάς, ἢ καὶ εἰς τοὺς ἐρωτικοὺς ἐκφέρεσθαι τρόπους. Εἰλικρινοῦς δὲ καὶ καθαροῦ καὶ ἀττικοῦ λόγου κανόνας καὶ σταθμὰς καὶ παράδειγμά φησιν ἄριστον Πλάτωνά τε καὶ Δημοσθένην μετὰ τοῦ ῥητορικοῦ τῶν ἐννέα χοροῦ, Θουκυδίδην τε καὶ Ξενοφῶντα καὶ Αἰσχίνην τὸν Λυσανίου τὸν Σωκρατικόν, Κριτίαν τε τὸν Καλλαίσχρου καὶ Ἀντισθένην μετὰ τῶν γνησίων αὐτοῦ δύο λόγων, τοῦ περὶ Κύρου καὶ τοῦ περὶ Ὀδυσσείας, τῶν μέντοι κωμῳδῶν Ἀριστοφάνην μετὰ τοῦ οἰκείου, ἐν οἷς ἀττικίζουσι, χοροῦ, καὶ τῶν τραγικῶν Αἰσχύλον τὸν μεγαλοφωνότατον καὶ Σοφοκλέα τὸν γλυκὺν καὶ τὸν πάνσοφον Εὐριπίδην.
[←188]
Φωτίου τού Πατριάρχου, Λέξεων Συναγωγή, A. J. Valpy (Λονδίνο 1822).
[←189]
Inmaculada Pérez Martín, “The Reception of Xenophon in Byzantium: The Macedonian Period”, GRBS 53 (2013) 812–855.
[←190]
Photii, Bibliotheca, ό. π., σελ. 1.
[←191]
οὐ χαλεπὸν ὂν καὶ εἴ τις ἕλοιτο ἰδίᾳ μὲν τούτων ὅσα τῆς ἱστορίας ἐστίν, ἰδίᾳ δὲ ὅσα πρὸς ἄλλον καὶ ἄλλον σκοπὸν ἀναφ…
[←192]
Photii, Bibliotheca, ό. π., σελ. 372.
[←193]
ὅ τε Ξενοφῶν ἐστρατεύετο· καὶ γὰρ καὶ δόρυ µετὰ Σωκράτην Ξενοφῶν ἤνεγκε.
[←194]
Photii, Bibliotheca, ό. π., σελ. 486.
[←195]
γεγόνασι δὲ αὐτοῦ ἀκροαταὶ καὶ Ξενοφῶν ὁ Γρύλλου καὶ Θεόποµπος ὁ Χῖος καὶ Ἔφορος ὁ Κυµαῖος, οἷς καὶ ταῖς ἱστορικαῖς συγγραφαῖς προὐτρέψατο χρήσασθαι, πρὸς τὴν ἑκάστου φύσιν ἀναλόγως καὶ τὰς ὑποθέσεις τῆς ἱστορίας αὐτοῖς διανειµάµενος.
[←196]
Photii, Bibliotheca, ό. π., σελ. 121.
[←197]
ἀλλὰ Θεόπομπος μὲν ταῦτα. Φασὶ δὲ αὐτόν τε καὶ Ἔφορον Ἰσοκράτους γενέσθαι μαθητάς. ∆ ῆλον δὲ τοῦτο ποιοῦσι καὶ οἱ λόγοι· πολὺ γὰρ ἐν τοῖς Θεοπόμπου ἡ κατὰ μίμησιν ἰδέα τῶν παρ ’ Ἰσοκράτει, εἰ καὶ λείπεται τῆς κατὰ τὴν ἐργασίαν ἀκριβείας. Καὶ τὰς ἱστορικὰς δὲ ὑποθέσεις τὸν διδάσκαλον αὐτοῖς προβαλεῖν, τὰς μὲν ἄνω τῶν χρόνων Ἐφόρῳ, Θεοπόμπῳ δὲ τὰς μετὰ Θουκυδίδην Ἑλληνικάς, πρὸς τὴν ἑκατέρου φύσιν καὶ τὸ ἔργον ἁρμοσάμενον.
[←198]
Ο Βίος Βασιλείου, η ανώνυμη βιογραφία που αποτελεί το δεύτερο έργο τής συλλογής που είναι γνωστή ως Συνεχιστές Θεοφάνη (Theophanes Continuatus), ίσως είχε γραφτεί γύρω στο 950 από τον εγγονό τού Βασίλειου Α’, τον αυτοκράτορα Κωνσταντίνο Ζ’ Πορφυρογέννητο, ή ίσως από τον Θεόδωρο Δαφνοπάτη.
[←199]
Imm. Bekker (επιμ.), Theophanes Continuatus, Ioannes Cameniata, Symeon Magister, Georgius Monachus, Corpus Scriptorum Historiae Byzantinae (Βόννη 1838), 314.
[←200]
ἐπιμελῶς ἠκροᾶτο ἱστορικῶν τε διηγημάτων καὶ πολιτικῶν παραγγελμάτων καὶ ἠθικῶν παιδευμάτων καὶ πατρικῶν τε καὶ πνευματικῶν νουθετημάτων καὶ εἰσηγήσεων, … στρατηγῶν τε καὶ αὐτοκρατόρων ἀνδρῶν ἤθη καὶ βίους καὶ. μεταχειρίσεις πραγμάτων καὶ πολεμικοὺς ἀγῶνας διηρευνᾶτο …
[←201]
Imm. Bekker ( επιμ .), Theophanes Continuatus κλπ ., CSHB ( Βόννη 1838), 276-277: ὅθεν κἀν τοῖς βασιλείοις διατριβὴν αὐτῷ δοὺς , τῶν οίκείων παίδων ἀπέδειξεν παιδευτὴν καὶ διδάσκαλον .
[←202]
A. Mαρκόπουλος, Ἀποσημειώσεις στον Λέοντα ΣΤ’ τον Σοφό, στο L. Bratzioti (επιμ.), Θυμίαμα στη μνήμη τής Λασκαρίνας Μπούρα (Αθήνα 1994) 193-201: 195.
[←203]
οὐδέν τι τερπνὸν ὡς παλαιός τις λόγος
µάλιστα µεστὸς Ἀττικῆς εὐγλωττίας
ἔχων τε λαµπρὰν τὴν ἀλήθειαν πλέον
καὶ ζωγραφοῦσαν τοῦ βίου τὰ πράγµατα
σοφοὺς διδάσκει καὶ σοφωτέρους ἔτι
ἐν τῷ βίῳ τίθησιν εἰς τὰ πρακτέα·
δίδωσιν ἀνδρείαν τε καὶ προθυµίαν
καὶ προξενεῖ φρόνησιν ἀτρεκεστάτην·
γέροντα ποιεῖ τὸν νεώτερον χρόνῳ
ἐκ τῆς παλαιᾶς γνώσεως τῶν πραγµάτων.
λέγε Ξενοφῶν τῷ λόγῳ συνηγόρει.
σκοπὸς γάρ ἐστι τῶν λόγων ὁ δεσπότης
Λέων, τὸ φαιδρὸν ἀγλάϊσµα τοῦ κράτους,
ὃς ἐξερευνῶν συγγραφὰς παλαιτάτας
τρυγῶν τ’ ἐκεῖθεν κοσµικὴν ἐµπειρίαν
ὀφθαλµός ἐστι τῆς ὅλης οἰκουµένης.
τίς γὰρ θεωρῶν ἔνθα Κῦρον τὸν νέον
τὸν µυρίαν τάξαντα κείνην ἀσπίδα
καὶ χεῖρας ὁπλίσαντα πρὸς πρῶτον Κῦρον
οὐκ εὐθὺς ἔγνω πῆµα τὴν φιλαρχίαν;
θυµὸν γὰρ αὐτὸς ἐµπνέων καὶ πικρίαν
σφύζων τε πολλὰ καὶ διᾴττων ἀσκόπως
ὁρµαῖς ἀτάκτοις συµπλακεὶς ἀνῃρέθη.
δοκεῖ δέ µοι Κλέαρχος ὁ κλεινὸς Λάκων
σφῆλαι τὰ πάντα συσχεθεὶς ἀτολµίᾳ
Κύρου σοφὸν βούλευµα φαυλίσας τότε.
[←204]
Πλούταρχος, Ἀρταξέρξης, 8.5.
[←205]
ὅτι γὰρ οὐδεὶς ἂν ὑπέμεινε τῶν τεταγμένων περὶ βασιλέα τοὺς Ἕλληνας ἐμπεσόντας, ὠσθέντων δ᾽ ἐκείνων καὶ βασιλέως φυγόντος ἢ πεσόντος ὑπῆρχε Κύρῳ νικῶντι σῴζεσθαι καὶ βασιλεύειν, ἐκ τῶν πεπραγμένων δῆλόν ἐστι. διὸ τὴν Κλεάρχου μᾶλλον εὐλάβειαν ἢ τὸ τὸν Κύρου θράσος αἰτιατέον ὡς τὰ πράγματα καὶ Κῦρον ἀπολέσασαν.
[←206]
Κωνσταντίνος Ζ’ Πορφυρογέννητος, Περὶ τῶν θεμάτων τῶν ἀνηκόντων τῇ βασιλείᾳ τῶν Ῥωμαίων. Constantinus Porfirogenitus, Volumen III, Corpus Scriptorum Historiae Byzantinae, επιμ. E. Bekker (Βόννη 1811) 30.
[←207]
Ὄγδοον θέμα τὸ καλούμενον Χαλδία. Τὸ δὲ καλούμενον θέμα Χαλδία καὶ ἡ μητρόπολις λεγομένη Τραπεζοῦς Ἑλλήνων εἰσὶν ἀποικίαι, καθὼς καὶ Ξενοφῶν ἐν τῇ Ἀναβάσει Κύρου λέγει· τὰ δὲ ἄνω καὶ μεσόγαια τῆς μικρᾶς Ἀρμενίας εἰσὶ προοίμια.
[←208]
Κωνσταντίνος Ζ’ Πορφυρογέννητος, Περὶ τῶν θεμάτων τῶν ἀνηκόντων τῇ βασιλείᾳ τῶν Ῥωμαίων, 42.
[←209]
Ἡ γὰρ τῶν Ἑλλήνων γλῶττα εἰς πέντε διαλέκτους διῄρηται· πρώτην μὲν τὴν τῆς Ἀτθίδος, δευτέραν τὴν Ἰώνων, τρίτην δὲ τὴν Αἰολέων, τετάρτην δὲ τὴν Δωριέων, πέμπτην δὲ τὴν κοινὴν ᾗ πάντες χρώμεθα.
[←210]
Κωνσταντίνος Ζ’ Πορφυρογέννητος, Περὶ γνωμῶν. Excerpta historica iussu Imp. Constantini Porphyrogeniti confecta, IV, Excerpta de Sententiis, επιμ. U. P. Boissevain, Weidmann (Βερολίνο 1906).
[←211]
… εἰ δὲ ὑπὲρ Κύρου τοῦ Καμβύσου λέγεται πρῶτον προσκυνηθῆναι ἀνθρώπων Κῦρον καὶ ἐπὶ τῷδε ἐμμεῖναι Πέρσαις τε καὶ Μήδοις τήνδε τὴν ταπεινότητα, χρὴ ἐνθυμεῖσθαι ὅτι τὸν Κῦρον ἐκεῖνον Σκύθαι ἐσωφρόνισαν, πένητες ἄνδρες καὶ αὐτόνομοι, καὶ Δαρεῖον ἄλλοι αὖ Σκύθαι, καὶ Ξέρξην Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι, καὶ Ἀρταξέρξην Κλέαρχος καὶ Ξενοφῶν καὶ οἱ ξὺν τούτοις μύριοι, καὶ Δαρεῖον τοῦτον Ἀλέξανδρος μὴ προσκυνούμενος.
[←212]
Κωνσταντίνος Ζ’ Πορφυρογέννητος, Περὶ ἀρετῆς καὶ κακίας. Excerpta historica iussu Imp. Constantini Porphyrogeniti confecta, ΙΙ, Excerpta de Virtutibus et Vitiis, pars I, επιμ. T. Büttner-Wobst, Weidmann (Βερολίνο 1906).
[←213]
« Ἐκ τῆς ἱστορίας Ξενοφῶντος· Κύρου παιδείας. θʹ περὶ ἀρετῆς καὶ κακίας. Ἡμεῖς μὲν δὴ ὡς ἄξιον ὄντα θαυμάζεσθαι τοῦτον τὸν ἄνδρα ἐσκεψάμεθα, τίς ποτ ’ ὢν γένναν καὶ ποίαν τινὰ φύσιν ἔχων καὶ ποίᾳ ποτὲ παιδευθεὶς παιδείᾳ τοσοῦτον διήνεγκεν εἰς τὸ ἄρχειν ἀνθρώπων. ὅσα οὖν καὶ ἐπυθόμεθα καὶ ᾐσθῆσθαι δοκοῦμεν περὶ αὐτοῦ, ταῦτα πειρασόμεθα διηγήσασθαι.»
[←214]
Tώρα στο Μιλάνο, τo Ambros. B 119 sup.
[←215]
A. Németh, Imperial Systematization of the Past. Emperor Constantine VII and his Historical Excerpts (Bουδαπέστη 2010).
[←216]
Alphonse Dain, Sylloge Tacticorum, quae olim ‘Inedita Leonis Tactica’ Dicebatur (Παρίσι 1938) 3.3, σελ. 27.
[←217]
ὁ παρασάγγης περσικόν ἐστι µέτρον· οὐ παρὰ πᾶσι δὲ τὸ αὐτὸ δέχεται µέτρον, ἀλλὰ παρὰ µὲν τοῖς πλείστοις τεσσαρακονταστάδιός ἐστι, παρὰ δὲ Ξενοφῶντι τριακονταστάδιος, παρ’ ἄλλοις δὲ καὶ ἑξηκονταστάδιος, καὶ ἔτι πολλῷ πλέον ἐν ἄλλοις, καθ’ ἅ φησι Στράβων, προφέρων µάρτυρα τοῦ λόγου τὸν πολυµαθῆ Ποσειδώνιον.
[←218]
Θεοδόσιος Διάκονος, Ἅλωσις Κρήτης πονηθεῖσα παρὰ Θεοδοσίου διακόνου ταπεινοῦ τῷ φιλανθρώπῳ καὶ κραταιῷ βασιλεῖ Ρωμανῷ (De Creta capta), Teubner (Λειψία 1979).
[←219]
Δημόσθενες, Φίλιππος οὐκ “ἔχει κράτος”,
Πλούταρχε, Καῖσαρ “οὐκ ἔχει παρρησίαν”,
Δίων, ὁ Σύλλας “εἰς μάτην” δημοκράτωρ.
ἄφες, Ξενοφῶν, τοὺς ἀνικήτους γράφειν,
τὸν Ῥωμανὸν θαύμαζε καὶ μόνον γράφε…
[←220]
Από το ποίημα «Εἰς ἑαυτοῦ πατέρα», Cramer, Anecdota Oxoniensia (Οξφόρδη 1841), 280.15.
[←221]
Marc De Groote, “Joannes Geometres’ Metaphrasis of the Odes: Critical Edition”, GRBS 44 (2004), 375-410.
[←222]
Joannis Geometrae, Carmina Varia, J. P. Migne, Patrologiae Graecae, τόμος CVI (Παρίσι 1863), 959-960.
[←2232]
ρκζ ’. Εἰς τὸν Ξενοφῶντα.
Ξενοφῶντος ἡ γλῶσσα
πρῶτα ῥητόρων,
Ψυχὴ δὲ καὶ νοῦς
πρῶτα τῶν φιλοσόφων.
[←224]
Michaelis Pselli poemata, Poema 7: Rhetorica, Τοῦ αὐτοῦ σύνοψις τῆς ῥητορικῆς διὰ στίχων ὁμοίων πρὸς τὸν αὐτὸν βασιλέα (Μιχαὴλ τὸν Δούκαν), στίχοι 312-314, επιμ. L. G. Westerink, Bibliotheca Scriptorum Graecorum et Romanorum Teubneriana (Λειψία 1992), σελ. 114.
[←225]
… Παρήχησις κάλλος ἐστὶν ὁμοίων ὀνομάτων
ταὐτὸν ἠχούντων, δέσποτα, ἐν διαφόρῳ γνώμῃ,
ὡς εἴρηκεν ὁ Ξενοφῶν τὸ «πείθει τὸν Πειθίαν».
[←226]
Ξενοφών, Ἑλληνικά 7.1.41.
[←227]
αὖθις δ᾽ Ἐπαμεινώνδας, βουληθεὶς τοὺς Ἀχαιοὺς προσαγαγέσθαι, ὅπως μᾶλλον σφίσι καὶ οἱ Ἀρκάδες καὶ οἱ ἄλλοι σύμμαχοι προσέχοιεν τὸν νοῦν, ἔγνω ἐκστρατευτέον εἶναι ἐπὶ τὴν Ἀχαΐαν. Πεισίαν οὖν τὸν Ἀργεῖον στρατηγοῦντα ἐν τῷ Ἄργει πείθει προκαταλαβεῖν τὸ Ὄνειον.
[←228]
Michaelis Pselli poemata, Poema 6: Grammatica, Τοῦ αὐτοῦ Ψελλοῦ Σύνοψις διὰ στίχων σαφῶν καὶ πολιτικῶν περὶ πασῶν τῶν ἐπιστημῶν γενομένη πρὸς τὸν εὐσεβέστατον βασιλέα κῦριν Μιχαὴλ τὸν Δούκαν ἐκ προστάξεως τοῦ πατρὸς αὐτοῦ καὶ βασιλέως, ὥστε διὰ τῆς εὐκολίας καὶ ἡδύτητος ἐνεχθῆναι τοῦτον εἰς τὴν μάθησιν τῶν ἐπιστημῶν, στίχοι 189-193, επιμ. L. G. Westerink, Bibliotheca Scriptorum Graecorum et Romanorum Teubneriana (Λειψία 1992), σελ. 88.
[←229]
Πέμπτον δὲ μέρος, δέσποτα, γραμματικῆς τυγχάνει
ἐκλογισμῶν άκρίβεια τῶν τῆς ἀναλογίας,
τουτέστι παραθέσεως πρὸς ὅμοιον ὁμοίου.
Τὸ Δημοφῶν γάρ, δέσποτα, καὶ Ξενοφῶν κατ’ ίσον,
ὁμοίου τις παράθεσις κατά ἀναλογίαν.
[←230]
Imm. Bekker (επιμ.), Suidae Lexicon (Βερολίνο 1854), 752.
[←231]
Ξενοφῶν, Γρύλου, Ἀθηναῖος, φιλόσοφος Σωκρατικός: ὃς πρῶτος ἔγραψε βίους φιλοσόφων καὶ ἀπομνημονεύματα. παῖδας ἔσχεν ἀπὸ Φιλησίας Γρύλλον καὶ Διόδωρον, οἳ καὶ Διόσκουροι ἐκαλοῦντο· αὐτὸς δὲ Ἀττικὴ μέλιττα ἐπωνομάζετο. γέγονε δὲ συμφοιτητὴς Πλάτωνος καὶ ἤκμαζε κατὰ τὴν ρε’ ὀλυμπιάδα. ἔγραψε βιβλία πλείονα τῶν μ’, ὧν καὶ ταῦτα: Κύρου παιδείας βιβλία η’, Κύρου Ἀναβάσεως βιβλία ζ’, Ἑλληνικῶν βιβλία ζ’, Συμπόσιον· καὶ ἄλλα πολλά.
Σημειώσεις Κεφαλαίου 2 (συνέχεια)
[←232]
Imm. Bekker (επιμ.), Suidae Lexicon (Βερολίνο 1854), 752-753.
[←233]
Ξενοφῶν, Σωκράτους µαθητής, ἐστρατεύσατο ἐπὶ Πέρσας Κύρῳ συνανελθὼν ἐπὶ τὸν ἀδελφὸν Ἀρταξέρξην. ὁ Κῦρος δὲ ἦν µετὰ Τισσαφέρνην ὕπαρχος ὑπὸ Δαρείου τοῦ πατρὸς τῶν ἐν τῇ Ἀσίᾳ καταστάς. µετὰ δὲ τὸν Δαρείου θάνατον Κῦρον Ἀρταξέρξης διαβληθέντα ὑπὸ Τισσαφέρνους ἀναιρεῖν µέλλων ἀφῆκε, Παρυσάτιδος τῆς µητρὸς παραιτησαµένης αὐτὸν καὶ τὴν στρατιὰν αὐτῷ φυλαξάσης. ὁ δὲ ὡς Τισσαφέρνει πολεµῶν ἤθροισε δύναµιν καὶ ἐπὶ τὸν ἀδελφὸν ἔγνω στρατεύειν. υʹ δὲ κατέλιπον τὸν Κῦρον καὶ ἔφυγον ἐκ τῶν συστρατευσάντων ὁπλῖται καὶ πελτασταὶ ͵γφʹ. Ξενοφῶν δὲ συνανέβη. δέκα οὖν βαρβάρων µυριάδας συναθροίσας ὡς ἐπὶ Πισίδας δῆθεν ἐπορεύετο. ὡς δὲ τὰ ἔθνη διῆλθεν, ἐφ’ ἃ στρατεύειν προεφασίζετο, συνέντες οἱ Ἕλληνες ἐπὶ βασιλέα εἶναι τὴν στρατείαν ὤκνουν τὴν ἀνάβασιν. Κλεάρχου δὲ εἰπόντος τὴν ὑποστροφὴν ἄπορον εἶναι, Κύρου µὴ συναιροµένου, συνῄεσαν. Κῦρος δὲ γυµνῇ τῇ κεφαλῇ πρὸς Τισσαφέρνην µαχόµενος, καίτοι Κλεάρχου ἀπαγορεύοντος αὐτῷ µὴ πολεµεῖν, ἀπέθανεν. οἱ δὲ Ἕλληνες ὑπὸ Κλεάρχῳ τεταγµένοι Ἀριαῖον προεβάλλοντο βασιλέα ἑαυτῶν, ὁ δὲ παρῃτήσατο. βασιλεὺς δὲ τὴν τοῦ Κύρου κεφαλὴν καὶ τὴν χεῖρα ἀποκόψας τοῖς Ἕλλησιν ἔπεµπε, ζητῶν τὰ ὅπλα ὡς παρὰ νενικηµένων· οἱ δὲ οὐκ ἔδοσαν. δόλῳ δὲ Τισσαφέρνης παραβὰς τοὺς ὅρκους προδίδωσι βασιλεῖ τοὺς Ἕλληνας καὶ Κλέαρχον καὶ Μένωνα, οὓς ἀναιρεῖ. καὶ Ξενοφῶν αὐτῶν στρατηγεῖ καὶ πάντας νικᾷ. ἐλθόντες δὲ εἰς Θρᾴκην ἐµίσθωσαν ἑαυτοὺς Σεύθῃ τῷ βασιλεῖ µύριοι διασωθέντες.
[←234]
Η Σούδα υπάρχει τώρα και στο διαδίκτυο στη διεύθυνση http://www.stoa.org/sol/.
[←235]
William Miller, Essays on the Latin Orient (Κέιμπριτζ 1921), 538.
[←236]
Encyclopaedia Britannica, έκδοση 1991, II, 59.
[←237]
Ἰωάννης Ζωναρᾶς, Ἐπιτομὴ Ἱστοριῶν, τόμος 1, Corpus Scriptorum Historiae Byzantinae, Weber (Βόννη 1841), 261.
[←238]
… Βασιλεῖαι καθ ’ ἑαυτὰς ἦσαν ἡ τῶν Μήδων καὶ ἡ τῶν Περσῶν· καὶ τῆς μὲν ἦρχεν ὁ Ἀστυάγης, ὁ Καμβύσης δὲ τῆς Περσῶν. συνῴκει δ ’ οὗτος τῇ Ἀστυάγους θυγατρὶ καλουμένῃ Μανδάνῃ, ἥτις παῖδα τῷ Καμβύσῃ τὸν Κῦρον ἐγείνατο· ὅς τοῖς τῶν Περσῶν νόμοις τραφεὶς ἀνδρειότατός τε καὶ σωφρονέστατος, νουνεχής τε καὶ δικαιότατος γέγονε. τὰ δὲ νόμιμα τῶν Περσῶν τοιάδε ἦσαν, ὡς Ξενοφῶν συνεγράψατο.
[←239]
… Ὁ μὲν οὖν Ξενοφῶν τὰ περὶ τοῦ Κύρου ἱστορῶν τὸ ὄνομα τοῦ ἁλόντος βασιλέως τῶν Ἀσσυρίων οὐ λέγει, ὁ δὲ Ἰώσηπος ἐν τῷ δεκάτῳ λόγῳ τῆς Ἀρχαιολογίας τὸν Βαλτάσαρ τοῦτον εἶναι ἱστορεῖ, ᾧ καὶ ἡ χεὶρ ἐφάνη ἐκ τοῦ τείχους προϊοῦσα καὶ γράφουσα τὰ ἤδη προγραφέντα γράμματα, ὧν τὴν δήλωσιν ἡρμήνευσεν ὁ Δανιήλ.
[←240]
… Ταῦτα μὲν οὖν τῷ Ξενοφῶντι περὶ Κύρου ἱστόρηται· ὁ δ ’ ̔ Ἀλικαρνασσεὺς Ἡρόδοτος ἄλλα περὶ τῆς Κύρου φησὶν ἀγωγῆς τε καὶ τελευτῆς καὶ τῆς λοιπῆς βιοτῆς, ἅ μακρὸν ἄν εἴη διηγεῖσθαι.
[←241]
… Τῷ Καμβύσῃ ἦν ἀδελφός, κατὰ μὲν τὸν Ξενοφῶντα Ταναοξάρης, κατὰ δὲ τὸν Ἡρόδοτον Σμέρδης ὀνομαζόμενος.
[←242]
Iohannis Zonarae, Lexicon (Λειψία 1808).
[←243]
Smith, Dictionary: 756-57.
[←244]
Ioannis Cinnami, Epitome rerum ab Ioanne et Alexio Comnenis gestarum, CSHB (Βόννη 1836), 4-5.
[←245]
Οὐδὲ τὸ τῆς ἱστορίας ἔργον ἀφιλότιμον τοῖς πάλαι ἐνομίσθη σοφοῖς. πλείστους μὲν οὖν αὐτῶν καὶ ἐντεῦθεν εὐδοκιμηκέναι ξυνέβη. ὁ μὲν γὰρ τὰ Ἑλλήνων εἰς ἱστορίαν ἔλαβεν ἔργα, ὁ δὲ Κύρου διεξῆλθεν ἀγωγήν τε τὴν ἐκ παίδων καὶ πράξεις, ὅσαι εἰς ἄνδρας ἥκοντι τούτῳ ἐξεπονήθησαν· καὶ καθάπερ ὁπόσα τῷ χρόνῳ φανέντα εἰσαῦθις ἐπικρυβήσεσθαι κίνδυνον εἶχον, ταῦτα ἐκεῖνοι καθάπερ ἐν ἀθανάτοις στήλαις ταῖς βίβλοις ἐντυπωσάμενοι τῷ ἑξῆς παρέδοσαν βίῳ. τὸ μὲν δὴ ἔργον τοιοῦτον.
[←246]
Εὐσταθίου Θεσσαλονίκης συγγραφὴ τῆς κατ’ αὐτὴν ἁλώσεως, CSHB (Βόννη 1842), 365-512.
[←247]
Eustathii commentarii ad Homeri Iliadem (Λειψία 1827-30, επανέκδοση από Cambridge University Press, 2010), τόμος Ι, σχόλια στη Ραψωδία Β’, στίχοι 360-367, σελ. 193.
[←248]
…Ἐνταῦθα δὲ γράφουσιν οἱ παλαιοὶ καὶ ὅτι τὸ μὲν γινώσκειν ἀλλήλους αἰσχύνεσθαι ποιεῖ· οἱ δὲ ἀγνοοῦντες ῥαδιουργοῦσιν ὥς περ ἐν σκότει ὄντες. ποιεῖ δὲ ἀκριβῆ γνωριμότητα οὐ μόνον τὸ ὁμοῦ τὰ πλείω εἶναι, ὅ περ ἐπαινεῖ ὁ καλὸς Ξενοφῶν, ἀξιῶν δεῖν εἶναι ξυσκηνοῦν τοὺς στρατιώτας, ἀλλὰ μάλιστα τὸ καὶ πατριώτας καὶ ὁμοφύλους ὑπάρχειν τοὺς συσκηνοῦντας, ὅ περ ὁ Ὀμηρικὸς Νέστωρ οἶδε φιλεῖν, παραδιδοὺς αὐτὸ καὶ τοῖς εἰσέπειτα.
[←249]
Στο ίδιο, τόμος ΙΙΙ, σχόλια στη Ραψωδία Ν’, στίχοι 126-132, σελ. 140.
[←250]
…Φάλαγξ δὲ οὐ μόνον στρατιωτικὸν σύστημα, ὅ περ καὶ μὀνον τῆς λέξεως ταύτης οἶδε σημαινόμενο ὁ ποιητὴς, ἀλλὰ καὶ ὁ ἀράχνης παρὰ τοῖς ὕστερον, οὐ μόνον ὁ μείζων, αλλὰ καὶ ὁ ὑποκοριζόμενος εἰς φαλάγγιον, ὡς δηλοῖ καὶ Ξενοφῶν ἐν τοῖς ὑπομνημονεύμασι.
[←251]
Στο ίδιο, τόμος ΙV, σχόλια στη Ραψωδία Σ’, στίχοι 496-497, σελ. 90.
[←252]
…Ξενοφῶν δὲ ἱστορεῖ γιγγραΐνους αὐλοὺς σπιθαμιαίους παρὰ Φοίνιξιν ὀξὺ καὶ γοερὸν φθεγγομένους, οἷς καὶ Κᾶρες ἐχρῶντο. ἡ δὲ χρῆσις τοῖς γίγγροις ἐκ τῶν περὶ Ἄδωνιν θρήνων, ὅν Γίγγρην ἐκάλουν οἱ Φοίνικες.
[←253]
Eustathii commentarii ad Homeri Odysseam (Λειψία 1825), τόμος Ι, σχόλια στη Ραψωδία Β’, στίχοι 275-290, σελ. 97.
[←254]
…τὸ γοῦν οἴνου φοινικίνου βίκος τις ὑπανεῴγνυτο, οὐ πάνυ βραχὺ ἀγγεῖον τὸν βίκον εἶναι δηλοῖ. ὁ δὲ παρὰ Ξενοφῶντι ἐν ἀναβάσει καί τισιν ἄλλοις, δόξει ἂν ἴσος λαγύνῳ εἶναι. Ὅρα δὲ ἐν τῷ, οἴνου φοινικίνου, ὅτι καὶ φοινίκων ἀπεθλίβετο οἶνος. οὕτω δὲ καὶ λωτοῦ.
[←255]
Στο ίδιο, τόμος Ι, σχόλια στη Ραψωδία Θ’, στίχοι 263-267, σελ. 296.
[←256]
…ἔστι δέ φασιν ἡ τοιαύτη ὄρχησις μίμησις τῶν ὑπὸ τῆς λέξεως ἑρμηνευομένων πραγμάτων, ἣν παρίστησι Ξενοφῶν ἐν τῇ Ἀναβάσει, ὀρχήσεις ἱστορῶν σὺν ὅπλοις καὶ ἅλματα ὑψηλὰ καὶ κοῦφα καὶ μετὰ μαχαιρῶν…
[←257]
Aubrey Diller, The textual tradition of Strabo’s Geography, με παράρτημα The Manuscripts of Eustathius’ commentary on Dionysius Periegetes (1903, ανατύπ. Άμστερνταμ 1975).
[←258]
… ἰστέον δὲ ὅτι ὁ Ξενοφῶν ἱστορεῖ καὶ τῆς Θρᾴκης τόπον εἶναί τινα Δέλτα καλούμενον.
[←259]
… Καὶ Ξενοφῶν δὲ οἶδεν Ἀσιανήν τινα Θρᾴκην ἀρξαμένην ἀπὸ τοῦ στόματος τοῦ Πόντου μέχρι Ἡρακλείας, ἐπὶ δεξιᾷ εἰσπλέοντι.
[←260]
… Ξενοφῶν δὲ στέατι δελφίνων χρᾶσθαι τοὺς Μοσυνοίκους ἱστορεῖ, ὡς οἱ Ἕλληνες τῷ ἐλαίῳ, καὶ κάρυα πολλὰ ἔχειν τὰ πλατέα οὐκ ἔχοντα διαφυὴν, ἥτοι σχισμὴν, οὐδεμίαν.
[←261]
… Ξενοφῶν δὲ ὀλίγους τε αὐτοὺς εἶναι λέγει ( τοὺς Χάλυβας ), καὶ τῶν Μοσυνοίκων ὑπηκόους, καὶ τὸν βίον αὐτῶν τοῖς πλείστοις ἀπὸ σιδηρείας εἶναι.
[←262]
… Ξενοφῶν δὲ ἱστορήσας καὶ αὐτὸς τοὺς Σινωπεῖς οἰκεῖν μὲν ἐν τῇ Παφλαγονικῇ, Μιλησίων δὲ ἀποίκους εἶναι, φησὶ καὶ ὅτι Κοτυωρῖται καὶ Κερασούντιοι καὶ Τραπεζούντιοι δασμὸν ἔφερον τοῖς Σινωπεῦσι· λέγων καὶ ὅτι Κερασοῦς πόλις Ἑλληνὶς ἐπὶ θαλάσσῃ, Σινωπέων ἄποικος ἐν τῇ Κολχίδι χώρᾳ.
[←263]
… Ξενοφῶν μέντοι φησὶν ὅτι ἡ ἐν τῷ Πόντῳ Ἡράκλεια Μεγαρέων ἄποικος. Ἐνταῦθα διὰ τοῦ πεδίου ῥέει ποταμὸς, Λύκος ὄνομα, εὗρος ὡς δύο πλέθρων.
[←264]
Τοῦ αὐτοῦ Εὐσταθίου Θεσσαλονίκης ἐπίσκεψις βίου μοναχικοῦ ἐπὶ διορθώσει τῶν περὶ αὐτὸν, Eustathii Metropolitae Thessalonicensis, Opuscula, S.S. Schmerber (Φρανκφούρτη 1832), 220.
[←265]
… ὥστε καὶ θᾶττον ἄν Πέρσης ὁ παρὰ τῷ καλῷ Ξενοφῶντι ἀνάσχοιτο ποσὶν εἰς βάδισιν χρήσασθαι, εἴτε Κένταυρος ἀπολέξεται τὸν ἵππον, ἤπερ αὐτοὶ προτραπήσονται εἰς ὁδὸν τὴν διὰ ποδῶν οἰκείων.
[←266]
ἐκ τούτου δὴ ὁ Κῦρος λέγει : τί οὖν, ἔφη, ἐπεὶ σφόδρα ἡμῖν δοκεῖ ταῦτα, εἰ καὶ νόμον ἡμῖν αὐτοῖς ποιησαίμεθα αἰσχρὸν εἶναι, οἷς ἂν ἵππους ἐγὼ πορίσω, ἤν τις φανῇ πεζῇ ἡμῶν πορευόμενος, ἤν τε πολλὴν ἤν τε ὀλίγην ὁδὸν δέῃ διελθεῖν ; ἵνα καὶ παντάπασιν ἱπποκενταύρους ἡμᾶς οἴωνται οἱ ἄνθρωποι εἶναι..
[←267]
Τῷ κριτῇ τοῦ βήλου κυρίῳ Γρηγορίῳ τῷ Ἀντιόχῳ, Eustathii Metropolitae Thessalonicensis, Opuscula, S.S. Schmerber (Φρανκφούρτη 1832), 327.
[←268]
Ὑπερόριον πόλεμον ὁ γλυκὺς ἐπονεῖτο Ξενοφῶν καὶ πολλὴν γῆς ἐμέτρα περίοδον·εἶχε δὲ συμπαριπτάμενον τὸν Ἑρμῆν, καὶ ὁ τῶν Μουσῶν αὐτῷ συνεσκήνου χορὸς καὶ οὐδέν τι τοῦ λόγου παρέσπαστο, οὐδὲ χρόνιος ὤν τοῖς βαρβάροις, τῆς Ἑλληνίδος παιδείας ἐξέπεσεν ὑπερόριος.
[←269]
D.J. Constantelos, The Greek Classical Heritage in Greek Hagiography, στο J.S. Langdon et al., To Hellenikon: Studies in Honor of Speros Vryonis Jr.: Vol. I, Hellenic Antiquity and Byzantium (Ν. Υόρκη 1993), 94.
[←270]
Ιωάννου τού Τζέτζου, Βιβλίον ἱστορικῆς τῆς διὰ στίχων πολιτικῶν, ἄλφα δὲ καλουμένης, επιμ. Theophilus Kiesslingius (Λειψία 1826).
[←271]
Τζέτζης, Περὶ Κροίσου, Ι, 51-56.
[←272]
Καὶ ταῦτα μὲν Ἡρόδοτος· ὁ Ξενοφῶν δὲ λέγει,
μηδὲν τὸν Κροῖσον δυσχερὲς παθεῖν ὑπὸ τοῦ Κύρου,
ἀλλ’ ἀγασθῆναι μάλιστα τῆς μεγαλοψυχίας.
Καὶ γάρ φησιν· αἰχμάλωτος γενόμενος ὁ Κροῖσος
εἶπεν, εὐδαιμονέστερον νῦν διαντλῶ τὸν βίον.
Ὁ Ξενοφῶν δὲ κάλλιστα καὶ τὰ τῆς μάχης γράφει.
[←273]
Τζέτζης, Περὶ Κύρου τοῦ υἱοῦ Μανδάνης καὶ Καμβύσου, ΙΙΙ, 561-62.
[←274]
Κῦρος ὁ Πέρσης ο υἱὸς Καμβύσου καὶ Μανδάνης,
ὥσπερ ὁ Γρύλλου Ξενοφῶν Κύρου παιδείᾳ γράφει.
[←275]
Τζέτζης, στο ίδιο, ΙΙΙ, 646-47.
[←276]
Τὴν μὲν τοῦ Κύρου Ξενοφῶν, τὴν δὲ τοῦ Πέρσου νόμου
Κτησίας καὶ Ἡρόδοτος γράφουσιν ἱστορίαν.
[←277]
Τζέτζης, Περὶ τοῦ ὅτι ὁ Φειδίας ἀγαλματώσας τὸ ἐν Ραμνοῦντι Διὸς καὶ Νεμέσεως ἄγαλμα, Ἀγορακρίτου Παρίου τοῦτο ἐπέγραψεν, VΙΙ, 937-43.
[←278]
Ταὐτὸ ποεῖ καὶ Ξενοφῶν τῇ Κύρου αναβάσει·
ἐπέγραψε καὶ οὗτος γὰρ τοῦ ἐρωμένου χάριν,
Κύρου μὲν ἡ ἀνάβασις ὑπάρχει τὸ βιβλίον,
Θεμιστογένους δέ ἐστι τοῦτο Συρακουσίου·
κἄν πάλιν ἐπεκράτησε καλεῖσθαι Ξενοφῶντος.
Καί Πλάτων ὁ φιλόσοφος εἰς ὄνομα τῶν φίλων
τοὺς διαλόγους ἔγραψε, καὶ ἄλλοι δὲ μυρίοι.
[←279]
Πλούταρχος, Πότερον οἱ Ἀθηναῖοι κατὰ πόλεμον ἤ κατά σοφίαν ἐνδοξώτεροι, 1.
[←280]
Ξενοφῶν μὲν γὰρ αὐτὸς ἑαυτοῦ γέγονεν ἱστορία, γράψας ἃ ἐστρατήγησε καὶ κατώρθωσε καὶ Θεμιστογένη περὶ τούτων συντετάχθαι τὸν Συρακόσιον, ἵνα πιστότερος ᾖ διηγούμενος ἑαυτὸν ὡς ἄλλον, ἑτέρῳ τὴν τῶν λόγων δόξαν χαριζόμενος. οἱ δ᾽ ἄλλοι πάντες ἱστορικοί, Κλειτόδημοι Δίυλλοι Φιλόχοροι Φύλαρχοι, ἀλλοτρίων γεγόνασιν ἔργων ὥσπερ δραμάτων ὑποκριταί, τὰς τῶν στρατηγῶν καὶ βασιλέων πράξεις διατιθέμενοι καὶ ταῖς ἐκείνων ὑποδυόμενοι μνήμαις ἵν᾽ ὡς αὐγῆς τινος καὶ φωτὸς μετάσχωσιν. ἀνακλᾶται γὰρ ἀπὸ τῶν πραττόντων ἐπὶ τοὺς γράφοντας καὶ ἀναλάμπει δόξης εἴδωλον ἀλλοτρίας, ἐμφαινομένης διὰ τῶν λόγων τῆς πράξεως ὡς ἐν ἐσόπτρῳ.
[←281]
Νικήτας Χωνιάτης, Χρονική Διήγησις, Τόμος Έκτος, Βασιλεία Μανουήλ τού Κομνηνού.
[←282]
Η Λάμπη στη Φρυγία ήταν βορειοανατολικά από τις Χώνες.
[←283]
Ἀπάρας οὖν τῆς βασιλίδος τῶν πόλεων Φρυγίαν τε καὶ Λαοδίκειαν διελθὼν ἀφικνεῖται ἐς Χώνας, πόλιν εὐδαίμονα καὶ μεγάλην, πάλαι τὰς Κολοσσάς, τὴν ἐμοῦ τοῦ συγγραφέως πατρίδα. καὶ τὸν ἀρχαγγελικὸν ναὸν εἰσιών, μεγέθει μέγιστον καὶ κάλλει κάλλιστον ὄντα καὶ θαυμασίας χειρὸς ἅπαντα ἔργον, ἐκεῖθεν ἐξελάσας εἰς Λάμπην ἵκετο καὶ πόλιν Κελαινάς, ἔνθα τοῦ Μαιάνδρου εἰσὶν αἱ ἐκδόσεις καὶ ὁ Μαρσύας ῥεῖ ποταμὸς ἐμβάλλων εἰς Μαίανδρον καὶ ὁ Ἀπόλλων ἐκδεῖραι Μαρσύαν ἐκεῖ που λέγεται καθάπερ μύωπι οἰστρηθέντα βιαίῳ καὶ περὶ τῆς ἀοιδῆς ἐρίζειν ἀρξάμενον πρὸς Ἀπόλλωνα.
[←284]
Alicia Simpson, Stephanos Efthymiadis, Niketas Choniates: A Historian and a Writer (Γενεύη 2009), 43-44.
[←285]
Ἐγκώμιον εἰς τὸν μακάριον μητροπολίτην Χώνων κύριον Νικήταν, Σπ. Π. Λάμπρος, Μιχαήλ Ἀκομινάτου τοῦ Χωνειάτου τὰ σωζόμενα, τόμος Α’ (Αθήνα 1879), 36.
[←286]
… Οἶδε τὴν πόλιν καὶ Ξενοφῶν καὶ Ἡρόδοτος οἱ καλοί, εὐδαίμονά τε καὶ μεγάλην ἱστοροῦντες ἐξυμνοῦσι τῷ λόγῳ, κοσμεῖ δὲ καὶ ὁ σοφώτατος Παῦλος…
[←287]
Προσφώνημα εἰς τὸν πραίτωρα κῦρ Δημήτριον τὸν δριμῦν ταῖς Ἀθήναις ἐπιστάντα, Σπ. Π. Λάμπρος, ό. π., 158.
[←288]
Περίπατος δὲ διέδραμε τῇ φήμῃ ὅσην καὶ ἥλιος, Περικλῆς δὲ ὁ Ὀλύμπιος ἠξιοῦτο καλεῖσθαι ἀστράπτων καὶ βροντῶν ἐν τοῖς λόγοις καὶ ξυγκυκῶν ἅπαν τὸ προσιστάμενον, Δημοσθένης δὲ τῶν ὁποιδήποτε ῥητόρων σφοδρότερον ἔπνευσεν, ἵνα μὴ Λυσίου τὰς χάριτας καὶ γλυκύτητας Ξενοφῶντος καὶ σειρῆνας Ἰσοκράτους λέγωμεν.
[←289]
Λόγος ἐγκωμιαστικὸς εἰς τὸν βασιλέα κῦρ Ἰσαάκιον τὸν Ἄγγελον, Σπ. Π. Λάμπρος, ό. π., 213.
[←290]
…τὰς δὲ χεῖρας προβάλλῃ δεδιδαγμένας εἰς παράταξιν καὶ δορυφορῇ παρ’ ἑκατέρας κατὰ τοὺς πάλαι Περικλέας καὶ Ξενοφῶντας καὶ Δίωνας, τοὺς ἐν λόγοις μὲν βροντῶντας, ἐν δὲ τοῖς ὅπλοις ἀστράπτοντας καὶ δουλομένους τὸ μὲν ὑπήκοον λόγου πειθοῖ καὶ σοφίας ἴυγξι, τὸ δὲ πολέμιον ὁπλοφορίᾳ καὶ στρατηγήμασιν.
[←291]
Μονῳδία εἰς τὸν ἁγιώτατον Θεσσαλονίκης κῦρ Εὐστάθιον, Σπ. Π. Λάμπρος, ό. π., 297.
[←292]
Ανάβ. 2.6.9 και 2.6.11.
[←293]
Καὶ Κλέαρχος μὲν ὁ λακωνικός, ὥς που Ξενοφῶν ἱστόρηκε, καὶ στυγνὸς ἦν ὁρᾶν καὶ τραχὺς τῇ φωνῇ· ἀλλὰ τὸ τοιοῦτον στυγνὸν ἐν τοῖς δεινοῖς φησι φαιδρὸν τοῖς στρατιώταις ἐφαίνετο. Σοῦ δὲ καὶ τὸν ἀεὶ μὲν χρόνον ὁρωμένου καὶ φθεγγομένου φαιδραὶ τοῖς προσομιλοῦσι προσεγέλων αἱ χάριτες, διεφαίνοντο δὲ οὐδὲν ἧττον καὶ ὅτε ζήλῳ δικαίῳ παρεθερμαίνου κατὰ τῶν μοχθηροτέρων καὶ δεομένων τραχυτέρας τῆς ἐμβριμήσεως.
[←294]
Προσφώνημα εἰς τὸν γυναικάδελφον τοῦ βασιλέως καὶ λογοθέτην κῦρ Βασίλειον τὸν Καματηρὸν, Σπ. Π. Λάμπρος, ό. π., 313.
[←295]
Νῦν ἔδει τὰς Ἰσοκράτους σειρῆνας περιάδειν ἔμβιον, νῦν τὴν δημοσθενικὴν ἐνθειάζειν ἠχώ, νῦν Λυσίου καὶ Ξενοφῶντος παρεῖναι τὰς χάριτας καὶ Θουκυδίδου τὴν σεμνολόγον δεινότητα καὶ εἴ τις αὐτόχθων ἑτέρα Μοῦσα καὶ τοῖς λειμῶσι τῶν καλῶν ἐφιζάνουσα καὶ πάσας ἕνα χορὸν ἁρμόσασθαι καὶ περιλαβεῖν ἐν κύκλῳ καὶ χρυσοῖς ἐγκωμίων στεφάνοις ἀγάλλειν τὴν πολυτίμητον κεφαλὴν καὶ παναθηναϊκὴν ταύτην ἄγειν ἑορτήν, εἴτ’ οὖν πανήγυριν πανελλήνιον.
[←296]
Σπ. Π. Λάμπρος, Μιχαήλ Ἀκομινάτου τοῦ Χωνειάτου τὰ σωζόμενα, τόμος Β’, ἐκ τοῦ Τυπογραφείου Παρνασσοῦ, Ἀθῆναι, 1880, επιστολή ρια’, 212.
[←297]
Βλέπε Δίων Χρυσόστομος, Λόγοι, Λόγος 13, Ἐν Ἀθήναις περὶ φυγῆς και Όμηρος, Ιλιάς, 23, 161-177 και 192-216.
[←298]
Ανάβ. 4.5.3.
[←299]
…Οὐκ ἀξύνετος τῶν δεομένων ἐστὶν ο βορρᾶς καὶ τοῦτο πολλαχόθεν μαθὼν ἔχεις· ὅ τε γὰρ Ἀχιλλεὺς ἐπὶ τὴν Πατρόκλου πυρὰν τοῦτόν τε καὶ τὸν σύμπνουν χορὸν καλέσας ἐδυσώπησε καὶ παρὰ τῷ θαυμασίῳ Ξενοφῶντι οἱ μύριοι, σφαγιασάμενοι ἀποκαίοντι καὶ πηγνύντι τοὺς ἀνθρώπους, διαπράϋναν καὶ ἡ ἐν ᾂσμασι καλὴ νύμφη ὡς ἐπαΐοντι δήπου “ἐξεγέρθητι“, φησί, “βορρᾶ”.
[←300]
Michaelis Pselli poemata, Poema 2: In Canticum, Ἑρμηνεία τοῦ ᾄσματος τῶν ᾀσμάτων διὰ στίχων πολιτικῶν γενομένη παρὰ τοῦ Ψελλοῦ, πρὸς τὸν βασιλέα Μονομάχον, στίχοι 906-911, επιμ. L. G. Westerink, Bibliotheca Scriptorum Graecorum et Romanorum Teubneriana (Leipzig 1992), σελ. 53-54.
[←301]
…Τοσοῦτον γάρ, φησί, καλῶς πρὸς ἀρετὰς ὑψώθης,
ὡς καὶ τῆς κλήσεως αὐτῆς ἔμοιγε συμμετέχεις.
ἐγὼ γὰρ ζῶντος ὕδατος ὄντως τυγχάνω φρέαρ,
ὁ κατελθὼν ἐξ οὐρανοῦ ὡς ὑετὸς εἰς πόκον,
ὥσπερ ἐξ ὄρους ὑψηλοῦ τοῦ θαυμαστοῦ Λιβάνου.
ἐξεγέρθητι, βορρᾶ, καὶ ἔρχου, νότε,
διάπνευσον κῆπόν μου καὶ πνευσάτωσαν ἀρώματά μου…
[←302]
Σπ. Π. Λάμπρος, ό. π., επιστολή ρλδ’, 274.
[←303]
Η Χαλκίδα είχε βρεθεί κάτω από τούς Ιταλούς ιππότες τής 4 ης Σταυροφορίας, ενώ η εξουσία τού Βυζαντίου είχε μεταφερθεί στη Βιθυνία, στην αυτοκρατορία τής Νικαίας.
[←304]
Ὡς τραγικώτατα τὴν ἰταλικὴν τυραννίδα μεγαληγορεῖς, οἷς ἐπιστέλλεις, λογιώτατε καὶ πανεντιμότατε δέσποτα· καὶ εἴπερ ὡς πρότερον καὶ νῦν ἑλληνικὰ θέατρα καὶ σκηνὴ διεσκεύαστο καὶ θεαταὶ παρῆσαν καὶ ἀκροαταί, σφόδρα ἄν ἐθαυμάσθης τῆς περιπαθοῦς μεγαλοφωνίας. ἀλλὰ τοῦτο μὲν καὶ αὐτὸς θαυμάσας οὐ πάνυ τι θαυμάζοιμ’ ἄν, εἰ γλῶττα οὕτω περὶ τὸ εὖ λέγειν γυμνασαμένη ὡς καὶ τὰ μικρὰ μεγαλοπρεπῶς ἑρμηνεύειν καὶ ὑπερσέμνως τὰ εὐτελῆ, εἶτα καὶ τὰ μεγάλα μεθ’ ὅσης μεγαλειότητος λόγου και ἀναλόγως ἀπήγγελκας. ἐκεῖνο δὲ μᾶλλον μοι θαυμασιώτερον φαίνεται καὶ μωσαϊκὸν ἀτεχνῶς, ὅτι καὶ συγκακουχεῖσθαι μᾶλλον εἵλου ὁμοφύλῳ λαῷ ἐν Χαλκίδι ἤ κατὰ Βιθυνίαν ἔχειν ἀνέσεως ἀπόλαυσιν πρόσκαιρον. ἧπου καὶ ὡς Ξενοφῶν ὁ σωκρατικὸς μελέτην πολέμου μετὰ κινδύνων εἶναί φησι τὰ κυνηγέσια, οὕτω καὶ αὐτὸς μαρτυρίου γυμνάσιον οὐκ ἀκίνδυνον πεποίησαι τὸ παραβάλλεσθαι πρὸς βαρβάρους μισανθρωποτέρους θηρίου παντός· βάσανος γὰρ ἀρετῆς φιλοσόφου εἴπερ τι οἱ τυραννικοὶ καιροί, εἴπερ ἀκούεις τὸν Ἀναξάρχου θύλακον ἐν ὅλμῳ πτισσόμενον καὶ τὸ σκέλος Ἐπικτήτου ἀδέτως δεσμούμενον.
[←305]
Διογένης Λαέρτιος, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, 9, 10.
[←306]
πτίσσε τὸν Ἀναξάρχου θύλακον, Ἀνάξαρχον δὲ οὐ πτίσσεις
[←307]
Νικηφόρου Βλεμμύδου, Λόγος ὅς ἐπεστάλη τῷ βασιλεῖ, βασιλικὸς κληθεὶς ἀνδριὰς, Nicephori Blemmidae, Opera Omnia, στο J. P. Migne, Patrologiae Graecae, τόμος CXLII (Παρίσι 1863) 658-674.
[←308]
…Κρείττων δὲ τοῦ πάθους Ἀλέξανδρος γεγονὼς, καὶ ἀποσοβήσας καὶ ἀποδιοπομπήσας αὐτό, μικροῦ δεῖν ἁπάσης οἰκουμένης ἐν βραχεῖ κατεκράτησεν· θησαυροὺς γὰρ οὗτος τοὺς φίλους ἡγούμενος, ὑφ’ ὧν συνασπίζοιτο καὶ δοξάζοιτο, τῆς ἀρίστης ἀπηύρα κρίσεως, ὑπὲρ ὅσους βασιλέας μεγαλυνθεὶς. Ταύτης τῆς γνώμης καὶ Κῦρος ἐτύγχανε, καὶ πάντα διδοὺς τοῖς φίλοις, τὰ πάντων ἔχειν ἐνόμιζε· καὶ πλουτίζων τοὺς αὐτοῦ καὶ κοσμῶν, αὐτὸς ἠγάλλετό τε καὶ ἐφαιδρύνετο· καί ποτε παρ’ αὐτῶν ἠρωτημένος, Σὺ δέ, Κῦρε, πότε κοσμήσεις σαὐτόν; Ἄρ’ οὐκ ἐξόχως, ἔφη, κεκόσμημαι, πάντας ὑμᾶς κεκοσμημένους ὁρῶν; Παρ’ ἄλλων δέ, Διὰ τί οὐ πλουτεῖς; τί δ’ εἴρηκεν; Οὐχ ὑπερβαλλόντως πλουτῶ, τοὺς ἐμοὺς πάντας πλουτοῦντας εἰδώς; Οὗτος πατὴρ ἐκαλεῖτο διὰ τὸ συμπαθές, καὶ τὸ πάντα τἀγαθὰ μηχανᾶσθαι τοῖς ὑπ’ αὐτόν· ὥσπερ αὖ ὁ Καμβύσης διὰ τὸ χαλεπὸν καὶ ὀλἰγωρον δεσπότης πικρός. Ὁ δέ γε Δαρεῖος, διὰ τὸ φιλοκερδὲς, διὰ τὸ χυδαιότροπον, διὰ τὸ μετακινεῖν καὶ ὑπονοθεύειν τὰ πράγματα, κάπηλος. Ἀλλ’ Ἐπαμεινώνδας Θηβαίων στρατηγὸς οὕτως ἐτίθει τὴν τοιαύτην λώβην ἐν βδελυκτοῖς, ὥστ’ ἐπειδή ποτε κατεῖδέ τινα τῶν ὑπασπιστῶν αἰχμαλώτων δεδεγμένον λύτρα, τὴν ἀσπίδα λαβὼν ἀπώσατο τοῦτον τοῦ τάγματος·…
[←309]
Θεοδώρου τοῦ Μετοχίτου, Ὑπομνηματισμοὶ καὶ σημειώσεις γνωμικαί, επιμ. Theophilus Kiessling (Λειψία 1821), 149-155.
[←310]
Ξενοφῶντα δ’ ἐκεῖνον ἐκάλουν μὲν Ἀττικὴν μέλιτταν, οὕτω δὴ περὶ πλείονος ἐποιοῦντο τὴν ἐκείνου γλῶτταν, καὶ τὴν κατ’ αὐτὴν ἀνθηφορίαν ἐπόθησαν, ἐπισημειοῦνται δέ τινες τῶν παλαιῶν, ὡς ἄρα τοσοῦτο περὶ ἑαυτὸν φρονεῖν ἐπῆν αὐτῷ, ὥστε καὶ παραβάλλεσθαι πρὸς τὸν θαυμαστὸν οὐκ ἀπώκνει Πλάτωνα, καὶ δεῖγμα ποιοῦνται, ὅτι δὴ περὶ τῶν αὐτῶν ἐπίτηδες ἐπεχείρησε τῷ λόγῳ χρήσασθαι προθέσεων ἐπὶ τῷ Σωκράτει, καὶ πολλὰ περὶ ἐκεῖνον καὶ δι’ ἐκεῖνον φθέγγεται τά τε ἄλλα, καὶ ἀντισυμποσιάζει Πλάτωνι τὸν Σωκράτην σκοπὸν ἔχων.
[←311]
Καὶ πολύς ἐστιν ὁ Σωκράτης διά πάντων αὐτῷ τῶν λόγων, καὶ μὴν ἐν τοῖς τῶν ἀπομνημονευμάτων βιβλίοις, ἅ δὴ πάντων τῶν Ξενοφωντείων ἔγωγε συνταγμάτων βελτίω καὶ πολὺ τῶν κατ’ αὐτὸν ἄλλων προέχειν τίθεμαι.
[←312]
Ἐν τούτοις δ’ οὖν τοῖς ἀπομνημονεύμασι ὡς ἀπὸ Σωκράτους πλεῖστα διαλεγόμενος ἐν πολλοῖς ταὐτὰ Πλάτωνι φθεγγόμενος καὶ περὶ τῶν αὐτῶν ὡσαύτως κατ’ ἐκεῖνον ἔοικε πίστιν ἐμποιεῖν τινὰ τοῖς ἀκροωμένοις· ὡς ἄρ’ οὐδὲ Πλάτων πολλὰ τῶν παρ’ αὐτοῦ λεγομένων Σωκράτους καταψεύδεται, παρ’ αὐτοῦ πάντα λέγων, ὡς εἴωθε, τιμῇ τῇ πρὸς τὸν ἄνδρα, ἀλλ’ ἔστιν ὡς ἀληθῶς ἐκείνου γ’ ἔνια, καὶ οὐ συκοφαντεῖται καθάπαξ παρ’ αὐτῷ Σωκράτης, βέλτιστα λέγων ἀνθρώποις τοῖς κατ’ αὐτὸν τηνικαῦτα ἐκείνοις καὶ μὴν τοῖς ἔτ’ ἐξ ἐκείνου μέχρι δεῦρο νῦν εἰς ἡμᾶς καὶ μεθ’ ἡμᾶς ἑξῆς ἅπασι.
[←313]
Καὶ τόγε ὅλον ἔστι δρᾶμα τὸ κατὰ Σωκράτην Πλάτωνι· Πλάτων δὲ ἡμῖν τὰ δοκοῦντα παρ’ αὐτοῦ φθέγγεται, ἀλλ’ ἔστιν ἅ παρ’ ἐκείνου κατ’ ἀλήθειαν ἐκδεξάμενος ἀξιοῖ μνήμης τὲ καὶ συγγραφῆς, καὶ παιδεύειν δι’ αὐτῶν πειρᾶται τοὺς ξυντυγχάνοντας, ὅτι δῆτ’ ἐπὶ ταῖς αὐταῖς ὑποθέσεσι καὶ Ξενοφῶν ἡμῖν διὰ Σωκράτους τ’ αὐτὰ φθέγγεται, ἀλλὰ καὶ τοῦτο μὲν οὐκ ἔξω λόγου δόξαι τὶς ἄν οἶμαι πάντως, καὶ πολλὴν ὄντως τῆς σοφίας τε καὶ καλοκαγαθίας Σωκράτει πίστιν ἡμῖν παρέχεται.
[←314]
Ἀλλ’ ἔγωγε παραβαλέσθαι μὲν Πλάτωνι Ξενοφῶντα καθάπαξ οὐκ ἀνεμέσητον κρίνω, καὶ πολλὴν εὐήθειαν ἤ καὶ μανίαν ἄντικρυς παῤῥησίᾳ καταψηφίζομαι, εἴ τις ἄλλως ἐρεῖ, καὶ οὐδὲν γὰρ ἀμφοῖν παραπλήσιον, ἤ ὁπηοῦν ἔγγιστα, πᾶσαν λέγω σοφίαν, οὐ τὴν περὶ τῶν ὄντων θεωρίαν, καὶ ταύτης καθ’ ὅτι ἄν εἴποι τις εἶδος, οὐ τὴν περὶ τὸ λέγειν ἄσκησιν, πολὺ γὰρ ἀνὴρ τοῦ θαυμαστοῦ Πλάτωνος πάντα λείπεται.
[←315]
Ὅτι δὲ καὶ τὸ κατ’ αὐτὸν Ξενοφῶντα λόγου πλείστου δή τινος ἄξιον Ἕλλησι δοκεῖ, θαυμάσαιμ’ ἄν, ὅστις οὐκ οἶδε καὶ πείθεται γ’ εὖ μάλα, τοῦτο μὲν ταῖς ἱστορίαις καὶ κρίσεσι, καὶ τῇ περὶ αὐτοῦ δόξῃ καὶ φήμῃ τῶν παλαιῶν, τοῦτο δὲ καὶ πειρώμενος αὐτὸς καὶ συγγινόμενος τἀνδρὶ διὰ τῶν βιβλίων, ὧν συνέταξεν, ἅ καὶ φιλοσοφίᾳ προσεσχηκότα κάλλιστα τὸν ἄνδρα δείκνυσι, καὶ μάλιστα τὸν Σωκρατικὸν τρόπον ἐν ταῖς ἠθικαῖς καὶ πρακτικαῖς κρίσεσι, καὶ τὴν γνώμην ἕτοιμον, κἄν εἰ μὴ βρύοντα δαψιλῶς, καὶ βαθὺν καὶ περινοίας διϊκνούμενον εἰς τὰ μὴ πολλοῖς πρόχειρα συνορᾷν τε καὶ συλλογίζεσθαι, ἀστεῖον δ’ ὅμως, καὶ τοῦ καιρίου τυγχάνοντα ῥᾳδίως· ἔτι γε μὴν τὴν φωνὴν ἠσκημένον κατὰ φύσιν εὖ, καὶ ῥητορικῶν οὐκ ἔξω καὶ πολιτικῶν ἐπιτεχνήσεων.
[←316]
Καὶ περὶ τὸ δικαστικὸν γὰρ εὔθηκτος καὶ δείκνυσι κατὰ τὰς ἱστορικὰς συγγραφὰς ἐν ταῖς δημηγορικαῖς καὶ ἀντιθετικαῖς χρήσεσι, καὶ περὶ τὸ βουλευτικὸν ἐπιτυχὴς καὶ πειστικὸς, καὶ τὸ γόνιμον ἔχων οὐκ εὐπεριφρόνητον, καὶ περὶ τὸ πανηγυρικὸν ἐπαφρόδιτος, κἄν εἰ μὴ λογοειδὴς ἀμέλει, πλεῖστον ὅμως ὥρας μετέχων καὶ ἤθους, καὶ ξὺν τῷ γαληνῷ καὶ ὑπτίῳ πομπεύει διαιρόμενος ἁμηγέπῃ, καὶ πυκνούμενος τοῖς ἐννοήμασι, καίτοιγε σφόδρ’ ὡς οὐκ οἶδ’ εἴ τις καὶ ἄλλος, ἀφελείᾳ χαίρων φύσει τε καὶ κατὰ κρίσιν ἐπίτηδες, ὡς ἄν δὴ καὶ μετὰ σκηνῆς τινός ἐντεῦθεν καὶ δράματος πειστικὸν μάλιστα διοικούμενος, καὶ δεινότητι χρώμενος ἐν ἀπλάστῳ τὸ φαινόμενον, καὶ ἀπραγματεύτῳ τῇ χρήσει· ἀξιώματος δὲ καὶ ἀκμῆς οὐδ’ ὁποσοῦν αὐτῷ μέλει, καὶ τοῦτο δὴ μάλιστα μὲν, ὡς ἔφην, αὐτῷ κατὰ φύσιν.
[←317]
Ἀλλὰ δὴ καὶ τόγε πλεῖστον ἴσως οὐκ ἀῤῥητόρευτον, οὐδ’ ἄνευ ἐστὶν ὑποκρίσεως καὶ μεθόδου κατὰ σκοπὸν ἀνυσίμως ἔχοντα, καὶ ἰσχνὸς δὲ ὤν μάλιστα γοργότητος πάνυ τοι καὶ ἐντρεχείας ἀλλότριος ἐστί.
[←318]
Καὶ ἥκιστά τις ἐν τοῖς αὐτοῦ τοσοις καὶ τόσοις ὁτιοῦν περιβεβλημένον ὄψεται, οὐδ’ ἐκ περιοδικῆς συστροφῆς στρογγύλεσθαί πως ἱκνούμενον, ἀλλὰ καθόλου διὰ πάντων αὐτῷ τὸ ὕπτιον εὐθυφορούμενον ἱλαρῶς ὁρᾶται· καὶ ὁ μὲν λόγος αὐτῷ τοιοῦτος. Οὐκ ἀνίκανος δὲ ὤν ἐν πράγμασιν, οὐδὲ κατὰ τοὺς ἄλλους τῶν τηνικαῦτα φιλοσοφούντων, ἐν λόγοις ἐπιδεικνυμένων τὴν πολιτικὴν ἀρετὴν.
[←319]
Πόθεν; ὅσγε καὶ στρατηγικώτατος, αὐτοχειροτόνητος, δεῆσαν εὖ μάλα, καὶ καρτερὸς τῶν μυρίων ἡγεῖται, καὶ διασώζει τῇ Ἑλλάδι τοὺς ἄνδρας· φεύγων ὅμως διεγένετο τὸ πλεῖστον τοῦ βίου τὰ πράγματα, καὶ ἀπολίτευτος μάλιστα τῇ πατρίδι διὰ τύχην, ᾗ μὴ καλῶς χρησάμενος Ἀθήνῃσιν, οὐκ ἦν ἡδὺς ὁρᾶσθαι, οὐδ’ εἶχεν οὐδ’ αὐτὸς ἡδέως ὁρᾷν τὴν πατρίδα.
[←320]
Τοιγαροῦν καὶ ἀπόδημος διεβίω τὸ πλεῖον, καὶ οὐ πολλὰ τοῖς οἴκοι δῆλός ἐστιν εὔνους ὤν. Φιλολάκων δὲ καὶ φιλαγησίλαος μάλιστα, καὶ πολὺς ἐραστὴς ἐκείνου, ᾧ καὶ συνεβίωσε πόλλ’ ἔτη συνὼν ἥδιστα, χρήσιμος ὤν τἀνδρί, καὶ μηδὲν ἧττον, ὡς αὐτός φησι, χρήσιμον αὐτὸν ἔχων εἰς παντοίαν ἀρετὴν ἑαυτῷ, καὶ οὐ δὴ πρὸς τὸ τῆς σωματικῆς χρείας ἀφρόντιστον ὤνατο δι’ ἀγροῦ δωρεᾶς οὐ πολυτάλαντον ὅμως φορὰν ἐκεῖθεν, ἀλλ’ ἀρκοῦσαν ἀμέλει τῷ ἤθει τε καὶ τῷ βίῳ, καρπούμενος.
[←321]
Nicephori Gregorae, Byzantina Historia, CSHB (Βόννη 1829) Ι, 535.
[←322]
Ἀρχομένου γε μὴν ἦρος ἤδη πλῆθος Σκυθῶν διαβάντες τὸν Ἴστρον κατέδραμον τὴν Ῥωμαϊκὴν Θρᾴκην ἄχρι θαλάττης Ἑλλησποντίας. ἔνθα δὴ καί, συμβὰν οὑτωσί πως, Τούρκων τισὶν ἐντυχόντες, ὁπόσοι λῃστρικόν τινα τρόπον κατὰ τὸ συνεχὲς περαιούμενοι τὸν Ἑλλήσποντον τὴν παράλιον πᾶσαν ληΐζονται Θρᾴκην, τοὺς μὲν δήσαντες ἀπήνεγκαν, τοὺς δ ’ ἀντιστάντας κατέκοψαν, πολέμιοι πολεμίους, ὥσπερ κύνες τεθνηκότι σώματι πολλάκις ἄρδην ἐπεισπίπτοντες.
[←323]
I. P. Martín (2013), “The Reception of Xenophon in Byzantium”: 853.
[←324]
οἱ µὲν πολέµιοι, ὥσπερ οἱ δειλοὶ κύνες τοὺς µ ὲν παριόντας διώκουσί τε καὶ δάκνουσιν, εἰ δύνωνται, τοὺς δὲ διώκοντας φεύγουσιν.
[←325]
C. N. Sathas, “Nicéphore Grégoras, Éloge de la ville d’Héraclée du Pont”, Annuaire de l’association pour l’encouragement des études grecques (1880), 217-224.
[←326]
Τῷ καθηγουμένῳ τῆς μονῆς τοῦ Χορταΐτου ἐν Θεσσαλονίκῃ Μαξίμῳ.
[←327]
Θαλῆν τὸν Μιλήσιον ἔγωγε πάλαι ἀκούων ἑαυτὸν μακαρίζοντα καὶ χάριτας ὅλας ἀποδιδόντα τῇ τύχῃ ὅτι μηδὲν τῶν θηρἰων ἀλλ ’ ἄνθρωπος ἐγεγόνει, ἐς τοσοῦτον ἀπειπάμην συνθέσθαι τἀνδρὶ ὡς ἐγγὺς ἤδη καθῆσθαι τοῦ καὶ πολλοῦ γε ἐλλείπειν μὴ μέμφεσθαι· εἰ μὲν γὰρ ἅμα τῷ γίνεσθαι ἄνθρωπον, ἀνάγκῃ καὶ ἀγαθὸν εἶναι ἑπόμενον ἦν, εὐκτὸν ἄν ἦν, καὶ πρός γε δὴ τοῦ μακαρίζεσθαι οὐκ ἄν ὡς ἀληθῶς ἐνέδει· νῦν δ ’ ἴσμεν πολλοὺς μηδὲν μήτ ’ οἴκοθεν, μήτ ’ ἐκ γειτόνων χρηστὸν κεκτημένους, οἷς πολλῷ δή που βέλτιον ἄν ἦν δυοῖν θάτερον, ἤ θηρίου φύσιν ἀλλάξασθαι, ἤ πεσόντας ἐν βραχεῖ πολλὴν ἐπιθεῖναι γῆν, τοῦ ζῶντος πολὺν πρὸς τῶν ὁρόντων καρποῦσθαι τὸν γέλωτα· ὡς εὔδηλον εἶναι τοὐντεῦθεν μὴ ἄν ἀσφαλῶς ἔχειν δοκεῖν, εἴ τις ἁπλῶς οὑτωσὶ μακάριον ἑαυτὸν ὅτι ἄνθρωπος ἥγηται καὶ οὐδὲν ἐπεφύκει θηρίον, ἀλλ ’ εἰ ἄνθρωπος γενόμενος καὶ δι ’ ἅ μακαρίζεται ἄνθρωπος ἔτυχεν εἷς τις ὤν.
[←328]
Ἐγὼ δὲ λοιπὸν μακαρίσαιμι ἄν ἐμαυτὸν ὡς εἰκὸς καὶ τῷ θεῷ πλουσίας ἀφοσιωσαίμην τὰς χάριτας, ὅτι γενόμενος ἄνθρωπος, οὐκ ἐν ἄλλῃ γεγένημαι γῇ πλὴν τῇ βελτίστῃ τῶν ὑφ ’ ἡλίῳ καὶ σὲ τὸν τοσοῦτον προενεγκούσῃ.
[←329]
Ἄλλα μὲν γὰρ αὐτῇ καὶ τὰ τῆς πάλαι εὐδαιμονίας μαρτύρια καὶ βελτίω ἤ ὅσα κατὰ πᾶσαν θρυλεῖται γῆν, ἀλλὰ καὶ τὸ σὸν, ὄντως καυχήσεως στέφανος. Καὶ ἵνα μή τις ἡμῖν τὰ λεγόμενα κιβδηλεύῃ ψευδόμενος κατὰ γνώμης τὸν λόγον ἀνάγωμεν.
[←330]
Καὶ τὰ μὲν ἐπὶ τῆς πρώτης βασιλείας Ἀσσυρίων καὶ ὅσα ἐφεξῆς ἐπὶ Περσῶν καὶ Μήδων, ὡς πάσης Ἀσίας τὸ κράτος περιβαλόμενοι, μόνης τῆς ἡμετέρας ἀπέσχοντο, καθάπερ φλόγα τὰ προσιόντα λαμπρῶς ἐμπιπρῶσαν ὑπεπτηχότες, λέγειν ἐῶ· ἐφόδια γὰρ ἡμῖν ἐν τῷ παρόντι ταῦτα τοῦ μὴ καιρίου νομίζεται διὰ πλῆθος.
[←331]
Ἀλλ’ οἱ συναναβάντες Ἕλληνες Κύρῳ τῷ ἀπογόνῳ τοῦ πρώτου Περσῶν βασιλέως ὅπλα καὶ βέλη καθ’ αἵματος συγγενοῦς ἀραμένῳ, ἐπειδὴ Κῦρος μὲν ἐπεπτώκει ἄνω περὶ Βαβυλῶνα καὶ γῆν τὴν Σουσίων, ἔδει δ’ αὐτοὺς ἐξιόντας ἐκεῖθεν μεμνῆσθαι τῶν οἴκοι, πολλὴν διεληλυθότες γῆν καὶ πολλῇ μεταξὺ συντετυχηκότες ἀπονίᾳ βαρβαρικῇ, καὶ πολλοὺς μὲν ἀποβεβληκότες τῶν οἰκείων, πλείους δὲ καταβεβληκότες τῶν ἀλλοτρίων, ἔτυχον παρ’ οὐδενὸς τῶν πάντων οὐδενὸς ὁπόσα ψυχὰς βαπτισθείσας πολλαῖς τισι λύπαις καὶ σώματα μόχθοις ἤδη κατενεχθέντα μακροῖς ἀναφέρειν παρασκευάζει, πλὴν ἤ τῆς ἡμετέρας ἅψασθαι· αὐτοῦ γὰρ ὑποπεπτωκότι χρησάμενοι σχήματι, φιλανθρώπων ἀνθρώπων ἀπέλαυσαν χεῖρα διδόναι τοῖς κάμνουσιν ὄντων ἑτοίμων ἀεί, καὶ εἶδον τέως ὥσπερ ἐκ βαθείας νυκτὸς ἥλιον, καὶ λιμένα σωτήριον ὥσπερ ἐκ πελάγους καὶ χειμῶνος καὶ κλύδωνος.
[←332]
Βησσαρίων, Ἐγκώμιον εἰς Τραπεζοῦντα, έκδοση από τον κώδικα τής Μαρκιανής Βιβλιοθήκης από τον Σπ. Π. Λάμπρο (Αθήνα 1916), 26-27.
[←333]
Τοὺς γοῦν μετὰ Κλεάρχου μυρίους Κύρῳ τῷ νέῳ κατ’ Ἀρτοξέρξου τοῦ τῆς Παρυσάτιδος συμμαχοῦντας καὶ τὴν Περσῶν ἀρχὴν τε καὶ βασιλείαν αὐτῷ συγκατακτωμένους, ἐπείπερ αὐτῷ μὲν δυστυχὲς τὸ τοῦ πολέμου τέλος ἀπήντησεν, οὔτε τῆς ἀρχῆς ἐπιλαβομένῳ καὶ προσαπολωλεκότι τὸ ζῆν, οἵ δ’ ἐν τῷ καθ’ αὑτοὺς μέρει καὶ ᾗπερ ἐτάχθησαν κατορθοῦντας ὅμως ἐπαύσαντο τὸν θάνατον Κύρου πυθόμενοι, ἀπαιτούμενοί τε σφᾶς αὐτούς καὶ τὰ ὅπλα φέροντας παραδοῦναι οὐδ’ ἄκροις ὠσὶν ὑπεδέξαντο, καίτοι μυριάσιν ἐνενήκοντα στρατοῦ κατειργόμενοι, πολλὰ δὲ τὰ μὲν ἔδρασαν, τὰ δ’ ἔπαθον, πόρρω μὲν τῆς Ἀσίας ἀναβεβηκότες καὶ αὖ κατιόντες ἐκεῖθεν, διὰ δὲ τῆς ἀλλοτρίας καὶ πολεμίας ἰόντες καὶ πᾶν τὸ ἀντιπῖπτον τὸ μὲν συγκόπτοντες, ἔστι δ’ ὑφ’ οὗ τοῦτο πάσχοντες.
[←334]
Παραμυθία δ’ ἦν αὐτοῖς οὐδεμία καὶ τῶν κακῶν ἀποφυγὴ καὶ μετρία πόλεών τέ τινι προσιέναι κἀνταῦθα τὸν πολὺν διαναπαύσασθαι πόνον, οὔτ’ αὐτοῖς εἶχεν ἀσφάλειαν τούς τε δεξομένους οὐκ ἦν εὑρεῖν· ἐδεδίεσαν γὰρ ἅπαντες Πέρσας καὶ τὴν Περσῶν ἀρχὴν, οὕτω κορυφωθεῖσαν. Ἔδει δ’ ὅμως διόδου καί τινος ἀναπαύλης αὐτοῖς· ἤδη γὰρ ἀπειρήκασι πολλὰ κεκμηκότες, καὶ οὐκ ἦν ἐπὶ πλέον ἀντέχειν, εἰ μή τις ἐξ ὑπογυίου τῶν περιστάντων αὐτοὺς ἀνακωχὴ κακῶν ἀπαντήσει.
[←335]
Τότε δὴ μόνη καὶ πρώτη τούτους ἡ ἡμετέρα λαμπρῶς ὑποδέχεται καὶ φιλοφρόνως διαναπαύει καὶ παραμυθεῖται καὶ ἀναψύχει, μεταδιδοῦσα καὶ ἀγορᾶς καὶ ὠνίων καὶ δεξαμένη συνοίκους καὶ τραπέζης αὐτοῖς κοινωνήσασα καὶ ἁλῶν καὶ πάντων ὧν εἶχε καλῶν, οὐ τὰς ἀπειλάς, οὐ τὸν ἐπηρτημένον κίνδυνον ὑπολογισαμένη, οὐδ’ ὡς ἀνάγκη τούτοις προσκρούειν, οὕς οὐκ ἀνήρ, οὐ πόλις, οὐ γένος οὐδὲν ὑφίσταται, ὑποχωρεῖ δὲ πάντα καὶ συναπάγεται ῥᾷον ἤ ψηφῖδες κατὰ κυμάτων φερόμεναι καὶ χειμάρρου ῥευμάτων.
[←336]
Ἥ τε γὰρ γενναιότης καὶ τὸ ἐν πολέμοις ἀήττητον ἥ τε φιλανθρωπία καὶ ἡμερότης καὶ τὸ μὴ πρὸς αὐτῶν εἶναι παριδεῖν τε καὶ ἀπώσασθαι ἱκέτας ἀνθρώπους ταὐτοῦ γένους καὶ τῆς αὐτῆς φωνῆς τε καὶ γλώττης, ἐλευθερίας ἀθλητὰς καὶ γενναίους προβόλους, ταῦτ’ οὖν παρ’ οὐδὲν ἔπειθον τὴν βαρβαρικὴν ὠμότητα τιθεσθαι καὶ διαπτύειν τὰς ἀπειλὰς καὶ δεδιττομένων καταγελᾶν, εἴτε γοῦν ἥττους αὐτοὺς τῶν βαρβάρων ᾔδεσαν ὄντας καὶ διὰ τοῦτο πεισομένους ἄν ὑπ’ αὐτῶν ὅσα τοὺς ὡς κέντρα λακτίζοντας ἔδει, ὅμως ἀνθείλοντο τῆς τῶν ἱκετῶν σωτηρίας τὴν ἰδίαν οἱ πολῖται ζημίαν καὶ τῆς ἱκεσίου θεοῦ θεραπείας οὐδὲν ἔθεντο πρότερον, μέγιστον ἄν εἶεν ἐξενηνοχότες καὶ σαφέστατον δεῖγμα φιλανθρωπίας τε καὶ μεγαλοψυχίας καὶ τελεώτατον ὅρον ἀγάπης σφᾶς αὐτοὺς ὑπὲρ τοῦ σῶσαι τοὺς φίλους προέμενοι καὶ θάνατον εὐκλεᾶ ζωῆς εὐκλεοῦς ἀνθελόμενοι.
[←337]
Εἶτ’ ἀξιόμαχον ἰσχὺν περιβεβλημένοι καὶ κράτος ἐν μάχαις ἐπίστευον ἑαυτοῖς καὶ τῇ οἰκείᾳ ἀνδρείᾳ ὡς κούφως πᾶν οἴσοντες καὶ μετὰ πολλῆς τῆς ῥᾳστώνης τὸν ἐπιόντα ἀγωνισόμενοι πόλεμον, πῶς οὐ διὰ παντὸς ἄν ἥκοιεν θαύματος καὶ εἰς ἔσχατον εἶεν ἀναδραμόντες ἀνδρείας καὶ γενναιότητος, οὕτως ὀλίγοι πρὸς τοσούτους καὶ τηλικούτους ἀνταίροντες καὶ δεινὸν ἐντεῦθεν οὐδὲν οὐχ ὅσον οὐ προσδοκῶντες, ἀλλ’ οὐδὲ πάσχοντες, τοῦ καιροῦ παραστάντος.
[←338]
Ἄσμενοι οὖν διὰ ταῦτα τοὺς πρόσφυγας ὑποδεδεγμένοι καὶ μεταδόντες ὅσων εἰκὸς, τῆς τε πρὸς τὸ παρὸν ἀσφαλείας αὐτῶν προὐνοήσαντο, εἴσω τειχῶν αὐτοὺς ποιησάμενοι, καὶ τῆς μετέπειτα σωτηρίας ἐφρόντισαν, καὶ ὅπως ἄν ἀσφαλέστατα διὰ φιλίων καὶ ἑλληνίδων βαδίζοιεν πόλεων, μηκέτι δεδιότες βαρβάρους καὶ τὸν ἐκεῖθεν ὑποπτεύοντες κίνδυνον, διεπράξαντο.
[←339]
Ὀ γοῦν αὐτοῖς καὶ Κλεάρχῳ ἄνω τε συναναβὰς τῆς Ἀσίας καὶ πάλιν συνεπανιὼν κατελθοῦσι Ξενοφῶν Ἀθηναῖος, ἀνὴρ οὐ σοφίαν μόνον καὶ λόγον εὐδόκιμος, ἀλλ’ οὐδὲν ἦττον τὴν πολιτικὴν ἄριστος ἐπιστήμην καὶ τὰ πολεμικὰ κράτιστος, στρατηγῶν μὲν αὐτῶν ἐν τῷ μέρει, τοῦ Κλεάρχου θανόντος, τὰ πλείω δ’ ὅμως ὧν κατειργάσαντο ἔχων εἰς ἑαυτὸν ἀναφέρειν τὰς οἰκείας βουλάς, οἷόν τις ἄρχων ἀρχόντων ὑπάρχων καὶ στρατηγὸς τῶν ἀγόντων, οὗτος τοίνυν, τὰ καθ’ ἑαυτούς τε καὶ Κῦρον συγγράφων καὶ τὴν στρατείαν ἐκείνην, τῆς ἡμετέρας τὰ κάλλιστα μαρτυρεῖ, θαλάσσιόν τε καὶ ἑλληνίδα καὶ μόνην σφίσιν ἀναφανεῖσαν φίλιον ὀνομάζων, ὡσανεὶ βοῶν καὶ διαμαρτυρόμενος καί ὡς ἐν οἰκουμένῃ τοσαύτῃ καὶ τοσούτῳ γῆς μέρει, ἥν διῆλθον καὶ δι’ ἧς διιόντες πολλὰ τὰ μὲν ἔπαθον, τὰ δ’ ἔδρασαν, μόνην ἐλευθέραν καὶ κυρίαν ἑαυτῆς ἐθεάσαντο ταυτηνί, τῶν ἄλλων ἁπάντων δεδουλωμένων.
[←340]
Τοὺς γὰρ βασιλέως ἐχθροὺς οὐκ ἦν οὐδέσι χρήσασθαι φίλοις τῶν πολύν τινα λόγον ποιουμένων τοῦ βασιλέως. Ἅμα τε γὰρ ἄν αὐτοῖς ἦσαν φίλοι καὶ τοῦ βασιλέως ἐχθροί, ὥστε πρὶν πρὸς αὐτοὺς ἐπιδείξασθαι τὰ τῶν φίλων πρὸς ἐκεῖνον ἀκήρυκτον ἐχρῆν πόλεμον ἀναρριπίσαι καὶ μάχην, τοῦτο δ’ ἄν ὅσης εἴη δυνάμεως καὶ ὡς ἀνδρῶν ἐλευθέρων καὶ τὰς ψυχὰς ἀηττήτων οὐδεὶς ὅς ἀγνοεῖ.
[←341]
Δεξάμενοι γοῦν αὐτοὺς ἐπὶ τῆς αὐτῆς οἱ πατέρες ἡμῶν πόλεως καὶ τὴν Περσῶν ἔχθραν ἐν δευτέρῳ θέμενοι τοῦ πρὸς αὐτοὺς γιγνομένου μέχρι Σινώπης διαβῆναι ἐποίησαν, ἐκεῖσε καταγαγόντες αὐτοὺς, οὗ λοιπὸν ἦν οὐδὲν δέος οὐδ’ ὑποψία περσικοῦ φόβου καὶ τῶν ἐκεῖθεν ἐπηρτημένων κινδύνων.
[←342]
Ο όρος Βυζαντινή Αυτοκρατορία εφευρέθηκε το 1557, περισσότερο από έναν αιώνα μετά την άλωση τής Κωνσταντινούπολης, από τον Γερμανό ιστορικό Ιερώνυμο Βολφ ( Hieronymus Wolf ). Ο Βολφ εισήγαγε σύστημα βυζαντινής ιστοριογραφίας στο έργο του Σώμα Βυζαντινής Ιστορίας ( Corpus Historiae Byzantinae ), για να διακρίνει την ελληνική ιστορία τού λατινικού Μεσαίωνα από την αρχαία ρωμαϊκή ιστορία και να την αποσυνδέσει από τούς αρχαίους προκατόχους της. Όμως ο όρος δεν τυποποιήθηκε μέχρι τον 18 ο αιώνα, όταν Γάλλοι συγγραφείς όπως ο Μοντεσκιέ ( Montesquieu ) άρχισαν να τον διαδίδουν. Ο ίδιος ο Ιερώνυμος Βολφ είχε επηρεαστεί από το ρήγμα που προκλήθηκε κατά τη διαμάχη τού 9 ου μ.Χ. αιώνα μεταξύ Ρωμαίων («Βυζαντινών» όπως τούς ονομάζουν σήμερα) και Φράγκων, οι οποίοι, υπό τη νεοσυσταθείσα αυτοκρατορία τού Καρλομάγνου και σε συνεννόηση με τον πάπα, προσπάθησαν να νομιμοποιήσουν τις κατακτήσεις τους, ισχυριζόμενοι ότι ήσαν κληρονόμοι των ρωμαϊκών δικαιωμάτων στην Ιταλία και αρνούμενοι στους ανατολικούς γείτονές τους ότι ήσαν πραγματικοί Ρωμαίοι.
[←343]
Rudolf Wolkan (επιμ.), Der Briefwechsel des Eneas Silvius Piccolomini στο Fontes rerum austriacarum [FRA], ii, Abt., τόμ. 68 (Βιέννη 1918), Ep. 109, 200-1. Αντίστοιχο κείμενο υπάρχει και στο Pius ΙΙ, Opera quae extant omnia (Βασιλεία 1551, ανατυπ. Φρανκφούρτη 1967), Ep. 162, 715-16. Παράθεση και μετάφραση από τα αγγλικά από Kenneth Μ. Setton (1978), The Papacy and the Levant, 1204-1571, Volume II: The 15th Century, 5: Perils and Problems after the Fall of Constantinople (1453-1455) (Φιλαδέλφεια 1978, ανατύπ. 1997) 150.
[←344]
doleo templum illud toto terrarum orbe famosissimum Sophie vel destrui vel pollui. doleo infinitas sanctorum basilicas opere mirando constructas vel ruine vel spurcitie Maumethi subjacere. quid de libris dicam, qui illic erant innumerabiles, non dum Latinis cogniti? heu, quot nunc magnorum nomina virorum peribunt? secunda mors ista Homero est, secundus Platoni obitus. ubi nunc philosophorum aut poetarum ingenia requiremus?
[←345]
extinctus est fons musarum, utinam tantum nobis superaret ingenii, ut hanc calamitatem dignis vocibus deplorare possemus.
[←346]
…ecce, quod timui, ex duobus Christianitatis luminibus alterum jam videmus erutum, orientalis imperii eversam sedem, Grecam omnem gloriam extinctam cernimus.
[←347]
Η μετάφραση τού Βησσαρίωνος περιλαμβάνεται στο χειρόγραφο Cod. Oxiniensis (Bodl. Canon. Class. Lat. 131) και αφιερώνεται στον καρδινάλιο Τζουλιάνο Τσεζαρίνι, επικεφαλής τής λατινικής αντιπροσωπείας στη σύνοδο Φερράρας-Φλωρεντίας το 1438-1443, ο οποίος σκοτώθηκε στη σταυροφορία τής Βάρνας το 1444. Η χρονολογία τού χειρογράφου προσδιορίζεται περαιτέρω από το γεγονός, ότι ο Βησσαρίων αναφέρεται σε αυτό ως επίσκοπος Τούσκουλου και καρδινάλιος-λεγάτος τής Μπολώνια, όπου το τελευταίο αυτό αξίωμα κατείχε μεταξύ των ετών 1450 και 1455. Βλέπε Arnaldo Momigliano, Secondo Contributo Alla Storia Degli Studi Classici, Edizioni di Storia e Letteratura (Ρώμη 1984) 146.
[←348]
Xenophontis de factis et dictis Socratis, memoratu dignis Bessarione, lib. IV, Μazoccho (Ρώμη 1521).
[←349]
Ad principem senatumquem Venetiarum, Bibliothecam suam omni librorum genere instructissimem eidem senatui defert ac donat. Sapientissimi cardinalis Bessarionis opera omnia, στο J. P. Migne, Patrologiae Graecae, τόμος CLXI (Παρίσι 1866) 700.
[←350]
«… Et Xenophontis Ascensus Cyri, in papyris…», Catalogum bibliothecae Bessarionis κλπ., στο J. P. Migne, Patrologiae Graecae, τόμος CLXI (Παρίσι 1866) 701-12.
[←351]
Βησσαρίων, Έγκώμιον εἰς Τραπεζοῦντα, 25-26.
[←352]
Ἐντεῦθεν Ἕλληνες ἄνθρωποι καὶ τὴν Ἑλλήνων φωνήν τε καὶ γλῶτταν προϊέμενοι καὶ τιμῶντες ἐλευθερίας τε καὶ ἰσονομίας ἀντιποιούμενοι μόνοι μέσον ᾤκουν βαρβάρων, κύκλῳ περικεχυμένων ἐς πλῆθος, καὶ τῆς Περσῶν ἀρχῆς τε καὶ δυναστείας, πολλὰ μὲν δυναμένων, πάντα δὲ καταδουλωσαμένων, πλείω δὲ περιεζωσμένων ἀρχήν τε καὶ ἐξουσίαν καὶ γῆς ὡς εἰπεῖν ἡγουμένων ἁπάσης.
[←353]
Ἄρτι γοῦν συνῳκισμένοι καὶ οἷα εἰκὸς τόν τε ἀριθμόν ὄντες οὐ πάνυ πολλοὶ τήν τε ἰσχὺν ἀσθενεῖς, ὅμως εὐθὺς ἐξ ἀρχῆς ἔδειξαν Ἕλληνες ὄντες, γένος ἀδέσποτον καὶ ἀδούλωτον καὶ μόνον ἐλεύθερον τήν τε ψυχὴν τά τε σώματα, Σινωπεῖς τε καὶ Μιλησίους καὶ ἔτι πρότερον Ἀθηναίους τοὺς σφῶν πατέρας μιμούμενοι, τοὺς μὲν οἵας ἴσμεν ἀποκρίσεις ἐπιόντων αὐτοῖς τῶν βαρβάρων ἀποκεκριμένους ἔργα τε διὰ πάντων ἐπιδειξαμένους τίνος οὐκ ἄξια, τοὺς δ ’ ἐν μέσοις μὲν τοῖς βαρβάροις οἰκοῦντας, οὐδὲν δ ’ ἐπιστρεφομένους αὐτῶν, ἀλλ ’ ἐς ὅσον ἐξῆν ὑπὲρ ἐλευθερίας τοῖς τῆς οἰκουμένης δεσπόταις ἀνταίροντας καὶ μετέχοντας ἰσοπολιτείας αὐτοῖς, οὐδὲν οὐ τοῦ φρονήματος, οὐ τοῦ τῆς ψυχῆς ἐφεῖσαν ἐμβριθοῦς καὶ γενναίου, οὐδ ’ ἀνάξιον οὐδὲν τῶν προγόνων καί τῆς ἑλληνικῆς ἐπεδείξαντο δόξης, ἀλλ ’ ὥσπερ οὐ γῆς μᾶλλον ἤ τῆς ἐκείνων ἐκπεμφθέντες ἀρετῆς κληρονόμοι πρὸς αὐτούς τε διεπράττοντο πᾶν ἀναφέροντες κἀκείνοις καὶ τύπον ποιούμενοι καὶ παράδειγμα, διεγίγνοντο φύσει τοῖς βαρβάροις ὄντες πολέμιοι καὶ ἀσύμβατοι καὶ μεγίστοις αὐτῶν ὅροις φωνῇ τε καὶ ψυχῇ διιστάμενοι καὶ κοινὸν οὐδέν αὐτοῖς ἔχοντες.
[←354]
J. P. Migne, Patrologiae Graecae, τόμος CLXI, 701-712.
[←355]
In capsa signata A sunt codices hi, quorum inscriptiones hic infra adnotatae videntur… Simplicii in librum de coelo et mundo, imperfectus et inordinatus; et erotemata Ptochoprodromi, in papyris, etc. … In capsa signata E ponderis librarum 230, sunt codices infrascripti: …Musaei Hero et Leander… In capsa signata V ponderis librarum 230 sunt libri infrascripti… Chrysostomi in Psalterium … Chrysostomi in Psalterium, et eiusdem De virginitate, et aliae orationes pulchrae, in pergamenis… In capsa signata 9 ponderis librarum 230 sunt libri infrascripti… Psalterium cum expositionibus plurimorum doctorum optimum, in pergamenis…
[←356]
The Aldine Press: Catalogue of the Ahmanson-Murphy Collection of Books by or Relating to the Press in the Library of the University of California, Los Angeles, Incorporating Works Recorded Elsewhere (Λος Άντζελες 2001).
[←357]
«Title: Xenophon in hoc volumine continentur infrascripta opera Xenophontis. Paedia Cyri Perfarum Regis. De Venatione. De re publica et de legibus Lacedaemoniorum. De regis Agesilai Lacedaemoniorum laudibus. Apologia pro Socrate. Opuseulum de Tyrannide.
Contents: title, letter from Filippo Beroaldo to Gregorius Fliscus, Xen. Cyr. trans. Francesco Filelfo, de ven. trans. Ognibene Leoniceno, preface to Laced. from Filelfo to Pope Nicholas V, Laced. trans. Filelfo, preface to Ages., from Filelfo to Pope Nicholas V, Ages., apol. trans. Leonardo Bruni, preface to Hiero by Bruni, Hiero, trans. Βruni.» (ό. π., σελ. 506).
[←358]
Gordon Griffiths, “Classical Greece and the Italian Renaissance: Reception of Greek Knowledge by the Humanists of the Early Italian Renaissance: The Example of Leonardo Bruni”, στο Carol G. Thomas (επιμ.), Paths from Ancient Greece (Λάιντεν 1988) 93-118.
[←359]
Leonardo Bruni, Rerum suo tempore gestarum Commentarius, Rerum Italicarum Scriptores, τόμος 19 (Μπολώνια 1926), μέρος 3, 431-432. Μετάφρ. από Griffiths (1988): 95-96 (βλέπε προηγούμενη σημείωση).
[←360]
K. N. Σάθας, Νεοελληνικὴ Φιλολογία. Βιογραφίαι τῶν ἐν τοῖς γράμμασι διαλαμψάντων Ἑλλήνων ἀπὸ τῆς καταλύσεως τῆς Βυζαντινῆς αὐτοκρατορίας μέχρι τῆς Ἑλληνικῆς ἐθνεγερσίας (1453-1821). Έν Ἀθήναις, Τυπογραφία τέκνων Ἀνδρέου Κορομηλᾶ, 1868, 113-118.
[←361]
Στη Bibliothèque Nationale, ms. fr. 702. Bλέπε Émile Legrand, Bibliographie hellénique, ΙΙ (Παρίσι 1885), clviii-clix.
[←362]
Claude de Seyssel, Histoire du voyage que fist Cyrus (Παρίσι 1529), φύλλο iia.
[←363]
Et avec moy si trouva messire Iehan Lascary…. Si priay ledit Lascary quil voulsist celle histoire me declairer & exposer en latin affin que ie la peusse de latin translater en françoys. Lequel la tresvolentiers fait.
[←364]
Virginia Brown και άλλοι, Catalogus Translationum et Commentariorum: Mediaeval and Renaissance Latin Τ ranslations and Commentaries, Τόμος 7, Anabasis (Ουάσιγκτον 1992), 101-109.
[←365]
Brown et. al. (1992), βλέπε προηγούμενη υποσημείωση.
[←366]
Κ. Ν. Σάθας, Νεοελληνικὴ Φιλολογία. Βιογραφίαι τῶν ἐν τοῖς γράμμασι διαλαμψάντων Ἑλλήνων, ἀπὸ τῆς καταλύσεως τῆς Βυζαντινῆς Αὐτοκρατορίας μέχρι τῆς Ἑλληνικῆς Ἐθνεγερσίας (1453-1821). Ἐν Ἀθήναις, ἐκ τῆς τυπογραφίας τῶν τέκνων Ἀνδρέου Κορομηλᾶ, 1868, Παράρτημα, σελ. 11.
[←367]
Πρῶτος ὁ Νικόλαος Σοφιανὸς ἐσπούδασε νὰ υπαγάγῃ ὑπὸ μεθοδον καὶ κανονίσῃ τὴν καθωμιλημένην ἑλληνικὴν γλῶσσαν, ἥτις, ὡς ὁμολογεῖ ἐν τῇ πρὸς τὸν καρδινάλιον Ἰωάννην πρίγκηπα τῆς Λοῤῥαίνης λατινικῇ προσφωνήσει τῆς γραμματικῆς του, οὐδόλως κατωτέρα εἶναι τοῦ Πλάτωνος, τοῦ Δημοσθένους, καὶ τοῦ Ξενοφῶντος, αἱ δὲ συγκροτοῦσαι αὐτὴν λέξεις οὐ μόνον ἀκραιφνεῖς καὶ γνήσιοι, καὶ ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων κατὰ βαθμὸν διαπεμφθεῖσαι, ἀλλὰ καὶ θαυμασίως ὀλιγοσύλλαβοι, καὶ ἐν τέλει ὅτι δι’ ὀλίγων καὶ σταθερῶν κανόνων εὔκολος ἡ ἐκμάθησις αὐτῆς ἀποβαίνει.
[←368]
Πλούταρχος, Περὶ παίδων ἀγωγῆς 15.
[←369]
Emile Legrand (επιμ.), Nicolas Sophianos, Grammaire dy Grec Vulgaire et traduction en Grec Vulgaire du Traité de Plutarque sur l’ Éducation des Enfants, Collection de monuments pour servir à l’étude de la Langue Néo-Hellénique, Nouvelle Série (Παρίσι 1874), σελ. 118.
[←370]
Ο Κέβης καταγόταν από τη Θήβα και ήταν μαθητής τού Σωκράτη. Είναι ένας από τούς ομιλητές στον διάλογο Φαίδων τού Πλάτωνος.
[←371]
…ὅταν μὲν γὰρ ἀποβλέψω πρὸς τοὺς πατέρας τοὺς αὐθεκάστους καὶ τὸν τρόπον ὀμφακίας καὶ στρυφνούς, οἳ τῶν τέκνων ὕβριν οὐκ ἀνεκτὴν τὴν τῶν ἐρώντων ὁμιλίαν ἡγοῦνται, εὐλαβοῦμαι ταύτης εἰσηγητὴς γενέσθαι καὶ σύμβουλος. ὅταν δ’ αὖ πάλιν ἐνθυμηθῶ τὸν Σωκράτη τὸν Πλάτωνα τὸν Ξενοφῶντα τὸν Αἰσχίνην τὸν Κέβητα, τὸν πάντα χορὸν ἐκείνων τῶν ἀνδρῶν οἳ τοὺς ἄρρενας ἐδοκίμασαν ἔρωτας καὶ τὰ μειράκαι προήγαγον ἐπί τε παιδείαν καὶ δημαγωγίαν καὶ τὴν ἀρετὴν τῶν τρόπων, πάλιν ἕτερος γίγνομαι καὶ κάμπτομαι πρὸς τὸν ἐκείνων τῶν ἀνδρῶν ζῆλον.
[←372]
Η Ελληνο-«Βυζαντινή» εκπαίδευση άνθισε στις Παραδουνάβιες Ηγεμονίες, ιδιαίτερα κατά την περίοδο τού Κωνσταντίνε Μπρανκοβεάνου (1688-1714). Ο Μπρανκοβεάνου, τον οποίον συνέδεαν με τούς Φαναριώτες οικογενειακοί δεσμοί, καθώς και στενές σχέσεις με την Ελληνική Εκκλησία, υπήρξε προστάτης τής Ελληνο-«Βυζαντινής» εκπαίδευσης και γνώσης, καθώς και αυθεντικός «Βυζαντινός» πρόδρομος των Φαναριωτών [Börje Knös (1962), L’ Histoire de la Littérature néo-grecque, Ούψαλα, 4]. Για τούς Καντακουζηνούς βλέπε Ν. Iorga, Despre Cantacuzini (Βουκουρέστι 1902).
[←373]
Ν. Iorga, Byzance après Byzance (Βουκουρέστι 1935), 212-13.
[←374]
Cront Georges (1974), “Le Droit Romano-Byzantine dans le Pays Roumains à l’ Époque Phanariote”, Symposium.
[←375]
Ἰώσηπος Μοισιόδαξ, Πραγματεία περὶ παίδων ἀγωγῆς ἤ Παιδαγωγία (Βενετία 1779) 131-32.
[←376]
Τὸ σκοπιμώτατον τέλος τῆς ἀναγνώσεως εἶναι κυρίως ἡ κατάληψις τῆς ἑλληνικῆς. Πρέπει τὸ λοιπὸν, ὅτι τὰ παιδία πρέπει νὰ βάλλωνται κατὰ πρῶτον εἰς ἕνα συγγραφέα, τὰ νοήματα τοῦ ὁποίου οὐχὶ μόνον νὰ ἀνταποκρίνωνται τῇ καταληπτικῇ δυνάμει αὐτῶν, ἀλλὰ κατὰ τὸ αὐτὸ νὰ ἐγχέωσιν αὐτοῖς ἡδονὴν: πρᾶγμα, τὸ ὁποῖον διεγείρει τὴν περιέργειαν αὐτῶν, καὶ προθυμοποιεῖ αὐτὰ μᾶλλον καὶ μᾶλλον πρὸς τὰ ἑπόμενα. Τοιοῦτοι εἶναι κυρίως οἱ λεγόμενοι μῦθοι τοῦ Αἰσώπου. Ὁ νεοττὸς, ὁ κάνθαρος, ὁ λαγωὸς, ἡ ἀηδώ, καὶ τὰ τοιαῦτα, πράγματα πάντα συνήθη τοῖς παιδίοις, καὶ πρὸς τὰ ὁποῖα αὐτὰ τρέφουσι κλίσιν φυσικὴν, μεγάλως θέλγουσιν αὐτά, καὶ προσέχουσι τῇ πλαστουργίᾳ αὐτοῖς μὲ πᾶσαν προθυμίαν. Μετὰ τοὺς μύθους, νομίζω, πῶς πρέπει νὰ βάλλωνται εἰς τὸν βίον τοῦ Αἰσώπου..
[←377]
Μετὰ τὸν βίον τοῦ Αἰσώπου, νομίζω, πῶς πρέπει να βάλλωνται εἰς τὸ ἐνύπνιον τοῦ Λουκιανοῦ, καὶ πάλιν μετὰ τοῦτο εἰς τοὺς νεκρικοὺς διαλόγους τοῦ αὐτοῦ. …
[←378]
Μετὰ τὸν Λουκιανὸν, νομίζω, πῶς συμφέρει νὰ βάλλωνται εἰς τὸν Ἡρωδιανὸν, εἶτα εἰς τὸν Ἀριανὀν, εἶτα εἰς τὴν Κύρου Παιδείαν, εἶτα εἰς τὴν ἱστορίαν τοῦ αὐτοῦ Κύρου, εἶτα εἰς τὸ περὶ ἀναβάσεως τοῦ Κύρου: τὰ πάντα συγγράμματα τοῦ Ξενοφῶντος.
[←379]
Κ. Θ. Δημαράς, Νεοελληνικός Διαφωτισμός , 5 η έκδοση (Αθήνα 1989) 19-20.
[←380]
Α. Κοραής, Στοχασμοὶ Αὐτοσχέδιοι περὶ τῆς Ἑλληνικῆς παιδείας καὶ γλώσσης. Τόμος Πρῶτος. Εν Παρισίοις, ἐκ τῆς Τυπογραφίας Κ. Ἐβεραρτού, 1833, 168-170.
[←381]
Πρὸς τοὺς Ἕλληνας.
…Εἰς τὴν συλλογὴν ταύτην πρέπει νὰ εὑρίσκωνται,
1. Πολλά ὀλίγοι τινές μῦθοι τοῦ Αἰσώπου…
[←382]
2. Μετὰ τοὺς Αἰσωπικούς μύθους ἀς συντάξῃ φρόνιμον ἐκλογὴν ἀπὸ τοῦ Χρυσολωρᾶ τὰς μονοστίχους γνώμας…
Ο Κοραής πίστευε ότι το έργο Γνῶμαι μονόστιχοι κατὰ στοιχεῖον ἐκ διαφόρων ποιητῶν ήταν σύνθεση τού Μανουήλ Χρυσολωρά, επειδή το έργο αυτό, το οποίο είχε εκδοθεί για πρώτη φορά από τον Ιανό Λάσκαρι το 1494 στη Φλωρεντία, τυπώθηκε το 1512 σε έναν τόμο που έφερε τον τίτλο Ἑρωτήματα, δηλαδή τον τίτλο τού εγχειριδίου γραμματικής τού Χρυσολωρά, αν και ο τόμος περιείχε και πολλά άλλα έργα. Μάλιστα αργότερα, το 1760, οι Γνῶμαι μονόστιχοι τυπώθηκαν ξεχωριστά, ως έργο, υποτίθεται, τού Μανουήλ Χρυσολωρά.
[←383]
3. Ἀς ἀκολουθη μετὰ ταύτας ἡ πρὸς Δημόνικον παραίνεσις τοῦ Ἰσοκράτους ὁλόκληρος.
[←384]
4. Ταύτης κατόπιν ὁ θαυμάσιος καὶ θαυμασίως γραμμένος ἀπὸ τὸν Ξενοφῶντα μῦθος τοῦ Προδίκου περὶ τῆς νεότητος τοῦ Ἡρακλέους, μῦθος τοῦ ὁποίου τὴν δύναμιν τόσον ἐγνώρισε καλὰ ὁ φιλάρετος Σωκράτης, ὥστε τὸν μετεχειρίζετο συνεχῶς εἰς διδαχὴν τῶν νέων. …
[←385]
…Τοιαῦτα ὅπλα εἶναι ὅλα σχεδὸν τὰ ἠθικὰ παραγγέλματα τοῦ Σωκράτους, εὑρισκόμενα εἰς τὸν Πλάτωνα καὶ Ξενοφῶντα, ἀλλὰ περισσότερα καὶ καταπειστικώτερα εἰς τὸν Ξενοφῶντα …
[←386]
… Ἀπὸ τὰ μεγάλα τῆς Ἑλλάδος καυχήματα ἕν, ἤ μᾶλλον εἰπεῖν, τὸ πρῶτον εἶναι ὁ Σωκράτης. Ὅμοιὸν του εἰς τὴν ἀρετὴν κανὲν ἔθνος ἀκόμη δὲν ἐγέννησεν ἄλλον…
[←387]
Βορυσθένης ήταν το αρχαιοελληνικό όνομα τού ποταμού Δνείπερου, καθώς και ομώνυμη αρχαιοελληνική αποικία στις εκβολές τού ποταμού στον Εύξεινο Πόντο.
[←388]
Κ. Θ. Δημαράς, Ἱστορία τῆς Νεοελληνικῆς Λογοτεχνίας ἀπὸ τὶς πρῶτες ρίζες ὥς τὴν ἐποχὴ μας , 9η έκδοση (Αθήνα 2000) 230-232.
[←389]
Ο Μαυροκορδάτος, ως Φαναριώτης, είχε συγγενείς στο Φανάρι τής Κωνσταντινούπολης, τής πρωτεύουσας τού οθωμανικού κράτους.
[←390]
Ἀλεξάνδρου Μαυροκορδάτου, Βόσπορος ἐν Βορυσθένει. Ἐν Μόσχᾳ. Ἐν τῷ τῆς Κοινότητος Τυπογραφείῳ, 1810, 211-237.
[←391]
Εἰς ψύχους ὀχληρὸν καιρὸν πρὸς βόρεια τὰ μέρη,
Ὅπου ἡ φύσις πάσχουσα ἀθλίως ὑποφέρει·
…
Ἵνα μὴ πλήττωμαι κακῶς ἐξ ἰδεῶν ποικίλων,
Μὴ ἔχων πρὸς ἀναψυχὴν συνομιλίαν φίλων,
Ἐγγὺς προσῆλθον τοῦ πυρὸς ἐκεῖ μιᾶς καμίνου,
Τὸ ψῦχος αἰσθανόμενος τοῦ κλίματος ἐκείνου·
Καὶ βίβλον τότ’ εἰς χεῖρας μου λαβὼν πρὸς ἀσχολίαν,
Καθήσας ἀνεγίνωσκον τὴν κόσμου ἱστορίαν.
Ἐξ ἀτονίας δὲ νοὸς, καὶ σώματὸς μου τέως,
Ὁ ὕπνος τὰς αἰσθήσεις μου κατέλαβεν εὐθέως.
[←392]
Γύρωθεν ἤκουον φωνὰς μὲ ταραχὴν ἀγρίαν,
Ἀνδρῶν, παιδίων, γυναικῶν, ὡς ἄλλην τρικυμίαν,
……
Καταθλιβόμενος λοιπὸν ἐκ λογισμῶν μυρίων,
Νεφέλας βλέπω φωτεινὰς ἐκεῖθεν τῶν χωρίων·
Μέσον δὲ τούτων μ’ ἔκστασιν κυττάζω συναγμένους
Μυθολογίας τοὺς Θεοὺς, πολλὰ τεταραγμένους.
Ἔβλεπον τὸν Ἀπόλλωνα, Δίαν, καὶ Ποσειδῶνα,
Τὸν Ἄρην καὶ τὴν Ἀθηνᾶν εἰς μέγιστον αγῶνα.
Ἐφιλονείκουν μεταξὺ μετὰ φωνῆς ἀγρίας,
Καὶ κύπτοντες ἐδείκνυον μ’ ὀργὴν τὰς κατοικίας·
Ὅτ’ ἦλθον μὲ ἀπόφασιν ἐκφώνειν μετὰ μένους
Ἵν’ ἀφανίσωσιν ἐκεῖ τοὺς νῦν εὑρισκομένους·
Νὰ ἐξαλείψωσιν αὐτοὺς ἐκ τῆς σειρᾶς τῶν ζώντων
κ’ ἐπωνυμίαν ἐν ταὐτῷ τοῦ γένους ἐκ τῶν ὄντων.
Ἠπείλουν τὸν κατακλυσμὸν τῆς γῆς ἐκείνης ὅλης,
Ἵν’ ἀπολέσωσιν αὐτῶν τὰς χώρας καὶ τὰς πόλεις.
Ἡ Ἀθηνᾶ δὲ κράζουσα, ἠρώτα τὰς αἰτίας
τῆς τόσης φοβερᾶς αὐτῶν ὀργῆς καὶ ἀπορίας.
«Καὶ πόθεν», λέγ’, «ἡ ἄτρεπτος τοιαύτη καταδίκη;
Δικαία δὲν μοὶ φαίνεται Διὸς τοιαύτη δίκη.»
[←393]
Τῇ ἀπεκρίθη τότ’ ὁ Ζεὺς, καὶ μὲ φωνὴν βαρεῖαν
τὸν κάθε λόγον ἐκφωνεῖ ὡσὰν βροντὴν ἀγρίαν.
«Τὸ αἴτιον τῆς κατ’ αὐτῶν ὀργῆς ἡμῶν τῆς τόσης
Ἐν πρώτοις τῶν ἡρωϊκῶν ἠθῶν ἐστὶν ἡ πτῶσις·
Ἀνδρῶν μεγίστων ἔκγονοι, ἀπόγονοι ἡρώων,
αἰῶνας νὰ διάγωσι ζωὴν ὁμοίαν ζώων!
Νὰ φέρωντ’ ὡς θηλυγενεῖς καὶ χαῦνοι, κεχῃναῖοι,
Χωρὶς γενναῖον φρόνημα, καὶ γέροντες καὶ νέοι!
Τὸν ζῆλον τὸν χρεωστικὸν, ἤ καὶ μικρὰν θυσίαν,
Ὑπὲρ πατρίδος πώποτε δὲν ἐδειξαν καμμίαν.
Ὥστε καὶ παίγνιον ἐθνῶν ν’ ἀποκατασταθῶσι,
ἀεὶ καταφρονούμενοι χωρὶς νὰ ἐντραπῶσι.
Ὑπὸ ζυγὸν ἐστάθησαν καὶ γένη κατὰ τόπους,
Πλὴν καὶ ἐπανορθώσεως ἐφεύρισκον τοὺς τρόπους·
Αὐτοὶ δὲ ἀδιάφοροι, ὡς ξένοι τῆς πατρίδος,
Ζωὴν διάγουσι κακῶς ἀεὶ ἄνευ φροντίδος.
[←394]
Βαρβάρους ἐκατήντησαν οἱ γείτονες μὲ λόγον
Νὰ ὀνομάζωσιν αὐτοὺς μετὰ μυρίων ψόγων.
Καὶ ποῖον λέγουσιν αὐτοὶ μὲ βάρβαρον τὸ ἦθος;
Τὸ γένος, ὅ ποτ’ ἔκραζεν ὡσαύτως ξένον πλῆθος·
Τὸ γένος, ὅ ποτ’ ἔθαλλε μὲ δόξαν εἰς σοφίαν,
Εἰς ἔργα τὰ ἡρωϊκά, καὶ εἰς ψυχῆς ἀνδρείαν·
Τὸ γένος, ὅ ποτ’ ἔδιδε νόμους εἰς ἄλλα γένη,
Ὡς ἐν συνέσει πρώτιστον ἐπὶ τῇ οἰκουμένῃ·
Ὡς ἐν ἀνδρείᾳ φοβερὸν καὶ εἰς τὰς ἐκστρατείας,
Ὥς ἔμπλεον ἐπιστημῶν καὶ τῆς φιλοσοφίας.
[←395]
Τοὺς ἀπογόνους οὖν αὐτοῦ τοῦ περιφήμου γένους
Τανῦν τοὺς βλέπεις εὐτελεῖς καὶ τεταπεινωμένους,
Χλευαζομένους γενικῶς ὡς χαμερπεῖς τῇ φύσει,
Ἡ γενναιότης εἰς αὐτοὺς μὴ οὖσα νῦν ἐν χρήσει.
Ἰδοὺ τῆς καταστάσεως αὐτῶν τὰ ἐνεστῶτα,
Τὰ μέλλοντ’ ἄρα ἔσονται ὁμοίως ὡς τὰ πρῶτα·
Ἀφ’ οὗ τὸ αἴτιον αὐτῆς τῆς ἄκρας δυστυχίας
Εἶναι ἡ πάντῃ ἔλλειψις τῆς τούτων ὁμονοίας.
Ὁπόταν ἡ ὁμόνοια ἐλλείπει εἰς ἕν γένος,
Ἀφεύκτως ἡ καταστροφὴ προφθάνει ἑπομένως.
Κ’ εἰς δυστυχήματος καιρὸν ἐὰν αὐτὴ λανθάνῃ,
Καὶ τὸ κακὸν ἐξ ἅπαντος μ’ ἐπιδρομὴν αὐξάνει.
[←396]
Αὐτοὶ δὲ τὴν ὁμόνοιαν ποτὲ δὲν εἶχον βάσιν
Ἐν μέσῳ τῶν καταφορῶν, κ’ εἰς πάσαν βίου στάσιν.
Ἡ ἐπιστήμη νῦν αὐτῶν ἐστὶν ἡ φιλαυτία,
ὁ φθόνος, αἱ καταδρομαί, καὶ ἡ ἀσυμφωνία.
Οὐδεὶς πρὸς τὸ κοινὸν καλὸν τοῦ γένους του φροντίζει,
καθὼς δι’ ἴδιον αὐτοῦ εὐτύχημα βαδίζει.
Ἰδοὺ τὰ ἤθη δυστυχῶς αὐτῶν ὡς καὶ αἱ πράξεις,
Χωρὶς ποτὲ νὰ μιμηθοῦν καλὰς γειτόνων τάξεις·
Καὶ τὸ φιλότιμον αυτῶν τὸ ὑπὲρ τῆς πατρίδος,
Τὴν ἔμφρονα ἐπιμονὴν καὶ βάσιν τῆς ἐλπίδος,
Ἥν ἔχουσι φροντίζοντες πρὸς στηριγμὸν τοῦ γένους,
Μὲ σταθερὰν ἀνθίστασιν πρὸς τοὺς ἀντικειμένους.
Ἄν οὖν τὸ χρἐος γενικῶς ἐκ τούτων ἀγνοεῖται,
Τὸ γένος τί παράδοξον πῶς ἐν πτωχείᾳ κεῖται;
[←397]
Καὶ ἄν ματαίως τρέφωσιν ἐλπίδας βοηθείας
Τῶν ἄλλων πρὸς ἀπαλλαγὴν αὐτῶν τῆς δυστυχίας,
Σαθροὺς ἐς ἄκρον στοχασμοὺς νομίζουσιν ὡς βάσεις,
Καθὼς τ’ ἀποδεικνύουσιν ἐν γῇ αἱ περιστάσεις.
Γειτόνων τὴν βοήθειαν καὶ χάριτας, ὡς πρέπει,
Ὁ τρόπος ὁ ἡρωϊκὸς τοῦ γένους τὰς προτρέπει.
Καθότι ἡ ὑπόληψις ἐστὶν ἡ πρώτη βάσις,
Εἰς τὰς τοιαύτας καιρικὰς τοῦ κόσμου περιστάσεις.
[←398]
Καὶ τότε βλέποντες καλῶς τὸ τοῦ φρονήματὸς του
Γενναῖον καὶ τὸ εὐσταθὲς, προφθάνουσιν ἐμπρὸς του,
Tοῦ γένους πλὴν τὴν σύστασιν ἁπλῶς ἄν καρτεροῦσι
Ἐκ τῆς γειτόνων συνδρομῆς, δὲν γίνετ’ ὡς θαῤῥοῦσι.
Ἐλεύσονται μὲν στρατειαὶ μὲ πλῆθος λεγεώνων,
Οὐδέποτε πλὴν πρὸς καλὸν αὐτῶν τοῦ γένους μόνον.
Γένος οὐδὲν ἐπὶ τῆς γῆς ὑπὸ γενῶν ἑτέρων
Δεν βοηθεῖται πώποτε χωρὶς πολὺ συμφέρον.
[←399]
Καὶ τὸ συμφέρον νῦν αὐτῶν ἐστὶν ὑπ’ ἐξουσίαν
Νὰ καταφέρωσι κοινῶς τὸ γένος μ’ εὐκολίαν.
Ὡς οὖν ὑπήκοοι εἰσὶν αὐτῆς τῆς βασιλείας,
Τὴν αὔριον γενήσονται τῆς ἄλλης δυναστείας·
Καὶ ἔσονται παντοτεινῶς ὑπὸ ζυγὸν ἑτέρων,
Μὴ θέλοντες φρονεῖν ὀρθῶς διὰ τὰ πρὸς συμφέρον.
Ὅθεν τὸ γένος ἔπεσε σχεδὸν ὡς τῶν Ἑβραίων,
Μὴ ἔχον κἄν ὁμόνοιαν, οὐδὲ ψυχῆς γενναῖον·
[←400]
Πρὸ χρόνων δὲ προσμένομεν μεταβολὴν κᾀμμίαν
Τῆς καταστάσεως αὐτῶν μὲ γνώμης συμφωνίαν,
Καὶ βλέποντες μὲ θαυμασμὸν ὅτ’ ἀδιαφοροῦσιν
Ὑπὲρ πατρίδος ἅπαντες, καὶ δὲν ὀρθοποδοῦσι,
Ἀπεφασίσαμεν λοιπὸν νὰ καταποντισθῶσι,
Ἐν κόσμῳ ὡς ἀνωφελεῖς τοιοῦτοι νὰ μὴ ζῶσι·
Καὶ νὰ ἐκλείψωσι κακῶς ὡς αἶσχος τῶν προγόνων,
<Ὡς ἕν τοῦ γένους ὄνειδος, καὶ ὡς μομφὴ γειτόνων».
[←401]
Σταθεῖσα δὲ ἡ Ἀθηνᾶ ἐκφώνει μ’ ἀποδείξεις,
ὅτ’ ἡ ἀπόφασις αὐτῶν εἶν’ ἀδικίας δεῖξις·
Κακοποιΐας μέγιστος βαθμὸς, καὶ χωρὶς λόγον,
Καὶ πάντων τῶν εἰς Ὄλυμπον ἐφέλκουσα τὸν ψόγον,
«Ὅτ’ εἶναι», λέγει, «μεταξὺ ζιζάνια ἀχρεῖα,
Ἅπαν το γένος να χαθῇ εἶν’ ἄλογος παιδεία.
Βεβαίως τὸ ἀσύμφωνον οὐ μόνον εἶν’ ἀχρεῖον,
Ἀλλὰ καὶ πρόξενον σαφῶς δυστυχιῶν μυρίων,
Ὁμολογούμενον κακὸν τοῖς πᾶσι κατὰ πρᾶξιν,
Ὅσον τοῦ γένους μεταξύ, κ’ εἰς κάθε βίου τάξιν.
Δὲν πρέπει ὅμως γενικῶς τοιοῦτον μέγα σφάλμα
Νὰ ὑποθέτετ’ εἰς σχεδὸν τοῦ γένους κάθε τάγμα.
Τὸ ἐντελὲς καὶ ἄμεμπτον εἰς φύσιν τῶν ἀνθρώπων
Ὁπόταν οὐκ ἐνδέχεται κατὰ μηδένα τρόπον,
Τὸ γένος ἕπεται λοιπὸν καὶ μερικῶς νὰ σφάλλῃ,
Τῶν ἄλλων πλὴν τὰ σφάλματα ποσῶς δεν ὑπερβάλλει.
Τὰ αἴτια δὲν εἶν’ αὐτὰ τῆς στάσεώς των ὅλως,
Ἀλλὰ τῶν περιστάσεων ὁ ροῦς ἀναμφιβόλως.
[←402]
[←403]
Ἡ Εἱμαρμένη δυστυχῶς οὐ μόνον ὑποτάζει
Θνητοὺς εἰς αποφάσεις της, πλὴν καὶ ἡμᾶς βιάζει.
Ἵνα ἡ βούλησις αὐτῆς ἀτρέπτως λάβῃ πέρας,
Ὡς ἐν Ὀλύμπῳ παρ’ ἡμῖν, καὶ ἐπὶ γῆς τῆς σφαίρας,
Αὕτη οὖν ἅπαντα, ὦ Ζεῦ, ὡς θέλει καταφέρει,
Καὶ κατὰ τὴν βουλὴν αὐτῆς ὁ κόσμος ὑποφέρει.
Ὅθεν καὶ ὅσα κατ’ αὐτῶν λαλοῦσι μ’ ἀδικίας,
Εὐκόλως ἀποδείκνυνται ὑπερβολαὶ κακίας.
[←404]
Δὲν εἶν’ εὐκαταφρόνητον τὸ γένος ὡς θαῤῥεῖτε,
Οὐδὲ ποσῶς θηλυγενὲς, καθὼς τὸ ἐννοεῖτε.
Ὡς τῶν προγόνων καὶ αὐτῶν ἡ τόλμη καὶ ἀνδρεία
Εἰς περιστάσεις πάντοτε ἐφάνη παρομοία.
Οὐδεὶς τὴν γενναιότητα ψυχῆς αὐτῶν εὐκόλως
Μὲ ἀποδείξεις ν’ ἀρνηθῇ δὲν ἠμπορεῖ οὐδόλως.
Εἰς ἐκστρατείας κατ’ ἐχθρῶν, καθὼς διὰ θαλάσσης,
Ὁμοίως καὶ διὰ ξηρᾶς θέλουν σταθῇ μ’ ἐκβάσεις.
[←405]
Καθὼς καὶ τὸ ἀπέδειξαν εἰς καιρικὰς αἰτίας,
Ἄν μετ’ ὀλίγης τακτικῆς, πλὴν νουνεχοῦς ἀνδρείας,
Ἡ ἐμπειρία ναυτικῆς εἶν’ ὡς δευτέρα φύσις
Τοῦ γένους, καὶ εἶν’ ἄξιον εἰς διαφόρους χρήσεις.
Καὶ ἐπιστήμονας πολλοὺς καὶ ἄνδρας μὲ σοφίαν
Εὑρίσκεις μεταξὺ αὐτῶν χωρὶς ἀμφιβολίαν.
Ἐκ τῆς πατρίδος γὰρ ποτὲ δὲν ἔλλειψαν σχολεῖα,
Εἰδήμονες διδάσκαλοι, καὶ ἡ μουσῶν παιδεία.
Οὐδὲ ποτὲ ἐκλείψουσιν αἱ μαθημάτων χρήσεις,
Ὅτι εἰς πολυμάθειαν στηρίζουσι τὰς κλίσεις.
[←406]
Τὸ δὲ ὅτι δὲν ἔχουσιν αὐτοὶ τοῦ γένους τάξιν,
Πολιτικῆς τὴν σύστασιν, καὶ τακτικῆς τὴν πρᾶξιν,
Ἀδίκως μὴν τὸ κρίνετε παράδοξον τοσοῦτον,
Ἀφ’ οὗ βιοῦσι δυστυχῶς ὑπὸ ζυγὸν τοιοῦτον·
Ἀείποτε βαρβαρικῶς, καὶ μεθ’ ὑπεροψίας
Καταπατούμενοι κακῶς ὑπὸ τῆς ἐξουσίας.
Ἐν τίνι τρόπῳ δύνανται λοιπὸν αὐτοὶ μὲ βάσιν
Νὰ βάλωσι τὴν ὕπαρξιν αὐτῶν εἰς καλὴν στάσιν;
Ἔτι καὶ ἄλλως ἄς εἰπῶ, καθ’ ὅ γνωρίζω λίαν
>Τὰ ἰδιώματα ψυχῆς αὐτῶν καὶ τὴν ἀνδρείαν.
[←407]
Εἰ καὶ ὑπήκοοι εἰσὶ Δεσπότου πάντῃ ξένου,
Ἐκ τῆς θρησκείας καὶ ἠθῶν αὐτῶν μεμακρυσμένου,
Ἄν ἔλλειπ’ ἡ κατάχρησις αὐτὴ τῆς δυναστείας,
Κ’ ἐδιοικοῦντο εὐμενῶς μὲ τρόπους εὐνομίας,
Ὡς τὸ πολὺ τῆς θλίψεως γεννᾷ παραφροσύνην,
Ὡσαύτως τρόπος ὁ καλὸς φέρει εὐγνωμοσύνην,
Χρεωστικῶς τὸν σύνδεσμον εἰλικρινοῦς φιλίας
Εἰς καιρικὰς μεταβολὰς καὶ στάσεις ἐναντίας.
Καὶ τότε τὸ ὑπήκοον ὑπὲρ αὐτῶν συμφώνως
Καὶ εἰς κινδύνους ἤθελε ὁρμήσῃ έπιπόνως.
[←408]
Ὅτι τὸ γένος ἔμφυτον εὐγνωμοσύνην ἐχει
Πρὸς εὐεργέτας ἀληθεῖς, καὶ μὲ χαρὰν συντρέχει.
Ἐκ τούτου καὶ ἡ δύναμις Ἀσίᾳ καὶ ἐν Δύσει
Τοῦ Κράτους κᾄν δὲν ἤθελεν ὡς τόσον ἀτονίσῃ.
Διὸ καὶ τρέχει νῦν κακῶς ἡ δυναστεία τούτων
Ἁπλῶς ἐκ καταχρήσεων διηνεκῶς τοιούτων.
Ἡ δὲ αἰτία τοῦ κακοῦ εἶναι ἡ τῆς θρησκείας
Ἰδέα παρ’ αὐτοῖς σαθρὰ μετ’ ἀδιακρισίας.
Ἡ δόγματος διαφορὰ ὅτι δὲν ἐμποδίζει
Τοῦ κράτους τὴν πολιτικὴν κανεὶς δὲν τὸ γνωρίζει.
[←409]
Εὐρώπης τῶν βασιλειῶν εἰς πάμπολλα τὰ μέρη
Ποτὲ αὐτ’ ἡ διαφορὰ κακὰ δὲν ἐπιφέρει.
Καθότι οἱ δεσπόζοντες οὐδὲ παρατηροῦσι
Τα γένη ἄν εἰς δόγματα μ’ αὐτοὺς δὲν συμφωνοῦσι,
Οὐδ’ ἀποβλέπουσι ποσῶς εἰς τὰς αὐτῶν αἱρέσεις,
Ἀλλ’ εἰς τὰς πρὸς τὸ κράτος των ἀγάπης διαθέσεις.
Καὶ ἄν τὰ γένη ὑπ’ αὐτῶν ἐν εὐταξίᾳ ζῶσι,
Εἰς νόμους καὶ εἰς προσταγὰς χωρὶς ν’ ἀντισταθῶσι,
Προνόμια καὶ χάριτας αὐτὰ τῆς βασιλείας
ἀπολαμβάνουσι κοινῶς ᾀεὶ μετ’ εὐνομίας.
Καθὼς δὲ τὸ ὑπήκοον κακὰ δὲν ὑπομένει,
Καὶ τῶν κρατούντων ἡ ἰσχὺς βεβαίως διαμένει.
[←410]
Η δυναστεία Κινγκ (Qing), η τελευταία αυτοκρατορική δυναστεία της Κίνας, διαδέχθηκε τη δυναστεία των Μινγκ, κυβέρνησε την Κίνα από το 1644 έως το 1912 και αποτέλεσε την εδαφική βάση της σύγχρονης Κίνας. Κατά τη διάρκεια τής βασιλείας τού αυτοκράτορα Κιανλόνγκ (Qianlong, 1735-1796) η δυναστεία έφτασε στο απόγειό της και εδώ αναφέρεται μάλλον ο Μαυροκορδάτος.
[←411]
Εἰς Κίνας τὸ βασίλειον, ὡς ἴδετ’ ἡνωμένους
Τοὺς νικηφόρους παρευθὺς μὲ τοὺς νενικημένους.
Ἡ δὲ διαφορὰ αὐτῶν εἰς δόγμα καὶ λατρείαν
Τελείως δὲν ἐμπόδισε τὴν τούτων ἁρμονίαν.
Ἀλλ’ ὡς ἕν σῶμ’ ἀμφότερα τὰ ἐναντία γένη
Δεσμὸν φιλίας ἔθεσαν ᾀεὶ νὰ διαμένῃ.
Τὸ κράτος οὖν τῶν νικητῶν καλῶς ἐστερεώθη,
Καθὼς μὲ τὸ ὑπήκοον έμφρόνως συνηνώθη.
Καὶ χαίρουσιν ἁρμονικῶς, ἡσύχως βασιλεύουν,
Μακρὰν μυρίων πειρασμῶν, χωρὶς να κινδυνεύουν.
Ἰδοὺ κρατούντων φρόνησις, διαμονῆς τε τρόπος,
Καὶ εὐζωΐας μέθοδος, ἥν ἔχουσιν εὐτρόπως.
[←412]
Πλὴν ὧδε τὸ ἀνάπαλιν ἡ τῶν κρατούντων κλίσις
Πρὸς καταφρόνησιν κοινὴν τοῦ γένους εἶν’ ἐπίσης·
Τὸν μὴ φρονοῦντα πίστεως τὸ δόγμα ὡς φρονοῦσι,
Μὲ τρόπον ἀλαζωνικὸν αἰσχρῶς καταπατοῦσι.
Καὶ πολυτρόπως θλίβουσι χωρὶς τινος αἰτίας,
Πρὸς ἐξουθένωσιν ἁπλῶς καὶ δεῖξιν τῆς δουλείας.
Οὐδεὶς ἀλόγως παρ’ αὐτῶν τυπτόμενος ἀθλίως
Δικαίωμα ν’ ἀντισταθῇ δὲν ἔχει πλὴν τελείως.
Καθὼς τὰς ὕβρεις παρ’ αὐτῶν καὶ τὰς καταφρονήσεις
Ὁ μὴ δεχόμενος ᾀεὶ χωρὶς ἀνταποκρίσεις,
Συκοφαντεῖται παρευθὺς μετὰ ψευδομαρτύρων,
Καὶ ἀδικάστως καταντᾷ καὶ εἰς θανάτου κλῆρον.
[←413]
Γνωστὸν ὅτι πᾶς ἄνθρωπος εἰς τρία ἀποβλέπει
Ἐν ᾧ ἐν κόσμῳ φέρεται, καὶ δὲν τὰ παραβλέπει.
Εἰς τῆς τιμῆς τὴν φύλαξιν, εἰς τὰς περιουσίας,
Καὶ εἰς ἀσφάλειαν ζωῆς, ὡς βάσεις εὐζωΐας.
Ὑπὸ τοῦ κράτους δὲ αὐτῶν ἀθλίως καὶ τὰ τρία
Καθ’ ὥραν εἶν’ εἰς κίνδυνον νὰ γίνωσι θυσία.
Ἀθῶος, πταίστης, ὕποπτος, ἤ καὶ πιστὸς ἐκείνων,
Ἄνευ μικρᾶς διαφορᾶς βαδίζ’ ὑπὸ κινδύνων,
[←414]
Ἀνωνύμου τοῦ Ἕλληνος, Ἑλληνικὴ Νομαρχία, ἤτοι Λόγος περὶ Ἐλευθερίας (Ἰταλία 1806), Βιβλίο Πέμπτο: «Πῶς νὰ παραιτήσω τοὺς ἐπαίνους, ὁποὺ τυχαίνουν ἐκείνων τῶν ἡρώων τῆς Ἑλλάδος, οἱ ὁποῖοι μὴν ὑποφέροντες τὰς φοβερὰς τυραννίας τῶν ὀθωμανῶν, ἐκλέγουσιν ἐκείνους ὁποὺ γνωρίζουσιν ἀξιωτέρους καὶ φεύγουσιν εἰς τὰ δάση, διὰ νὰ διαυθεντεύσουν τὴν ἐλευθερίαν των; Ποῦ ἐσπούδαξαν ἐκεῖνοι τακτικήν, διὰ νὰ ἀντισταθῶσιν εἰς τὸ πλῆθος τῶν ἐχθρῶν των, καὶ νὰ τοὺς νικῶσι πάντοτε (6); Δὲν ἀποδεικνύουσιν αὐτοὶ φανερὰ καὶ τὴν ἄφευκτον πτῶσιν τῆς ὀθωμανικῆς δυναστείας καὶ τὴν εὐκολίαν τῆς ἐπανορθώσεώς μας; Ἢ μήπως εἶναι ὀλίγοι! Τὴν σήμερον εἰς ὅλην τὴν Ἑλλάδα εὑρίσκονται βέβαια ἀπὸ αὐτοὺς περισσότεροι ἀπὸ δέκα χιλιάδας, τῶν ὁποίων ἡ ἀνδρεία εἶναι ἀδιήγητος καὶ ἡ ἀγάπη διὰ τὴν ἐλευθερίαν τους ἀπερίγραπτος».
[←415]
Ἐκ τούτου μέγας ἀριθμὸς αὐτῶν τῶν ὑπηκόων,
Ἁπλῶς ἵν’ ἀποφύγωσι δυστύχημα ἀθρόον,
Πατρίδα, τὰ ὑπάρχοντα, καὶ φίλους καὶ οἰκείους
Καταλιπόντες, ἔφυγον εἰς τόπους ἀλλοτρίους.
Καὶ πανταχόθεν φεύγουσι μὲ πόνον τῆς καρδίας,
Κυρίως πρὸς ἀπαλλαγὴν κακῶν καὶ ἀτιμίας.
Τοιαῦτα τρέχουσι δεινῶς τὰ βάρη νῦν τοῦ γένους,
Ὅ απολέσαι βούλεσθε ἀδίκως μετὰ μένους.
[←416]
Ἐὰν εἰπῆτε πόθεν οὖν μὲ τόσας τυραννίας>
Ποσῶς δὲν ἐπενόησαν καὶ τρόπον σωτηρίας,
Εἰ καὶ δικαία φαίνεται αὐτὴ ἡ ἀπορία,
Ἀκρίτως ὅμως οὐκ ὀρθὸν νὰ γίνῃ ἡ παιδεία.
Ἐν πρώτοις ἐξετάσατε καιρῶν τὰς περιστάσεις,
Τὰς τῆς φορᾶς μεταβολὰς, καὶ τύχης τὰς ἐνστάσεις,
Τὰς τῶν δυνάστων γύρωθεν δειλίας καὶ προλήψεις,
Καὶ ἐξ αἰτίας τοῦ ζυγοῦ τοῦ Γένους τὰς ἐλλείψεις·
Καὶ ταῦτα κρίνοντες ὀρθῶς μετὰ περιεργείας,
Δὲν θέλει τοὺς δικάσετε ἀξίους τιμωρίας·
Καθότι ὡς ἀπόφασιν φρονοῦντες τὰ συμβάντα
Τῆς Εἱμαρμένης, ἔφερον ὑποκλινῶς τὰ πάντα.
[←417]
Η μουσουλμανική κατάκτηση τής Ιβηρικής χερσονήσου ξεκίνησε το 711 και τελείωσε στις 2 Ιανουαρίου 1492, όταν ο τελευταίος μουσουλμάνος ηγέτης στη χερσόνησο, ο εμίρης Μουχάμαντ ΙΒ’ τής Γρανάδας, απέδωσε τον πλήρη έλεγχο τού εμιράτου στον Φερδινάνδο Β’ τής Αραγωνίας και την Ισαβέλλα Α’ τής Καστίλλης, μετά την τελευταία μάχη τού πολέμου τής Γρανάδας.
[←418]
Τῆς Ἰβηρίας τοῦ ποτὲ καιροῦ τὴν βασιλείαν
Τὴν ἴδετε, καθὼς αὐτὴν, ὑπ’ ἄλλων ἐξουσίαν,
Αἰῶνας νὰ ὑπόκηται εἰς ἀλλοτρίων χεῖρας
Με τὴν θρησκείαν τὴν αὐτὴν, πλὴν μ’ ἄλλους χαρακτῆρας
(Ὅτι ὀρθῶς συγκρίνοντες τὴν τούτων ἐξουσίαν,
Μὲ τὴν εκείνων, βλέπομεν διαφορὰν τελείαν).
Τὸ γένος ἄν ὑπὸ ζυγὸν ἐστάθη αἰφνιδίως,
Κακὰ πλὴν δὲν ὑπέφερε παρόμοια ἀθλίως.
Οὐδ’ ἔβλεπες τὸ βάρβαρον μ’ ἀλαζωνείας χρῆσιν
Πρὸς ὑπηκόους εὐπειθεῖς, χωρὶς νοὸς τὴν κρίσιν.
Ἔπειτ’ αὐτοὶ μὲν ἀμαθεῖς, ἐκεῖνοι μὲ μαθήσεις
Φιλοσοφίας, ἠθικῆς, κ’ ἐπιστημῶν ἐπίσης.
Λοιπὸν καὶ τὸ ἀνθρώπινον πολλάκις κατὰ χρέος,
Μετὰ καλῆς πολιτικῆς έσκέπτοντο βαθέως.
[←419]
Ὅθεν ἐν ὅσῳ εὐμενῶς τὸ γένος ἐδιοίκουν,
Καὶ ἀπελάμβαν’ ὁ λαὸς δικαίως ὅσ’ ἀνἠκουν,
Ὑπέφερεν ὑποκλινῶς ζυγὸν τῶν ἀλλοτρίων,
Δεικνύων ἄνευ γογγυσμοῦ ὑποταγῆς σημεῖον.
Ἀλλ’ ἐπειδὴ ἐπιῤῥεπεῖς εἰς τὰ κακὰ οἱ ζῶντες,
Κατ’ ἐξοχὴν οἱ εὐτυχεῖς καὶ ἐν δυνάμει ὄντες,
Καὶ τῶν κρατούντων ἄρχισαν τὰ ἤθη νὰ χωλαίνουν,
Καὶ εἰς κακίας συνεχεῖς ἀτάκτως να προβαίνουν.
Ὡς δ’ ἐν ἀνθρώποις φυσικῶς τὸ ζῆν ὑπὸ δουλείαν,
Ὑπὸ ήθῶν διαφορὰν, καὶ ξένων δεσποτείαν,
Εἶναι δυστύχημα δεινὸν, καὶ βάρος ἕν μεγάλον,
Τὴν εὐζωΐαν τοῦ λαοῦ ὅταν πειράζῃ μᾶλλον,
Ἀπελπισίας στοχασμοὶ κατέλαβον τὸ γένος,
Καὶ μέθοδον ἀπαλλαγῆς ἐζήτουν ἑπομένως.
[←420]
Αἱ περιστάσεις πλὴν ἐκεῖ, καθὼς εἰς κάθε τόπον,
Ἐδίδασκον ὡς φρόνησιν ὑπομονῆς τὸν τρόπον·
Καὶ τὰς βαρύτητας λοιπὸν ζυγοῦ ἐν ἡσυχίᾳ
Ὑπέφερον ἔτι μακρὸν μ’ ὑποταγῆς σημεῖα·
Τῆς Εἱμαρμένης δ’ ὁ καιρὸς ἐκκλίνων πρὸς τὰ τέλη,
Καὶ αἰσθανόμενοι σκληρῶς τὰ τῆς δουλείας βέλη,
Ἡ γενναιότης ἐν τᾀυτῷ, μὲ νεῦσιν τῆς προνοίας,
Τοῦ Γένους τότε νουνεχῶς ἐφάνη μετ’ ἀνδρείας
Καὶ τότε ὅλ’ ἡ δύναμις αὐτῶν εὐθὺς μὲ θάῤῥος
Πρεπόντως ἀπετείναξε καὶ τοῦ ζυγοῦ τὸ βάρος.
Καὶ ἡ προτέρα ἔνδοξος τῆς βασιλείας στάσις
Ἀντεστηρίχθη εὐπρεπῶς ἐπὶ τὰς νόμου βάσεις.
[←421]
Ἡ τούτων δὲ διοίκησις μὲ τόσας ἀταξίας,
Μὲ τρόπους τοὺς τυραννικοὺς, μ’ ἀπείρους ἀδικίας,
Πῶς εἶναι τρόπος πλείονα καιρὸν νὰ διαμένῃ,
Ἀφ’ οὗ εἰς χρήσεις βλαπτικὰς τὸ Κράτος ἐπιμένει;
Πλὴν ἅπαντα εἰς τῆς φορᾶς τὸν ροῦν ἀναντιῤῥήτως,
Ὡς δεδεμένα μετ’ αὐτῆς, ὑπόκεινται ἀλύτως.
Καὶ ἐπειδὴ τὰ ἄδηλα, καὶ λάθη τῶν ἀνθρώπων
Ἀνακαλύπτει ὁ καιρὸς, προβαίνων χωρὶς κόπον,
Νῦν ἄς προσμείνωμεν λοιπὸν τὰς κόσμου περιστάσεις,
Νὰ διακρίνωμεν καλῶς καὶ τὰς τοῦ Γένους στάσεις.
Καὶ ἄν δὲν εὕρωμεν αὐτοὺς μὲ κλίσεις ὁμονοίας,
Καὶ πατριώτας ἀληθεῖς, μακρὰν τῆς φιλαυτίας,
Ἀξίους τότε μεθ’ ἡμῶν τῆς καταδίκης κρίνω,
Χωρὶς εἰς τὴν ἀπόφασιν ὑμῶν νὰ ἀντιτείνω».
[←422]
Τοιαῦτα πρὸς ἀπαλλαγὴν καταστροφῆς ἀθλίας,
Ἐκραύγαζεν ἡ Ἀθηνᾶ ἐκεῖ μετ’ εὐμενείας.
Νομίζων οὖν τὸ θέαμα ὡς ἀληθὲς ἕν πρᾶγμα,
Καὶ ὅτι βλέπω ἔξυπνος ψευδοθεῶν τὸ τάγμα,
Μὴ γνοῦς καὶ τὴν ἀπόφασιν Διὸς τὴν τελευταίαν,
Καὶ τὴν καταστροφὴν αὐτὴν προσμένων ὡς βεβαίαν,
Ὡς ὁ ἰχθὺς ἐπὶ τῆς γῆς ταράττετ’ ὅλος τρέμων,
Ὁμοίως ἔτρεμον κᾀγώ, μεγάλου φόβου γέμων.
Καὶ μὲ φρικώδεις λογισμοὺς προσμένων μ’ ἄκραν ζάλην,
Βλέπω εὐθὺς ἀνέλπιστον μεταβολὴν μεγάλην·
[←423]
Δύο στρατάρχας ἔβλεπον ὡς ἀρχηγοὺς μεγάλους,
Καὶ ὁδηγοῦντες τὸν στρατὸν ἐπὶ στρατάρχας ἄλλους.
Ἐπαρατήρην γύρωθεν μὲ προσοχὴν ἐπίσης
Ταγμάτων τὰς περιστροφὰς, καὶ τακτικὰς κινήσεις.
“Τίνες εἰσὶν”, ἠρώτησα τοὺς θεατὰς, “οἱ δύω;”
Οὐκ ἴδον μᾶλλον εὐπρεπεῖς, τοὺς ἔλεγον, ἐν βίῳ.
Τῶν ἀπογόνων εἷς ἐστιν αὐτὸς Θεμιστοκλέους,
Ἀνὴρ, μοὶ εἶπον, μιμητὴς τοῦ πάλαι Ἡρακλέους·
ὁ δ’ ἕτερος τοῦ θαυμαστοῦ ἐκείνου Ξενοφῶντος,
Καὶ ὡς ἐκεῖνος στολισμὸς ἐστὶ πατρίδος ὄντως.
[←424]
Ἐν ᾧ δὲ ἔτι ἤθελον νὰ ἐρωτήσω ἄλλον,
Τῆς ἐκστρατείας τὸν σκοπὸν διὰ νὰ μάθω μᾶλλον,
Ἐξύπνησα καὶ ἐγερθεὶς ἐκεῖθεν μετὰ βίας,
Ἐθαύμαζον σκεπτόμενος τὸν νοῦν τῆς ὀπτασίας.